- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:32.1-32.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对忒拜军渡河进攻,阿格西劳斯坚守城内要害,未受伊巴密浓达挑衅出战。他在城内机智平息伊索里翁占领事件与斯巴达人政变阴谋,掩盖逃兵数量,忒拜军最终撤离拉科尼亚。
τότε μέντοι τὸν Ἀνταλκίδαν φασὶν ἔφορον ὄντα τοὺς παῖδας εἰς Κύθηρα ὑπεκθέσθαι, περίφοβον γενόμενον. ὁ δὲ Ἀγησίλαος, ἐπιχειρούντων διαβαίνειν τὸν ποταμὸν τῶν πολεμίων καὶ βιάζεσθαι πρὸς τὴν πόλιν, ἐκλιπὼν τὰ λοιπὰ παρετάξατο πρὸ τῶν μέσων καὶ ὑψηλῶν.
然而据说在当时,安塔尔基达斯虽身为监察官,却惊恐万状,将自己的孩子们秘密送往基西拉岛。另一方面,当敌军企图渡河强攻进城时,阿格西劳斯放弃了其余据点,在城邦中心与地势高耸之处的前方列阵设防。
ἐρρύη δὲ πλεῖστος ἑαυτοῦ καὶ μέγιστος1 τότε ὁ Εὐρώτας, χιόνων γενομένων, καὶ τὸ ῥεῦμα μᾶλλον ὑπὸ ψυχρότητος ἢ τραχύτητος ἐγένετο σκληρὸν καὶ χαλεπὸν τοῖς Θηβαίοις. πορευόμενον δὲ πρῶτον τῆς φάλαγγος τὸν Ἐπαμεινώνδαν ἐδείκνυσάν τινες τῷ Ἀγησιλάῳ· κἀκεῖνος, ὡς λέγεται, πολὺν χρόνον ἐμβλέψας αὐτῷ καὶ συμπαραπέμψας τὴν ὄψιν οὐδὲν ἢ τοσοῦτον μόνον εἶπεν ὢ τοῦ μεγαλοπράγμονος ἀνθρώπου.2
当时正逢降雪,欧罗塔斯河水势达到前所未有的暴涨与汹涌,其水流由于极度的冰冷甚于汹涌的波涛,给忒拜人造成了严酷而艰难的阻碍。有人向阿格西劳斯指认走在方阵最前列的伊巴密浓达;据传阿格西劳斯凝视他良久,目光随着他的身影移动,随后仅说了这么一句: “啊,好一个企图宏大之人!”
ἐπεὶ δὲ φιλοτιμούμενος ὁ Ἐπαμεινώνδας ἐν τῇ πόλει μάχην συνάψαι καὶ στῆσαι τρόπαιον οὐκ ἴσχυσεν ἐξαγαγεῖν οὐδὲ προκαλέσασθαι τὸν Ἀγησίλαον, ἐκεῖνος μὲν ἀναζεύξας πάλιν ἐπόρθει τὴν χώραν, ἐν δὲ Λακεδαίμονι τῶν πάλαι τινὲς ὑπούλων καὶ πονηρῶν ὡς διακόσιοι συστραφέντες κατελάβοντο τὸ Ἰσσώριον, οὗ τὸ τῆς Ἀρτέμιδος ἱερόν ἐστιν, εὐερκῆ καὶ δυσεκβίαστον τόπον.
伊巴密浓达虽一心渴望在城内交战并树立战利品碑,却无法将阿格西劳斯引诱出战或激怒他,于是拔营离去,再度劫掠国土。然而在拉刻代蒙城内,约有二百名长期心怀叵测、图谋不轨之徒纠集起来,占领了阿尔忒弥斯神庙所在的伊索里翁——这是一处易守难攻的要塞。
ἐφʼ οὓς βουλομένων εὐθὺς ὠθεῖσθαι τῶν Λακεδαιμονίων, φοβηθεὶς τὸν νεωτερισμὸν ὁ Ἀγησίλαος ἐκέλευσε τοὺς μὲν ἄλλους ἡσυχίαν ἄγειν, αὐτὸς δὲ ἐν ἱματίῳ καὶ μεθʼ ἑνὸς οἰκέτου προσῄει, βοῶν ἄλλως ἀκηκοέναι τοῦ προστάγματος αὐτούς· οὐ γὰρ ἐνταῦθα κελεῦσαι3 συνελθεῖν οὐδὲ πάντας, ἀλλὰ τοὺς μὲν ἐκεῖ ʽδείξας ἕτερον τόπον, τοὺς δὲ ἀλλαχόσε τῆς πόλεως.
拉刻代蒙人见状欲立刻冲上前去镇压,阿格西劳斯因担心变乱扩大,命其余众人按兵不动,自己则身着便袍、仅带一名仆人走上前去,大声喊道他们误解了指令;因为(他说)自己并未命令他们集合在此,也并未命令所有人聚集一处,而是令一部分人去那边(指着另一处地方),另一部分人去城邦的别处。
οἱ δὲ ἀκούσαντες ἥσθησαν οἰόμενοι λανθάνειν, καὶ διαστάντες ἐπὶ τοὺς τόπους οὓς ἐκεῖνος ἐκέλευσεν ἀπεχώρουν. ὁ δὲ τὸ μὲν Ἰσσώριον εὐθὺς μεταπεμψάμενος ἑτέρους κατέσχε, τῶν δὲ συστάντων ἐκείνων περὶ πεντεκαίδεκά τινας συλλαβὼν νυκτὸς ἀπέκτεινεν.
那些人听后大喜,自以为阴谋未被识破,便分散开来,退往他所指定的各处。阿格西劳斯立即调遣其他兵力占领了伊索里翁,并将参与集结的那些人中约十五名抓捕,于夜间处决。
ἄλλη δὲ μείζων ἐμηνύθη συνωμοσία καὶ σύνοδος ἀνδρῶν Σπαρτιατῶν ἐπὶ πράγμασι νεωτέροις εἰς οἰκίαν κρύφα συνερχομένων, οὓς καὶ κρίνειν ἄπορον ἦν ἐν ταραχῇ τοσαύτῃ καὶ περιορᾶν ἐπιβουλεύοντας. ἀπέκτεινεν οὖν καὶ τούτους μετὰ τῶν ἐφόρων βουλευσάμενος ὁ Ἀγησίλαος ἀκρίτους, οὐδενὸς δίχα δίκης τεθανατωμένου πρότερον Σπαρτιατῶν.
随后,又有人告发了一桩规模更大的阴谋,一群斯巴达人正秘密聚集于一间私宅内,图谋发动政变。在如此混乱的局面下,既难以对他们进行审判,又不可对阴谋放任不管。于是阿格西劳斯在与监察官们商议后,将这些人也未经审判便予以处决;此前从未有任何斯巴达人未经审判而被处以死刑。
ἐπεὶ δὲ πολλοὶ τῶν συντεταγμένων εἰς τὰ ὅπλα περιοίκων καὶ εἱλώτων ἀπεδίδρασκον ἐκ τῆς πόλεως πρὸς τοὺς πολεμίους, καὶ τοῦτο πλείστην ἀθυμίαν παρεῖχεν, ἐδίδαξε τοὺς ὑπηρέτας περὶ ὄρθρον ἐπιφοιτᾶν ταῖς στιβάσι καὶ τὰ ὅπλα τῶν ἀποκεχωρηκότων λαμβάνειν καὶ ἀποκρύπτειν, ὅπως ἀγνοῆται τὸ πλῆθος.
此外,由于编入武装的边民与黑劳士中有许多人弃城逃往敌方,这引起了极大的沮丧与恐慌,阿格西劳斯便指示仆从在黎明时分巡视卧榻,取走并藏匿那些脱逃者的武器,以使逃亡的人数不为人知。
ἀναχωρῆσαι δὲ τοὺς Θηβαίους ἐκ τῆς Λακωνικῆς οἱ μὲν ἄλλοι λέγουσι χειμώνων γενομένων καὶ τῶν Ἀρκάδων ἀρξαμένων ἀπιέναι καὶ διαρρεῖν ἀτάκτως, οἱ δὲ τρεῖς μῆνας ἐμμεμενηκότας ὅλους καὶ τὰ πλεῖστα τῆς χώρας διαπεπορθηκότας· Θεόπομπος δέ φησιν, ἤδη τῶν βοιωταρχῶν ἐγνωκότων ἀπαίρειν, ἀφικέσθαι πρὸς αὐτοὺς Φρίξον, ἄνδρα Σπαρτιάτην, παρὰ Ἀγησιλάου δέκα τάλαντα κομίζοντα τῆς ἀναχωρήσεως μισθόν, ὥστε τὰ πάλαι δεδογμένα πράττουσιν αὐτοῖς ἐφόδιον παρὰ τῶν πολεμίων προσπεριγενέσθαι.4
关于忒拜军从拉科尼亚撤退的原因,其他著述者有的称是因为暴风雪来临,且阿卡迪亚人开始离队并混乱地溃散;有的则称他们是在停留了整整三个月、将该地大部彻底劫掠一空后撤退的;但泰奥彭波斯却说,当波奥提亚长官们已经决定撤退时,斯巴达人弗里克索斯受阿格西劳斯之命前来,携带着十塔兰同作为撤军的报酬,因此他们不过是在执行早已决定之事的同时,顺带从敌人手中额外捞得了一笔盘缠。
- 32.2πλεῖστος ἑαυτοῦ καὶ μέγιστος
最高级形容词与反身代词属格(ἑαυτοῦ)连用的希腊语习惯搭配,意为“相比其自身以往任何时候都达到最大、最满”,即处于平生未有的特大洪峰或暴涨状态。
- 32.2ὢ τοῦ μεγαλοπράγμονος ἀνθρώπου
感叹词 ὤ 后接的感叹属格(genitive of exclamation),用于表示对伊巴密浓达宏大图谋与胆略的惊叹。
- 32.4βοῶν ἄλλως ἀκηκοέναι τοῦ προστάγματος αὐτούς· οὐ γὰρ ἐνταῦθα κελεῦσαι
分词 βοῶν 引出间接引语(带不定式的宾格句 ἄλλως ἀκηκοέναι... αὐτούς),随后的解释句 οὐ γὰρ... κελεῦσαι 亦承接间接引语的不定式,表达阿格西劳斯口中所言的内容。
- 32.8ὥστε τὰ πάλαι δεδογμένα πράττουσιν αὐτοῖς ἐφόδιον παρὰ τῶν πολεμίων προσπεριγενέσθαι
由 ὥστε 引导的不定式(προσπεριγενέσθαι)结果从句。与格分词短语 πράττουσιν αὐτοῖς 作利益/关涉与格,表示“当他们执行早已定下的决议时,盘缠从敌人那里额外落入了他们的囊中”。
