← 普鲁塔克

阿格西劳斯传

§25.1-25.5

因儿子求情而赦免斯福德利亚斯

阿格西劳斯之子阿基达摩斯因深爱克勒奥纽摩斯,应其恳求为面临死罪的斯福德利亚斯向父王求情。阿格西劳斯出于对儿子的爱护,虽谴责其罪行,却借口城邦需要此类武士而为之开脱,由此展现出其深厚的舐犊之情。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.1

εἶχεν οὖν υἱὸν ὁ Σφοδρίας Κλεώνυμον, οὗ παιδὸς ὄντος ἔτι καὶ καλοῦ τὴν ὄψιν Ἀρχίδαμος ὁ Ἀγησιλάου τοῦ βασιλέως υἱὸς ἤρα. καὶ τότε συνηγωνία μὲν ὡς εἰκὸς αὐτῷ κινδυνεύοντι περὶ τοῦ πατρός, συμπράττειν δὲ φανερῶς καὶ βοηθεῖν οὐκ εἶχεν1 ἦν γὰρ ὁ Σφοδρίας ἐκ τῶν διαφόρων τοῦ Ἀγησιλάου.

斯福德利亚斯有一个儿子名叫克勒奥纽摩斯;当他还是个少年且容貌俊美时,国王阿格西劳斯的儿子阿基达摩斯爱上了他。当时,阿基达摩斯理所当然地同情并分担他因父亲陷于危难而产生的痛苦,却无法公开襄助或施以援手;因为斯福德利亚斯属于阿格西劳斯的政敌。

§25.2

τοῦ δὲ Κλεωνύμου προσελθόντος αὐτῷ καὶ μετὰ δεήσεως καὶ δακρύων ἐντυχόντος, ὅπως τὸν Ἀγησίλαον εὔνουν παράσχῃ, μάλιστα γὰρ ἐκεῖνον αὐτοῖς φοβερὸν εἶναι,2 τρεῖς μὲν ἢ τέσσαρας ἡμέρας αἰδούμενος τὸν πατέρα καὶ δεδιὼς σιωπῇ παρηκολούθει· τέλος δὲ τῆς κρίσεως ἐγγὺς οὔσης ἐτόλμησεν εἰπεῖν πρὸς τὸν Ἀγησίλαον ὅτι Κλεώνυμος αὐτοῦ δεηθείη περὶ τοῦ πατρός·

克勒奥纽摩斯来到他面前,流着泪恳求他使阿格西劳斯心怀善意——因为对于他们来说,那个人最为可怕——阿基达摩斯出于对父亲的敬畏与惧怕,默默跟随在旁达三四天之久;但最后眼见审判迫近,他终于鼓起勇气向阿格西劳斯进言,说克勒奥纽摩斯为了其父向自己祈求。

§25.3

ὁ δὲ Ἀγησίλαος εἰδὼς ἐρῶντα τὸν Ἀρχίδαμον οὐκ ἔπαυσεν ἦν γὰρ ὁ Κλεώνυμος εὐθὺς ἐκ παίδων ἐπίδοξος, εἴ τις καὶ ἄλλος, ἀνὴρ ἔσεσθαι σπουδαῖος. οὐ μὴν ἐνέδωκέ τι τότε χρηστὸν ἢ φιλάνθρωπον ἐλπίσαι δεομένῳ τῷ παιδί, σκέψεσθαι δὲ φήσας ὅ τι καλῶς ἔχοι καὶ πρεπόντως, ἀπῆλθεν.

阿格西劳斯虽然知道阿基达摩斯堕入情网,却没有制止他;因为克勒奥纽摩斯自幼便不亚于其他任何人,有望成为一个优秀的男子汉。然而,当时面对哀求的儿子,他并没有许诺任何令人感到宽慰或温情的期望,而只是表示自己会考虑什么是合适且得体的,随后便离去了。

§25.4

αἰδούμενος οὖν ὁ Ἀρχίδαμος ἐξέλειπε τὸ προσιέναι τῷ Κλεωνύμῳ, καίπερ εἰωθὼς πολλάκις τοῦτο τῆς ἡμέρας ποιεῖν πρότερον. ἐκ δὲ τούτου κἀκεῖνοι τὰ κατὰ τὸν Σφοδρίαν μᾶλλον ἀπέγνωσαν, ἄχρι οὗ τῶν Ἀγησιλάου φίλων Ἐτυμοκλῆς ἔν τινι κοινολογίᾳ πρὸς αὐτοὺς ἀπεγύμνωσε τὴν γνώμην τοῦ Ἀγησιλάου· τὸ μὲν γὰρ ἔργον ὡς ἔνι μάλιστα ψέγειν αὐτόν, ἄλλως γε μὴν ἄνδρα τὸν Σφοδρίαν ἀγαθὸν ἡγεῖσθαι καὶ τὴν πόλιν ὁρᾶν τοιούτων στρατιωτῶν δεομένην.3

于是阿基达摩斯感到羞惭,便不再去见克勒奥纽摩斯,尽管他以前习惯于每天去见好几次。因此,他们对斯福德利亚斯的处境更加感到绝望,直到阿格西劳斯的朋友之一埃图莫克勒斯在一次与他们的交谈中透露了阿格西劳斯的真实心意:国王虽然极力谴责这一行径,但另一方面仍认为斯福德利亚斯是个勇敢的男子汉,并且看到城邦需要这样的战士。

§25.5

τούτους γὰρ ὁ Ἀγησίλαος ἑκάστοτε τοὺς λόγους ἐποιεῖτο περὶ τῆς δίκης, τῷ παιδὶ χαρίζεσθαι βουλόμενος, ὥστε καὶ τὸν Κλεώνυμον εὐθὺς αἰσθάνεσθαι τὴν σπουδὴν τοῦ Ἀρχιδάμου καὶ τοὺς φίλους τοὺς τοῦ Σφοδρίου θαρροῦντας ἤδη βοηθεῖν. ἦν δὲ καὶ φιλότεκνος ὁ Ἀγησίλαος διαφερόντως· καὶ περὶ ἐκείνου τὸ τῆς παιδιᾶς λέγουσιν, ὅτι μικροῖς τοῖς παιδίοις οὖσι κάλαμον περιβεβηκὼς ὥσπερ ἵππον οἴκοι συνέπαιζεν, ὀφθεὶς δὲ ὑπό τινος τῶν φίλων παρεκάλει μηδενὶ φράσαι, πρὶν ἂν καὶ αὐτὸς πατὴρ παίδων γένηται.

阿格西劳斯之所以在关于这场审判的言谈中屡屡发表这些议论,是因为想要讨好自己的儿子;结果不仅克勒奥纽摩斯立刻察觉到了阿基达摩斯的用心,斯福德利亚斯的朋友们也鼓起勇气出面相助了。阿格西劳斯也是个异乎寻常慈爱子女的人;关于他,人们流传着那个关于游戏的轶事:当孩子们尚年幼时,他在家中跨在一根芦苇上当马骑,陪孩子们一同玩耍;被一位朋友撞见后,他恳求对方在自己也成为孩子们的父亲之前,切勿将此事告诉任何人。

语法注3 条
  1. 25.1συμπράττειν δὲ φανερῶς καὶ βοηθεῖν οὐκ εἶχεν

    动词 ἔχω 后接不定式表示具有能力或手段(“能够……”、“有办法……”);与否定词 οὐ 连用,表示他无法公开襄助或提供援助。

  2. 25.2μάλιστα γὰρ ἐκεῖνον αὐτοῖς φοβερὸν εἶναι

    在表示原因的 γάρ 从句中出现了宾格不定式结构(ἐκεῖνον ... εἶναι),这是间接引语(oratio obliqua)的延续,体现出这属于克勒奥纽摩斯向阿基达摩斯陈述的主观理由,而非叙述者的客观断言。

  3. 25.4τὸ μὲν γὰρ ἔργον ὡς ἔνι μάλιστα ψέγειν αὐτόν, ἄλλως γε μὴν ἄνδρα τὸν Σφοδρίαν ἀγαθὸν ἡγεῖσθαι καὶ τὴν πόλιν ὁρᾶν τοιούτων στρατιωτῶν δεομένην

    此句承接前文的 ἀπεγύμνωσε τὴν γνώμην(吐露心意),由间接引语统摄不定式 ψέγειν、ἡγεῖσθαι 和 ὁρᾶν,宾格代词 αὐτόν(指阿格西劳斯)作其逻辑主语。短语 ὡς ἔνι μάλιστα 为固定成语,意为“尽可能地、竭力地”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:25.1-25.5