← 普鲁塔克

阿格西劳斯传

§33.1-33.5

无泪之战的胜利与斯巴达的衰微

阿格西劳斯虽凭审慎守住了斯巴达,却无法恢复其昔日霸业;而其子阿基达马斯在“无泪之战”中大胜后斯巴达全城君民狂喜垂泪的情形,反倒彻底暴露出城邦精神的极度衰微。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§33.1

τοῦτο μὲν οὖν οὐκ οἶδα ὅπως ἠγνόησαν οἱ ἄλλοι, μόνος δὲ Θεόπομπος ᾔσθετο. τοῦ δὲ σωθῆναι τήν Σπάρτην τότε πάντες αἴτιον ὁμολογοῦσι γενέσθαι τὸν Ἀγησίλαον, ὅτι τῶν ἐμφύτων αὐτῷ παθῶν, φιλονεικίας καὶ φιλοτιμίας, ἀποστάς, ἐχρήσατο τοῖς πράγμασιν ἀσφαλῶς.

至于其他著述家为何对此一无所知,而唯独泰奥彭波斯有所察觉,我不得而知。但对于斯巴达在当时得以幸存,众人公认阿格西劳斯是其因由,因为他放下了自己生来便有的争强与好名之情,稳妥审慎地处理政事。

§33.2

οὐ μέντοι τήν γε δύναμιν καὶ τήν δόξαν ἐδυνήθη τῆς πόλεως ἀναλαβεῖν ἐκ τοῦ πταίσματος, ἀλλʼ ὥσπερ σώματος ὑγιεινοῦ, λίαν δὲ ἀκριβεῖ καὶ κατησκημένῃ κεχρημένου διαίτῃ παρὰ πάντα τὸν χρόνον, ἁμαρτία μία καὶ ῥοπὴ1 τήν πᾶσαν ἔκλινεν εὐτυχίαν τῆς πόλεως· οὐκ ἀλόγως. πρὸς γὰρ εἰρήνην καὶ ἀρετὴν καὶ ὁμόνοιαν ἄριστα συντεταγμένῳ πολιτεύματι προσαγαγόντες ἀρχὰς καὶ δυναστείας βιαίους, ὧν οὐδενὸς ἡγεῖτο δεῖσθαι πόλιν εὐδαιμόνως βιωσομένην ὁ Λυκοῦργος, ἐσφάλησαν.

然而,他终究未能使城邦的权势与荣耀从那次重创中复苏,正如一具向来健康、在整个岁月中始终恪守极为严谨克制的养生之道的身体,仅仅一次过失和失衡,便倾覆了城邦的一切昌盛;这并非毫无道理。因为他们在一部本为和平、美德与和谐而作至善编排的政制中,强行引入了强暴的统治与霸权——而吕库古认为一座欲享幸福生活的城邦绝不需要这些——他们于是失足溃败了。

§33.3

αὐτὸς μὲν οὖν ὁ Ἀγησίλαος ἤδη πρὸς τάς στρατείας ἀπειρήκει διὰ τὸ γῆρας, Ἀρχίδαμος δὲ ὁ υἱὸς αὐτοῦ, τήν ἐκ Σικελίας ἥκουσαν παρὰ τοῦ τυράννου βοήθειαν ἔχων, ἐνίκησεν Ἀρκάδας τήν λεγομένην ἄδακρυν μάχην οὐδεὶς γὰρ ἔπεσε τῶν μετʼ αὐτοῦ, συχνοὺς δὲ τῶν ἐναντίων ἀνεῖλεν. αὕτη μάλιστα τήν ἀσθένειαν ἤλεγξεν ἡ νίκη τῆς πόλεως.

阿格西劳斯本人此时因年迈已无法承担远征重任,但他儿子阿基达马斯率领从西西里僭主那里调来的援军,在所谓的“无泪之战”中击溃了阿卡迪亚人;因为跟随他的人无一人阵亡,却歼灭了众多敌军。然而正是这场胜利,最鲜明地揭露了城邦的虚弱。

§33.4

πρότερον μὲν γὰρ οὕτω σύνηθες ἡγοῦντο καὶ προσῆκον ἔργον αὐτοῖς εἶναι τὸ νικᾶν τοὺς πολεμίους, ὥστε μήτε θύειν τοῖς θεοῖς πλὴν ἀλεκτρυόνα νικητήριον ἐν τῇ πόλει, μήτε μεγαληγορεῖν τοὺς ἀγωνισαμένους, μήτε ὑπερχαίρειν τοὺς πυνθανομένους, ἀλλὰ καὶ τῆς ἐν Μαντινείᾳ μάχης γενομένης, ἣν Θουκυδίδης γέγραφε, τῷ πρώτῳ φράσαντι τήν νίκην οἱ ἄρχοντες ἐκ φιδιτίου κρέας ἔπεμψαν εὐαγγέλιον, ἄλλο δὲ οὐδέν·

在此之前,他们认为战胜敌人是极其寻常且理所应当的本分,以至于在城内为庆贺胜利向神灵献祭的不过是一只公鸡,参战者不夸夸其谈,闻讯者亦不过度欣喜;甚至在修昔底德所记载的曼提尼亚战役发生时,长官们也仅仅从公共食堂中切下一块肉送给最先报捷之人作为喜讯赏赐,别无其他。

§33.5

τότε δὲ τῆς μάχης ἀγγελθείσης καὶ τοῦ Ἀρχιδάμου προσιόντος οὐδεὶς ἐκαρτέρησεν, ἀλλὰ πρῶτος ὁ πατὴρ ἀπήντα δακρύων ὑπὸ χαρᾶς καὶ μετʼ ἐκεῖνον τὰ ἀρχεῖα, τῶν δὲ πρεσβυτέρων καὶ τῶν γυναικῶν τὸ πλῆθος ἐπὶ τὸν ποταμὸν κατῄει, τάς τε χεῖρας ὀρεγόντων καὶ θεοκλυτούντων,2 ὥσπερ ἀπεωσμένης τὰ παρʼ ἀξίαν ὀνείδη τῆς Σπάρτης καὶ λαμπρὸν αὖθις ἐξ ἀρχῆς τὸ φῶς ὁρώσης· ἐπεὶ πρότερόν γέ φασιν οὐδὲ ταῖς γυναιξὶν ἀντιβλέπειν τοὺς ἄνδρας αἰσχυνομένους ἐφʼ οἷς ἔπταισαν.

但此时战报传来、阿基达马斯率军归来之际,却无人能抑制住情感,首先是父亲流着欣喜之泪迎上前去,随后是各级官吏,长者与妇女大众更是涌向河边,伸出双手呼号感谢神灵,仿佛斯巴达洗刷了不称其名望的奇耻大辱,重新从头看到了耀眼的光芒;因为据说在此之前,男人们甚至羞于在挫败之后与自家的妇人们对视。

语法注2 条
  1. 33.2ὥσπερ σώματος ὑγιεινοῦ, λίαν δὲ ἀκριβεῖ καὶ κατησκημένῃ κεχρημένου διαίτῃ παρὰ πάντα τὸν χρόνον, ἁμαρτία μία καὶ ῥοπὴ

    在由 ὥσπερ 引入的明喻中,属格短语 σώματος ὑγιεινοῦ ... κεχρημένου 作为所属或领属性属格修饰其后的主语 ἁμαρτία μία καὶ ῥοπὴ(“健康身体的一度过失与失衡”),与主句中的宾语短语 τήν πᾶσαν ... εὐτυχίαν τῆς πόλεως 形成精准的结构对照。

  2. 33.5τῶν δὲ πρεσβυτέρων καὶ τῶν γυναικῶν τὸ πλῆθος ἐπὶ τὸν ποταμὸν κατῄει, τάς τε χεῖρας ὀρεγόντων καὶ θεοκλυτούντων

    该句的语法主语是中性单数名词 τὸ πλῆθος,谓语动词亦为单数 κατῄει,但随后修饰的两个分词 ὀρεγόντων 与 θεοκλυτούντων 却采用了属格复数。这是典型的“按意义一致”(constructio ad sensum)构词,分词在数与格上顺应了前置属格短语 τῶν δὲ πρεσβυτέρων καὶ τῶν γυναικῶν 所代表的复数人群实体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:33.1-33.5