← 普鲁塔克

阿格西劳斯传

§28.1-28.6

对忒拜宣战与留克特拉之战的惨败

阿格西劳斯围绕波奥提亚的自治问题与埃帕米农达发生激烈争执,遂将忒拜排除在和约之外并向其宣战;斯巴达军队在短短二十天后的留克特拉之战中遭遇惨败。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

ὁρῶν οὖν ὁ Ἀγησίλαος ὑπερφυῶς ἀγαμένους καὶ προσέχοντας αὐτῷ τοὺς Ἕλληνας, ἠρώτησεν εἰ νομίζει δίκαιον εἶναι καὶ ἴσον αὐτονομεῖσθαι τὴν Βοιωτίαν. ἀντερωτήσαντος δὲ τοῦ Ἐπαμεινώνδου ταχὺ καὶ τεθαρρηκότως εἰ κἀκεῖνος οἴεται δίκαιον αὐτονομεῖσθαι τὴν Λακωνικήν, ἀναπηδήσας ὁ Ἀγησίλαος μετʼ ὀργῆς ἐκέλευσε λέγειν σαφῶς αὐτὸν εἰ τὴν Βοιωτίαν ἀφίησιν αὐτόνομον.

阿格西劳斯见希腊诸邦极其钦佩埃帕米农达并专注倾听其言,便质问他是否认为让波奥提亚保持自治是合乎正义且平等的。埃帕米农达随即毫不示弱地反问道:他〔阿格西劳斯〕是否也认为让拉科尼亚保持自治是合乎正义的?阿格西劳斯勃然跳起,愤怒地命令他明白地说清楚,他是否允许波奥提亚自治。

§28.2

τὸ δὲ αὐτὸ τοῦτο πάλιν τοῦ Ἐπαμεινώνδου φήσαντος, εἰ τὴν Λακωνικὴν ἀφίησιν αὐτόνομον, οὕτω τραχέως ἔσχεν ὁ Ἀγησίλαος καὶ τὴν πρόφασιν ἠγάπησεν ὡς εὐθὺς ἐξαλεῖψαι τὸ τῶν Θηβαίων ὄνομα τῆς εἰρήνης καὶ προειπεῖν πόλεμον αὐτοῖς τοὺς δὲ ἄλλους Ἕλληνας διαλλαγέντας ἐκέλευσεν ἀπιέναι, τὰ μὲν ἀκεστὰ τῆς εἰρήνης, τὰ δὲ ἀνήκεστα τοῦ πολέμου ποιοῦντας.1 ἔργον γὰρ ἦν πάσας ἐκκαθᾶραι καὶ διαλῦσαι τὰς ἀμφιλογίας.

当埃帕米农达再次回以完全相同的一问,即他〔阿格西劳斯〕是否允许拉科尼亚自治时,阿格西劳斯盛怒难遏,欣然抓住了这一借口,立即从和约中抹去了忒拜人的名字,并向他们宣战。他命令其余希腊人在达成和解后离去,让可挽回之事归于和平,让不可挽回之事归于战争;因为要彻底清除并平息所有纷争本就是一件难事。

§28.3

ἔτυχε δὲ κατʼ ἐκεῖνον τὸν χρόνον ἐν Φωκεῦσιν ὢν ὁ Κλεόμβροτος μετὰ δυνάμεως, εὐθὺς οὖν ἔπεμπον οἱ ἔφοροι κελεύοντες αὐτὸν ἐπὶ Θηβαίους ἄγειν τὸ στράτευμα· καὶ τοὺς συμμάχους περιπέμποντες ἤθροιζον, ἀπροθύμους μὲν ὄντας καὶ βαρυνομένους τὸν πόλεμον, οὔπω δὲ θαρροῦντας ἀντιλέγειν οὐδὲ ἀπειθεῖν τοῖς Λακεδαιμονίοις.

当时恰逢克勒姆布罗托斯率领一支军队在福基斯,监察官们便立即派人前去,命令他率军进击忒拜人。他们还派人四处召集盟友,盟友们虽然不情愿且视战争为沉重负担,但尚不敢出言反对或拒绝服从拉刻代蒙人。

§28.4

πολλῶν δὲ σημείων μοχθηρῶν γενομένων, ὡς ἐν τῷ περὶ Ἐπαμεινώνδου γέγραπται, καὶ Προθόου τοῦ Λάκωνος ἐναντιουμένου πρὸς τὴν στρατείαν, οὐκ ἀνῆκεν ὁ Ἀγησίλαος, ἀλλʼ ἐξέπραξε τὸν πόλεμον, ἐλπίζων αὐτοῖς μὲν τῆς Ἑλλάδος ὅλης ὑπαρχούσης, ἐκσπόνδων δὲ τῶν Θηβαίων γενομένων, καιρὸν εἶναι δίκην λαβεῖν παρʼ αὐτῶν.

尽管出现了许多凶兆——正如在关于埃帕米农达的传记中所写的那样——且拉科尼亚人普罗托斯也反对出兵,但阿格西劳斯毫不退让,执意推进战争;他期望既然全希腊都归附自己一方,而忒拜人已被排除在条约之外,这正是向他们施以惩处的好时机。

§28.5

δηλοῖ δὲ τὸ σὺν ὀργῇ μᾶλλον ἢ λογισμῷ γενέσθαι τὴν στρατείαν ἐκείνην ὁ καιρός,2 τῇ γὰρ τετράδι ἐπὶ δέκα τοῦ Σκιροφοριῶνος μηνὸς ἐποιήσαντο τὰς σπονδὰς ἐν Λακεδαίμονι, τῇ δὲ πέμπτῃ τοῦ Ἑκατομβαιῶνος ἡττήθησαν ἐν Λεύκτροις ἡμερῶν εἴκοσι διαγενομένων. ἀπέθανον δὲ χίλιοι Λακεδαιμονίων καὶ Κλεόμβροτος ὁ βασιλεὺς καὶ περὶ αὐτὸν οἱ κράτιστοι τῶν Σπαρτιατῶν.

这次远征是出于愤怒而非深思熟虑,这一点由时间本身即可证明:他们是在斯基罗福里翁月十四日在拉刻代蒙缔结了条约,而二十天后的赫卡托姆拜翁月五日便在留克特拉遭到溃败。拉刻代蒙人阵亡了一千人,国王克勒姆布罗托斯以及他身旁最精锐的斯巴达人均战死沙场。

§28.6

ἐν οἷς καὶ Κλεώνυμόν φασι τὸν Σφοδρίου τὸν καλὸν τρὶς πεσόντα πρὸ τοῦ βασιλέως καὶ τοσαυτάκις ἐξαναστάντα καὶ μαχόμενον τοῖς Θηβαίοις ἀποθανεῖν.

据说在阵亡者中还有斯福德里亚斯的美貌儿子克勒奥尼穆斯,他在国王身前倒下三次,又同样三次站起,最终在与忒拜人的战斗中阵亡。

语法注2 条
  1. 28.2τὰ μὲν ἀκεστὰ τῆς εἰρήνης, τὰ δὲ ἀνήκεστα τοῦ πολέμου ποιοῦντας

    τῆς εἰρήνης 与 τοῦ πολέμου 作表示归属的表语性属格,与分词 ποιοῦντας 搭配,字面意为“将可挽回之事归于和平的范畴,将不可挽回之事归于战争的范畴”。

  2. 28.5δηλοῖ δὲ τὸ σὺν ὀργῇ μᾶλλον ἢ λογισμῷ γενέσθαι τὴν στρατείαν ἐκείνην ὁ καιρός

    句末的 ὁ καιρός 为主语,动词 δηλοῖ 的直接宾语为前置的带冠词不定式从句 τὸ ... γενέσθαι τὴν στρατείαν ἐκείνην(语序倒装)。意即“时机本身表明了该次远征乃是出于愤怒而非深思熟虑”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:28.1-28.6