← 普鲁塔克

阿格西劳斯传

§2.1-2.3

阿格西劳斯的少年品性与身体缺陷

少年阿格西劳斯兼具进取心与温顺品质,赢得了吕珊德的喜爱。他虽有跛足且身材矮小,却以开朗幽默和不屈毅力弥补了缺陷,终其一生为人所爱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

ἐν δὲ ταῖς καλουμέναις ἀγέλαις τῶν συντρεφομένων παίδων Λύσανδρον ἔσχεν ἐραστήν, ἐκπλαγέντα μάλιστα τῷ κοσμίῳ τῆς φύσεως αὐτοῦ. φιλονεικότατος γὰρ ὢν καὶ θυμοειδέστατος ἐν τοῖς νέοις καὶ πάντα πρωτεύειν βουλόμενος, καὶ τὸ σφοδρὸν ἔχων καὶ ῥαγδαῖον ἄμαχον καὶ δυσεκβίαστον, εὐπειθείᾳ πάλιν αὖ καὶ πρᾳότητι τοιοῦτος ἦν οἷος φόβῳ μηδέν, αἰσχύνῃ δὲ πάντα ποιεῖν τὰ προσταττόμενα,1 καὶ τοῖς ψόγοις ἀλγύνεσθαι μᾶλλον ἢ τοὺς πόνους βαρύνεσθαι·

在共同抚养的少年所谓的“群”中,他得到了吕珊德作为他的爱慕者,后者尤其为他天性的节制规矩所倾倒。因为他在同辈青年中最为争强好胜、意气风发,事事皆欲居首,其迅猛果决之势无人可敌、难以压服;然而在顺从与温和方面,他又表现得绝不因恐惧而行事,凡所受吩咐之事皆因羞耻心而竭力践行,且因受人指责而感到的痛苦远甚于不堪辛劳的重负。

§2.2

τὴν δὲ τοῦ σκέλους πήρωσιν ἥ τε ὥρα τοῦ σώματος ἀνθοῦντος ἐπέκρυπτε, καὶ τὸ ῥᾳδίως φέρειν καὶ ἱλαρῶς τὸ τοιοῦτο, παίζοντα καὶ σκώπτοντα πρῶτον ἑαυτόν,2 οὐ μικρὸν ἦν ἐπανόρθωμα τοῦ πάθους, ἀλλὰ καὶ τὴν φιλοτιμίαν ἐκδηλοτέραν ἐποίει, πρὸς μηδένα πόνον μηδὲ πρᾶξιν ἀπαγορεύοντος αὐτοῦ διὰ τὴν χωλότητα,3 τῆς δὲ μορφῆς εἰκόνα μὲν οὐκ ἔχομεν αὐτὸς γὰρ οὐκ ἠθέλησεν, ἀλλὰ καὶ ἀποθνήσκων ἀπεῖπε μήτε πλαστὰν μήτε μιμηλάν4 τινα ποιήσασθαι τοῦ σώματος εἰκόνα, λέγεται δὲ μικρός τε γενέσθαι καὶ τὴν ὄψιν εὐκαταφρόνητος·

他腿部的残疾,既有其肉体盛年时的风采予以掩饰,而他轻松豁达地承受这一缺陷——总是率先拿自己开玩笑和打趣——也对这残缺起到了不小的弥补作用,反而更彰显了他的进取心,因为他并未因跛脚而对任何劳苦或行动望而却步。我们未曾保有他的样貌肖像,因他自己不愿留下,甚至在临终时也下令禁止为他的身体制作任何模塑或描摹的肖像;据说他身材矮小,相貌平平甚至不起眼。

§2.3

ἡ δὲ ἱλαρότης καὶ τὸ εὔθυμον ἐν ἅπαντι καιρῷ καὶ παιγνιῶδες, ἀχθεινὸν δὲ καὶ τραχὺ μηδέποτε μήτε φωνῇ μήτε ὄψει, τῶν καλῶν καὶ ὡραίων ἐρασμιώτερον αὐτὸν ἄχρι γήρως παρεῖχεν. ὡς δὲ Θεόφραστος ἱστορεῖ, τὸν Ἀρχίδαμον ἐζημίωσαν οἱ ἔφοροι γήμαντα γυναῖκα μικράν· οὐ γὰρ βασιλεῖς ἔφασαν, ἄμμιν, ἀλλὰ βασιλείδια γεννάσει.5

然而,无论何时他都欢快开朗、风趣幽默,无论声音还是神态皆绝无令人生厌与粗厉之处,这使他直至暮年都比俊美盛年之人更为招人喜爱。正如泰奥弗拉斯托斯所记述的,监察官们曾因阿基达摩斯娶了一个矮小的女人而向他课以罚款: “因为她给我们生的,”他们说,“不是诸王,而是小人儿王。”

语法注5 条
  1. 2.1τοιοῦτος ἦν οἷος φόβῳ μηδέν, αἰσχύνῃ δὲ πάντα ποιεῖν τὰ προσταττόμενα

    此处为 τοιοῦτος οἷος 搭配不定式(ποιεῖν、ἀλγύνεσθαι、βαρύνεσθαι)的相关结构,表述其内在品性:“具有……那样的性情”。支配 ποιεῖν 的两个原因与格 φόβῳ 与 αἰσχύνῃ 构成鲜明对比。

  2. 2.2παίζοντα καὶ σκώπτοντα πρῶτον ἑαυτόν

    宾格分词 παίζοντα καὶ σκώπτοντα 与带冠词不定式 τὸ ῥᾳδίως φέρειν 的逻辑主语(阿格西劳斯本人)在格上保持一致,因不定式的主语在构词上按惯例作宾格处理。

  3. 2.2πρὸς μηδένα πόνον μηδὲ πρᾶξιν ἀπαγορεύοντος αὐτοῦ διὰ τὴν χωλότητα

    属格独立结构。动词 ἀπαγορεύω 在此与介词 πρός(接宾格)连用,意为“在……面前屈服、放弃、气馁”。

  4. 2.2μήτε πλαστὰν μήτε μιμηλάν

    多利斯方言形式,显示阴性单数宾格词尾 -ᾱν(对应雅典方言的 -ην)。普鲁塔克在此保留了斯巴达禁令或敕辞原本的方言色彩。

  5. 2.3ἄμμιν, ἀλλὰ βασιλείδια γεννάσει

    ἄμμιν 是多利斯方言的第一人称复数与格(相当于雅典方言的 ἡμῖν)。γεννάσει 为多利斯方言的第三人称单数将来时(对应雅典方言的 γεννήσει)。带有指小后缀 -ίδιον 的中性复数名词 βασιλείδια 含有轻蔑戏谑的意味:“微不足道的小君王/矮子王”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:2.1-2.3