← 普鲁塔克

阿格西劳斯传

§26.1-26.5

远征维奥蒂亚与阿格西劳斯对同盟军的妙策

针对赦免斯福德利亚斯引发的恶评以及同盟军对征讨维奥蒂亚的不满,阿格西劳斯通过按职业召集起立的妙计,证明了斯巴达所派出的纯正战力远超同盟军。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

ἀπολυθέντος δὲ τοῦ Σφοδρίου, καὶ τῶν Ἀθηναίων, ὡς ἐπύθοντο, πρὸς πόλεμον τραπομένων, σφόδρα κακῶς ὁ Ἀγησίλαος ἤκουσε,1 διʼ ἐπιθυμίαν ἄτοπον καὶ παιδαριώδη δοκῶν ἐμποδὼν γεγονέναι κρίσει δικαίᾳ, καὶ τὴν πόλιν παραίτιον ἀπειργάσθαι παρανομημάτων τηλικούτων εἰς τοὺς Ἕλληνας.

斯福德利亚斯获释之后,雅典人一听闻此事便转向战争,阿格西劳斯因此名声极坏;人们认为他出于荒谬幼稚的情欲阻挠公正的审判,使城邦沦为对希腊人犯下如此滔天罪行的同谋。

§26.2

ἐπεὶ δὲ τὸν Κλεόμβροτον οὐχ ἑώρα πρόθυμον ὄντα πολεμεῖν τοῖς Θηβαίοις, οὕτω δὴ χαίρειν τὸν νόμον ἐάσας2 ᾧ πρόσθεν ἐχρῆτο περὶ τῆς στρατείας, αὐτὸς εἰς Βοιωτίαν ἐνέβαλεν ἤδη καὶ κακῶς ἐποίει τοὺς Θηβαίους καὶ πάλιν ἀντέπασχεν, ὥστε καὶ τρωθέντος αὐτοῦ ποτε τὸν Ἀνταλκίδαν εἰπεῖν· ἦ καλὰ τὰ διδασκάλια παρὰ Θηβαίων ἀπολαμβάνεις, μὴ βουλομένους μηδὲ ἐπισταμένους μάχεσθαι διδάξας.

看到克勒奥姆布洛托斯不愿对忒拜人作战,阿格西劳斯便弃置了此前关于出征所遵循的法律,亲自率军径自攻入维奥蒂亚,蹂躏忒拜人,同时也遭受对方反击,以至于有一次他负伤时,安塔尔基达斯对他说道: “你从忒拜人那里得到的学费可真丰厚啊,居然教会了那些原本既不想也不懂作战的人打仗。”

§26.3

τῷ γὰρ ὄντι Θηβαίους αὐτοὺς ἑαυτῶν πολεμικωτάτους τότε γενέσθαι φασί, ταῖς πολλαῖς στρατείαις τῶν Λακεδαιμονίων ἐπʼ αὐτοὺς ὥσπερ ἐγγυμνασαμένους, διὸ καὶ Λυκοῦργος ὁ παλαιὸς ἐν ταῖς καλουμέναις τρισὶ ῥήτραις ἀπεῖπε μὴ πολλάκις ἐπὶ τοὺς αὐτοὺς στρατεύειν, ὅπως μὴ πολεμεῖν μανθάνωσιν. ἦν δὲ καὶ τοῖς συμμάχοις τῶν Λακεδαιμονίων ἐπαχθὴς ὁ Ἀγησίλαος, ὡς διʼ οὐδὲν ἔγκλημα δημόσιον, ἀλλὰ θυμῷ τινι καὶ φιλονεικίᾳ τοὺς Θηβαίους ἀπολέσαι ζητῶν.

事实上,据说忒拜人当时达到了战斗力的巅峰,他们仿佛在拉刻代蒙人的频繁征讨中受到了操练;因此古时的吕库古在所谓的三条“神谕敕令”中,禁止频繁征伐相同的敌人,以免他们学会打仗。阿格西劳斯也让拉刻代蒙的同盟者感到厌烦,因为人们认为他并非出于任何公愤,而是出于某种私怨和争胜之心企图消灭忒拜人。

§26.4

οὐδὲν οὖν ἔλεγον δεόμενοι3 φθείρεσθαι δεῦρο κἀκεῖσε καθʼ ἕκαστον ἐνιαυτόν, ὀλίγοις τοσοῦτοι συνακολουθοῦντες· ἔνθα δὲ δὴ λέγεται τὸν Ἀγησίλαον, ἐξελέγξαι βουλόμενον αὐτῶν τὸ πλῆθος, τόδε μηχανήσασθαι. πάντας ἐκέλευσε καθίσαι τοὺς συμμάχους μετʼ ἀλλήλων ἀναμεμιγμένους, ἰδίᾳ δὲ τοὺς Λακεδαιμονίους ἐφʼ ἑαυτῶν.

于是他们抱怨说,如此众多的同盟者跟随极少数斯巴达人,年复一年地奔波消耗,根本毫无必要。据说此时阿格西劳斯为了反驳他们人数众多的说法,设计了如下妙计。他命所有同盟者混合坐在一起,唯独让拉刻代蒙人单独坐在一边。

§26.5

εἶτα ἐκήρυττε τοὺς κεραμεῖς ἀνίστασθαι πρῶτον ὡς δὲ ἀνέστησαν οὗτοι, δεύτερον ἐκήρυττε τοὺς χαλκεῖς, εἶτα τέκτονας ἐφεξῆς καὶ οἰκοδόμους καὶ τῶν ἄλλων τεχνῶν ἑκάστην. πάντες οὖν ὀλίγου δεῖν4 ἀνέστησαν οἱ σύμμαχοι, τῶν δὲ Λακεδαιμονίων οὐδείς· ἀπείρητο γὰρ αὐτοῖς τέχνην ἐργάζεσθαι καὶ μανθάνειν βάναυσον. οὕτω δὴ γελάσας ὁ Ἀγησίλαος, ὁρᾶτε, εἶπεν, ὦ ἄνδρες, ὅσῳ πλείονας ὑμῶν στρατιώτας ἐκπέμπομεν ἡμεῖς.

随后,他传令陶工首先起立;这些人站起来后,他接着传令铁匠,随后依次是木匠、石匠以及其他各行业的工匠。结果几乎所有同盟者都站了起来,而拉刻代蒙人中却没有一个站立,因为他们被禁止学习或从事粗鄙的手工技艺。阿格西劳斯于是笑了起来,“诸位请看,”他说,“我们派出的士兵,比你们要多得多。”

语法注4 条
  1. 26.1σφόδρα κακῶς ὁ Ἀγησίλαος ἤκουσε

    习语 κακῶς ἀκούω 具被动含义,意为“遭受恶评”或“被坏话议论”。随后的分词短语 δοκῶν... 说明了他招致恶评的原因与内容。

  2. 26.2χαίρειν τὸν νόμον ἐάσας

    短语 χαίρειν ἐάω 是固定成语,意为“告别、置之不理、弃之不顾”。在此指阿格西劳斯将以往所遵循的关于服役或出征年龄的法令抛在脑后,亲自出征。

  3. 26.4οὐδὲν οὖν ἔλεγον δεόμενοι

    短语 οὐδὲν δεόμενοι 是具有副词性质的分词惯用表达,意为“毫无必要地”或“毫无所求地”,修饰不定式 φθείρεσθαι 所表示的奔波消耗之举。ἔλεγον 引出同盟者的抱怨。

  4. 26.5ὀλίγου δεῖν

    由无人称动词 δεῖ 构成的绝对不定式成语,意为“几乎”、“差一点”,在此作副词修饰 ἀνέστησαν οἱ σύμμαχοι(同盟军几乎全数起立)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:26.1-26.5