← 普鲁塔克

阿格西劳斯传

§29.1-29.5

斯巴达闻败报后的镇定与阵亡者家属的态度

留克特拉战败的噩耗在斯巴达举办节庆时传来,监察官们临危不乱继续推进节庆,次日阵亡者的亲属与生还者的家属形成了截然相反的自豪与沮丧之对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

συμβάντος δὲ τοῖς τε Λακεδαιμονίοις πταίσματος ἀπροσδοκήτου καὶ τοῖς Θηβαίοις παρὰ δόξαν εὐτυχήματος οἷον οὐ γέγονεν ἄλλοις Ἕλλησι πρὸς Ἕλληνας ἀγωνισαμένοις, οὐδὲν ἄν τις ἧττον ἐζήλωσε τῆς ἀρετῆς καὶ ἠγάσθη1 τὴν ἡττημένην πόλιν ἢ τὴν νικῶσαν.

当拉刻代蒙人遭遇了意想不到的挫败,而忒拜人获得了希腊人同室操戈中前所未有的意外胜利时,人们对战败城邦之德行的赞叹与钦佩,绝不会亚于对战胜城邦的赞誉。

§29.2

ὁ μὲν γὰρ Ξενοφῶν φησι τῶν ἀγαθῶν ἀνδρῶν ἔχειν τι καὶ τὰς ἐν οἴνῳ καὶ παιδιᾷ φωνὰς καὶ διατριβὰς ἀξιομνημόνευτον, ὀρθῶς λέγων· ἔστι δὲ οὐχ ἧττον, ἀλλὰ καὶ μᾶλλον ἄξιον κατανοεῖν καὶ θεᾶσθαι τῶν ἀγαθῶν ἃ παρὰ τὰς τύχας πράττουσι2 καὶ λέγουσι διευσχημονοῦντες. ἔτυχε μὲν γὰρ ἡ πόλις ἑορτὴν ἄγουσα καὶ ξένων οὖσα μεστή· γυμνοπαιδίαι γὰρ ἦσαν ἀγωνιζομένων χορῶν ἐν τῷ θεάτρῳ· παρῆσαν δʼ ἀπὸ Λεύκτρων οἱ τὴν συμφορὰν ἀπαγγέλλοντες.

正如色诺芬所言,优秀之人即便在酒席宴饮与嬉戏间的言语和消遣,也自有值得铭记之处,此言甚当;然而,去体察和观照优秀之人在命运的逆境中如何保持体面地行事与言说,其价值不仅丝毫不逊于前者,反而尤为可贵。当时城邦恰逢举行节庆,满是外邦来客——正值裸体歌舞节,歌队在剧场中竞逐竞技——此时从留克特拉前线传报噩耗的使者赶到了。

§29.3

οἱ δὲ ἔφοροι, καίπερ εὐθὺς ὄντος καταφανοῦς ὅτι διέφθαρται τὰ πράγματα καὶ τὴν ἀρχὴν ἀπολωλέκασιν, οὔτε χορὸν ἐξελθεῖν εἴασαν οὔτε τὸ σχῆμα τῆς ἑορτῆς μεταβαλεῖν τὴν πόλιν, ἀλλὰ κατʼ οἰκίαν τῶν τεθνεώτων τοῖς προσήκουσι τὰ ὀνόματα πέμψαντες, αὐτοὶ τὰ περὶ τὴν θέαν καὶ τὸν ἀγῶνα τῶν χορῶν ἔπραττον.

监察官们虽然立即就清楚大局已倾覆、霸权已丧失,但既没有准许歌队退场,也没有允许城邦改变节日的规制,而是将阵亡者的名单逐户送至其亲属家中,他们自己则继续操持观赏与歌队竞技之事。

§29.4

ἅμα δὲ ἡμέρᾳ φανερῶν ἤδη γεγονότων πᾶσι τῶν σωζομένων καὶ τῶν τεθνεώτων, οἱ μὲν τῶν τεθνεώτων πατέρες καὶ κηδεσταὶ καὶ οἰκεῖοι καταβαίνοντες εἰς ἀγορὰν ἀλλήλους ἐδεξιοῦντο λιπαροὶ τὰ πρόσωπα, φρονήματος μεστοὶ καὶ γήθους, οἱ δὲ τῶν σωζομένων, ὥσπερ ἐπὶ πένθει, μετὰ τῶν γυναικῶν οἴκοι διέτριβον, εἰ δέ τις ὑπʼ ἀνάγκης προέλθοι, καὶ σχήματι καὶ φωνῇ καὶ βλέμματι ταπεινὸς ἐφαίνετο καὶ συνεσταλμένος.

天明时分,生还者与阵亡者的身份对众人已昭然若揭,阵亡者的父亲、姻亲和家属们走下广场,容光焕发,满怀自豪与欣喜地互相握手致意;而生还者的亲属则如同服丧一般,与妇人们一同闭门家中,若有人迫于无奈外出,其举止、语声和眼神都显得低微萎靡。

§29.5

ἔτι δὲ μᾶλλον τῶν γυναικῶν ἰδεῖν ἦν καὶ πυθέσθαι3 τὴν μὲν ζῶντα προσδεχομένην υἱὸν ἀπὸ τῆς μάχης κατηφῆ καὶ σιωπηλήν, τὰς δὲ τῶν πεπτωκέναι λεγομένων ἔν τε τοῖς ἱεροῖς εὐθὺς ἀναστρεφομένας, καὶ πρὸς ἀλλήλας ἱλαρῶς καὶ φιλοτίμως βαδιζούσας.

而在妇人身上,这种情态更为分明可观可闻:等待儿子从战场生还的母亲低首垂气、默然无语,而那些被告知儿子已阵亡的母亲则立刻前往各处神殿巡礼,容光焕发且自豪地相互走动致意。

语法注3 条
  1. 29.1οὐδὲν ἄν τις ἧττον ἐζήλωσε τῆς ἀρετῆς καὶ ἠγάσθη

    由 ἄν 与不定过去式直陈语气(ἐζήλωσε, ἠγάσθη)结合构成的过去潜在句(“任何人都会赞叹……”),主语为不定代名词 τις。属格 τῆς ἀρετῆς 用作动词 ἐζήλωσε 的原因属格。

  2. 29.2τῶν ἀγαθῶν ἃ παρὰ τὰς τύχας πράττουσι

    承接前句的 τῶν ἀγαθῶν ἀνδρῶν,τῶν ἀγαθῶν 最宜理解为阳性属格(“优秀之人所行之事……”),作为关系从句中动作主体的修饰属格,而关系代词从句 ἃ ... πράττουσι καὶ λέγουσι 作不定式 κατανοεῖν 的宾语。虽亦可视为中性部分属格,但依上下文与前文人物对举之义,取阳性为佳。

  3. 29.5ἔτι δὲ μᾶλλον τῶν γυναικῶν ἰδεῖν ἦν καὶ πυθέσθαι

    非人称的 ἦν 搭配不定式(ἰδεῖν ... καὶ πυθέσθαι)表可能(“可以见到和听闻”)。属格 τῶν γυναικῶν 可视为修饰后文 τὴν μὲν ... τὰς δὲ 的部分属格(“在妇女当中,一方……另一方……”),或范围属格。其后的宾格分词结构(τὴν μὲν ... προσδεχομένην, τὰς δὲ ... ἀναστρεφομένας)作 ἰδεῖν 的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:29.1-29.5