← 普鲁塔克

阿格西劳斯传

§31.1-31.6

伊巴密浓达入侵与阿格西劳斯的固守

伊巴密浓达率大军六百年来首次攻入斯巴达境内并大肆劫掠,阿格西劳斯坚持收缩防守要害,在敌军挑衅、城内恐慌以及不可侵犯的传统尊严破灭的多重折磨中苦苦支撑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.1

ἐκ δὲ τούτου παρῆν εἰς τὴν Λακωνικὴν ὁ Ἐπαμεινώνδας μετὰ τῶν συμμάχων, οὐκ ἐλάττονας ἔχων τετρακισμυρίων ὁπλιτῶν, πολλοὶ δὲ καὶ ψιλοὶ καὶ ἄνοπλοι πρὸς ἁρπαγὴν συνηκολούθουν, ὥστε μυριάδας ἑπτὰ τοῦ σύμπαντος ὄχλου συνεισβαλεῖν εἰς τὴν Λακωνικήν.

此后,伊巴密浓达率领盟军攻入拉科尼亚,拥有不少于四万名重装步兵,又有许多轻装及赤手空拳之徒尾随前来劫掠,以致侵入拉科尼亚的全部乌合之众达到七万人之多。

§31.2

ἦν μὲν δὴ χρόνος οὐκ ἐλάττων ἐτῶν ἑξακοσίων ἀφʼ οὗ κατῴκουν τὴν Λακεδαίμονα Δωριεῖς· ἐν δὲ τούτῳ παντὶ τότε πρῶτον ὤφθησαν ἐν τῇ χώρᾳ πολέμιοι, πρότερον δὲ οὐδεὶς ἐτόλμησεν ἀλλὰ ἀδῄωτον καὶ ἄθικτον οὖσαν ἐμβαλόντες ἐπυρπόλουν καὶ διήρπαζον ἄχρι τοῦ ποταμοῦ καὶ τῆς πόλεως, μηδενὸς ἐπεξιόντος.

自多利安人定居拉刻代蒙以来,历时已不下六百年;在这全部岁月之中,这块土地上当时第一次见到了敌人的身影。此前无人胆敢如此,如今敌军闯入这片未受蹂躏与染指的土地,一路焚烧掳掠,直抵河畔和城下,而无一人出城迎战。

§31.3

γὰρ Ἀγησίλαος οὐκ εἴα πρός τοσοῦτον, ὥς φησι Θεόπομπος, ῥεῦμα καὶ κλύδωνα πολέμου μάχεσθαι τοὺς Λακεδαιμονίους, ἀλλὰ τῆς πόλεως τὰ μέσα καὶ κυριώτατα τοῖς ὁπλίταις περιεσπειραμένος1 ἐκαρτέρει τὰς ἀπειλὰς καὶ τὰς μεγαλαυχίας τῶν Θηβαίων, προκαλουμένων ἐκεῖνον ὀνομαστὶ καὶ διαμάχεσθαι περὶ τῆς χώρας κελευόντων, ὃς τῶν κακῶν αἴτιός ἐστιν ἐκκαύσας τὸν πόλεμον.2

因为阿格西劳斯不准拉刻代蒙人去对抗如泰奥彭波斯所说的那样浩大的“战争的奔流与狂涛”,而是率重装步兵紧缩防守于城内中心与最关键的要害之处,忍耐着忒拜人的威胁与狂言。忒拜人指名道姓地向他挑战,命他为这片国土决一死战,指责他挑起战争,是这场灾祸的始作俑者。

§31.4

οὐχ ἧττον δὲ τούτων ἐλύπουν τὸν Ἀγησίλαον οἱ κατὰ τὴν πόλιν θόρυβοι καὶ κραυγαὶ καὶ διαδρομαὶ τῶν τε πρεσβυτέρων δυσανασχετούντων τὰ γινόμενα καὶ τῶν γυναικῶν οὐ δυναμένων ἡσυχάζειν, ἀλλὰ παντάπασιν ἐκφρόνων οὐσῶν πρός τε τὴν κραυγὴν καὶ τὸ πῦρ τῶν πολεμίων.

然而,城内的喧嚣、惊呼与奔走骚动,带给阿格西劳斯的痛苦丝毫不亚于外部的敌情:年长者对眼前发生的一切义愤填膺,妇女们则无法保持镇定,在敌军的呐喊与火光面前完全惊骇失措。

§31.5

ἠνία δὲ καὶ τὸ τῆς δόξης αὐτόν, ὅτι τὴν πόλιν μεγίστην παραλαβὼν καὶ δυνατωτάτην, ἑώρα συνεσταλμένον αὐτῆς τὸ ἀξίωμα καὶ τὸ αὔχημα κεκολουμένον, ᾧ καὶ αὐτὸς ἐχρήσατο πολλάκις, εἰπὼν ὅτι γυνὴ Λάκαινα καπνὸν οὐχ ἑώρακε πολέμιον, λέγεται δὲ καὶ Ἀνταλκίδας, Ἀθηναίου τινὸς ἀμφισβητοῦντος ὑπὲρ ἀνδρείας πρός αὐτὸν καὶ εἰπόντος, ἡμεῖς μέντοι πολλάκις ὑμᾶς ἀπὸ τοῦ Κηφισοῦ ἐδιώξαμεν, ὑποτυχεῖν, ἀλλʼ Ἡμεῖς γε οὐδέποτε ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.3

此外,在声望方面的失落也令他痛心,因为他接手城邦时它处于最鼎盛强大的时期,如今却眼见其尊严衰落、夸口破灭——这一夸口他自己也曾多次引用,即拉科尼亚的女人从未见过敌人的硝烟。据说,当一个雅典人与安塔尔基达斯争辩勇气并说道: “然而我们曾屡次将你们从基菲索斯河驱逐出去,”安塔尔基达斯也曾反唇相讥道: “可我们从未将你们从欧罗塔斯河驱逐出去。”

§31.6

παραπλησίως δὲ καὶ πρός τὸν Ἀργεῖον ἀπεκρίνατο τῶν ἀσημοτέρων τις Σπαρτιατῶν· ὁ μὲν γὰρ εἶπε· πολλοὶ ὑμῶν ἐν τῇ Ἀργολίδι κεῖνται ὁ δὲ ἀπήντησεν ὑμῶν δέ γε οὐδεὶς ἐν τῇ Λακωνικῇ.

同样,一位并不显赫的斯巴达人对一个阿尔戈斯人作出了类似的反驳。对方说道: “你们有许多人倒在阿尔哥利斯,”而他回击道: “但你们中却没有一人倒在拉科尼亚。”

语法注3 条
  1. 31.3περιεσπειραμένος

    动词 περισπειράομαι(紧密盘缩、集结布防)的完成时中被动态分词,此处作中动态使用,带宾格短语 τῆς πόλεως τὰ μέσα καὶ κυριώτατα(城池中心与最关键要害)作宾语,与格 τοῖς ὁπλίταις 表示伴随或手段(率领重装步兵/以重装步兵)。虽可看作被动态(“为重装步兵所围绕”),但中动态更能体现阿格西劳斯主动将部队收缩集结以固守要害的防御意图。

  2. 31.3ὃς τῶν κακῶν αἴτιός ἐστιν ἐκκαύσας τὸν πόλεμον

    关系代名词 ὃς 的先行词是前文的代词 ἐκεῖνον(指阿格西劳斯),引导一个具原因意味的关系从句(“作为挑起战争、招致祸害的罪魁祸首的他”)。在间接引语中未换用希求法而保留了现在直陈式 ἐστιν,是为了生动再现忒拜人当场叫骂控诉的直接话语。分词 ἐκκαύσας 表示手段或方式(“通过点燃战火”)。

  3. 31.5ἀλλʼ Ἡμεῖς γε οὐδέποτε ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα

    承接前一句雅典人的夸口(ἡμεῖς μέντοι πολλάκις ὑμᾶς ἀπὸ τοῦ Κηφισοῦ ἐδιώξαμεν)而省略了动词 ἐδιώξαμεν 的紧缩表达(brachylogy)。“然而我们从未将你们从欧罗塔斯河驱逐过”字面看似承认未曾驱逐,实则反讽雅典人根本连逼近欧罗塔斯河的资格与胆量都没有。紧接着后文中“ὑμῶν δέ γε οὐδεὶς ἐν τῇ Λακωνικῇ”一句同样省略了动词 κεῖται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:31.1-31.6