← 普鲁塔克

阿格西劳斯传

§27.1-27.4

阿格西劳斯患病与埃帕米农达力争和平

阿格西劳斯在墨伽拉健全的腿部突发重疾并失血昏厥,被迫长期休养无法统军。斯巴达军随后在泰居拉战役中遭忒拜重创,在各邦召开的和会上,埃帕米农达挺身而出,当面向阿格西劳斯力主平等的和平。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27.1

ἐν δὲ Μεγάροις, ὅτε τὴν στρατιὰν ἀπῆγεν ἐκ Θηβῶν, ἀναβαίνοντος αὐτοῦ πρὸς τὸ ἀρχεῖον εἰς τὴν ἀκρόπολιν, σπάσμα καὶ πόνον ἰσχυρὸν ἔλαβε τὸ ὑγιὲς σκέλος·1 ἐκ δὲ τούτου διογκωθὲν μεστὸν αἵματος ἔδοξε γεγονέναι, καὶ φλεγμονὴν ὑπερβάλλουσαν παρεῖχεν.

然而在墨伽拉,当他率军撤离忒拜、正登上卫城走向市政公所时,他那只健全的腿突然抽搐并剧烈疼痛;随后腿部肿胀,似乎充塞着鲜血,引起了极其严重的炎症。

§27.2

ἰατροῦ δέ τινος Συρακουσίου τὴν ὑπὸ τῷ σφυρῷ φλέβα σχάσαντος, αἱ μὲν ἀλγηδόνες ἔληξαν, αἵματος δὲ πολλοῦ φερομένου καὶ ῥέοντος ἀνεπισχέτως λιποψυχία πολλὴ καὶ κίνδυνος ὀξὺς ἀπʼ αὐτῆς περιέστη τὸν Ἀγησίλαον. οὐ μὴν ἀλλὰ τότε γε τὴν φορὰν τοῦ αἵματος ἔπαυσε·2 καὶ κομισθεὶς εἰς Λακεδαίμονα πολὺν χρόνον ἔσχεν ἀρρώστως καὶ πρὸς τὰς στρατείας ἀδυνάτως.

一位叙拉古的医生切开了他踝下的静脉,痛感虽然消除了,但大量的鲜血不可抑制地奔涌流淌,阿格西劳斯陷入深度昏厥并因此濒临生命危险。不过无论如何,那名医生当时总算止住了血流;〔阿格西劳斯〕被送回拉刻代蒙后,长期处于虚弱不堪、无法出征的状态。

§27.3

ἐν δὲ τῷ χρόνῳ τούτῳ πολλὰ συνέβη πταίσματα τοῖς Σπαρτιάταις καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ὧν ἦν τὸ περὶ Τεγύρας μέγιστον, ὅπου πρῶτον ἐκ παρατάξεως κρατηθέντες ὑπὸ Θηβαίων ἡττήθησαν. ἔδοξεν οὖν πᾶσι θέσθαι πρὸς πάντας εἰρήνην· καὶ συνῆλθον ἀπὸ τῆς Ἑλλάδος πρέσβεις εἰς Λακεδαίμονα ποιησόμενοι τὰς διαλύσεις.

在此期间,斯巴达人在陆地和海上屡遭挫败,其中最严重的当属泰居拉之战,他们在那里首次在会战中被忒拜人压制并击溃。于是所有人都赞同与所有人缔结和平;希腊各邦的使节纷纷齐聚拉刻代蒙以缔结条约。

§27.4

ὧν εἷς ἦν Ἐπαμεινώνδας, ἀνὴρ ἔνδοξος ἐπὶ παιδείᾳ καὶ φιλοσοφίᾳ, στρατηγίας δὲ πεῖραν οὔπω δεδωκώς. οὗτος ὁρῶν τοὺς ἄλλους ἅπαντας ὑποκατακλινομένους τῷ Ἀγησιλάῳ, μόνος ἐχρήσατο φρονήματι παρρησίαν ἔχοντι, καὶ διεξῆλθε λόγον, οὐχ ὑπὲρ Θηβαίων, ἀλλὰ ὑπὲρ τῆς Ἑλλάδος ὁμοῦ κοινόν, τὸν μὲν πόλεμον ἀποδεικνύων αὔξοντα τὴν Σπάρτην ἐξ ὧν ἅπαντες οἱ λοιποὶ κακῶς πάσχουσι, τὴν δὲ εἰρήνην ἰσότητι καὶ τῷ δικαίῳ κτᾶσθαι κελεύων οὕτω γὰρ αὐτὴν διαμενεῖν, ἴσων ἁπάντων γενομένων.3

使节中有一人是埃帕米农达,此人因学问和哲学而声名显赫,但尚未展现其将才。他见其他所有人都对阿格西劳斯屈意逢迎,唯独他保持着畅所欲言的气概,发表了一篇不仅代表忒拜、而是面向全希腊的共同演说。他阐明战争乃是通过让其余所有邦国遭受苦难来壮大斯巴达,并呼吁应当基于平等与正义建立和平,因为他认为只有在大家全都处于同等地位时,和平才能长久维持。

语法注3 条
  1. 27.1σπάσμα καὶ πόνον ἰσχυρὸν ἔλαβε τὸ ὑγιὲς σκέλος

    从阳性单数宾格形式 πόνον ἰσχυρόν 可以确定,它与 σπάσμα(中性单数)一同充当动词 ἔλαβε 的宾语。主语是中性单数主格的 τὸ ὑγιὲς σκέλος,字面意为“健全的腿遭受了抽搐与剧痛”。若因语序误将病痛视为施事主语,则无法解释 πόνον 的宾格形态。

  2. 27.2οὐ μὴν ἀλλὰ τότε γε τὴν φορὰν τοῦ αἵματος ἔπαυσε

    限定动词 ἔπαυσε(第三人称单数主动过去时)的主语在上下文承接前文独立属格中出现的“叙拉古医生”(ἰατρός τις Συρακούσιος),意为“不过无论如何,(医生)当时总算止住了血流”。

  3. 27.4οὕτω γὰρ αὐτὴν διαμενεῖν, ἴσων ἁπάντων γενομένων

    在由原因连词 γάρ 引导的从句中使用了不定式 διαμενεῖν。这是承接前文分词 κελεύων(以及言语转述语境)的间接引语不定式,传达了埃帕米农达的主张,即“因为只有在大家全都平等时,和平才能长久维持”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:27.1-27.4