- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:30.1-30.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对盟邦背叛与伊巴密浓达的威胁,斯巴达人畏惧有关阿格西劳斯跛足的神谕,却仍依靠他调停溃退者(怯懦者)的处治问题;他巧妙地提出“让法律沉睡一天”以化解危机,随后进军阿卡迪亚重振城邦士气。
οὐ μὴν ἀλλὰ τοῖς πολλοῖς, ὡς ἀφίσταντο μὲν οἱ σύμμαχοι, προσεδοκᾶτο δὲ νενικηκὼς Ἐπαμεινώνδας καὶ μεγαλοφρονῶν ἐμβαλεῖν εἰς Πελοπόννησον, ἔννοια τῶν χρησμῶν ἐνέπεσε τότε, πρὸς τὴν χωλότητα τοῦ Ἀγησιλάου, καὶ δυσθυμία πολλὴ καὶ πτοία πρὸς τὸ θεῖον, ὡς διὰ τοῦτο πραττούσης κακῶς τῆς πόλεως, ὅτι τὸν ἀρτίποδα τῆς βασιλείας ἐκβαλόντες εἵλοντο χωλὸν καὶ πεπηρωμένον· ὃ παντὸς μᾶλλον αὐτοὺς ἐδίδασκε φράζεσθαι καὶ φυλάττεσθαι τὸ δαιμόνιον.1
然而,随着盟邦相继背叛,胜利而骄傲的伊巴密浓达预计将入侵伯罗奔尼撒,民众在此时联想起了有关阿格西劳斯跛足的神谕,对神明产生了极大的沮丧与恐惧,认为城邦之所以陷入困境,正是因为他们废黜了完足健全的王位继承人,而挑选了一个跛足残疾之人——这本是神明曾教导他们无论如何都要审慎提防的。
διὰ δὲ τὴν ἄλλην δύναμιν αὐτοῦ καὶ ἀρετὴν καὶ δόξαν οὐ μόνον ἐχρῶντο βασιλεῖ καὶ στρατηγῷ τῶν κατὰ πόλεμον, ἀλλὰ καὶ τῶν πολιτικῶν ἀποριῶν ἰατρῷ καὶ διαιτητῇ, τοῖς ἐν τῇ μάχῃ καταδειλιάσασιν, οὓς αὐτοὶ τρέσαντας ὀνομάζουσιν, ὀκνοῦντες τὰς ἐκ τῶν νόμων ἀτιμίας προσάγειν,2 πολλοῖς οὖσι καὶ δυνατοῖς, φοβούμενοι νεωτερισμὸν ἀπʼ αὐτῶν.
但由于他其他的才干、美德和声望,人们不仅在战事中倚仗他为国王与将领,而且在政务困局中也视他为良医与调停人;这是因为对于在战斗中怯懦畏缩的人(他们自己称之为“怯懦者”),众人不敢施加法律所规定的剥夺公权之刑,因为这些人数量众多且颇有权势,众人唯恐他们发动叛乱。
οὐ γὰρ μόνον ἀρχῆς ἀπείργονται πάσης, ἀλλὰ καὶ δοῦναί τινι τούτων γυναῖκα καὶ λαβεῖν ἄδοξόν ἐστι· παίει δὲ ὁ βουλόμενος αὐτοὺς τῶν ἐντυγχανόντων. οἱ δὲ καρτεροῦσι περιϊόντες αὐχμηροὶ καὶ ταπεινοί, τρίβωνάς τε προσερραμμένους χρώματος βαπτοῦ φοροῦσι, καὶ ξυρῶνται μέρος τῆς ὑπήνης, μέρος δὲ τρέφουσι.
这些人不仅被排斥于一切官职之外,而且将女子嫁给他们中的任何人或向他们求娶都是不齿之事;凡与他们相遇之人,皆可任意殴打他们。他们不得不蓬头垢面、低眉顺眼地走动忍受,穿着缝有染色布块的粗糙斗篷,剃去一部分胡须,而留着另一部分。
δεινὸν οὖν ἦν τοιούτους ἐν τῇ πόλει περιορᾶν πολλοὺς οὐκ ὀλίγων δεομένῃ στρατιωτῶν, καὶ νομοθέτην αἱροῦνται τὸν Ἀγησίλαον. ὁ δὲ μήτε προσθείς τι μήτε ἀφελὼν μήτε μεταγράψας εἰσῆλθεν εἰς τὸ πλῆθος τῶν Λακεδαιμονίων καὶ φήσας ὅτι τούς νόμους δεῖ σήμερον ἐᾶν καθεύδειν,3 ἐκ δὲ τῆς σήμερον ἡμέρας κυρίους εἶναι πρὸς τὸ λοιπόν, ἅμα τούς τε νόμους τῇ πόλει καὶ τούς ἄνδρας ἐπιτίμους ἐφύλαξε.
因此,在一个亟需大量士兵的城邦中,若对如此众多的这类人听之任之,实属危险;于是他们推举阿格西劳斯为立法者。阿格西劳斯对法律既未增删,也未篡改,而是来到拉刻代蒙人的集会之中宣称,今日应当让法律沉睡,而从今日之后,法律在往后的时日里当重新具有约束力;如此一来,他既为城邦保全了法律,又保全了这些男子的公民权与声誉。
βουλόμενος δὲ τὴν παροῦσαν ἀθυμίαν καὶ κατήφειαν ἀφελεῖν τῶν νέων ἐνέβαλεν εἰς Ἀρκαδίαν, καὶ μάχην μὲν ἰσχυρῶς ἐφυλάξατο συνάψαι τοῖς ἐναντίοις, ἑλὼν δὲ πολίχνην τινὰ τῶν Μαντινέων καὶ τὴν χώραν ἐπιδραμών, ἐλαφροτέραν ἐποίησε ταῖς ἐλπίσι καὶ ἡδίω τὴν πόλιν, ὡς οὐ παντάπασιν ἀπεγνωσμένην.
接着,为了消除青年人当下的沮丧与垂头丧气,他出兵入侵阿卡迪亚;他虽极力避免与敌军交战,却攻克了曼提尼亚人的一个小城镇并蹂躏了其国土,从而使城邦满怀希望而心绪轻快愉悦,意识到局势绝非彻底无望。
- 30.1ὃ παντὸς μᾶλλον αὐτοὺς ἐδίδασκε φράζεσθαι καὶ φυλάττεσθαι τὸ δαιμόνιον
关系代名词 ὃ 以整个前句的事实(废黜完足者而选取残疾者)为先行词,在句中作宾语或代指事件;τὸ δαιμόνιον 置于句末作为 ἐδίδασκε 的主语,整体意为“这正是神明教导他们尤须提防和戒备的事情”。
- 30.2τοῖς ἐν τῇ μάχῃ καταδειλιάσασιν... ὀκνοῦντες τὰς ἐκ τῶν νόμων ἀτιμίας προσάγειν
与格短语 τοῖς ἐν τῇ μάχῃ καταδειλιάσασιν 作为后置不定式 προσάγειν 的间接宾语(向……施加惩罚),被前置作为话题(topicalization);它在句法上受控于分词 ὀκνοῦντες(因踌躇而不敢……)。
- 30.4τούς νόμους δεῖ σήμερον ἐᾶν καθεύδειν
非人称句式 δεῖ 接宾格不定式(τούς νόμους ... ἐᾶν),不定式 καθεύδειν 作为 ἐᾶν(任由、听凭)的补足语,字面为“应当让法律在今日沉睡”。这是阿格西劳斯著名的拟人化表达,用以在既不废除也不修订法律的前提下暂时停止其适用。
