← 普鲁塔克

阿格西劳斯传

§24.1-24.6

阿格西劳斯推辞指挥与斯福德利亚斯突袭失败

阿格西劳斯以依法免除兵役为由推辞了征讨忒拜的指挥权,克勒翁布罗托斯被派往带兵。与此同时,忒斯庇埃的总督斯福德利亚斯企图突袭雅典的比雷埃夫斯却以失败告终,在斯巴达面临死刑审判。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.1

ἦν μὲν οὖν εὐθὺς ἐκ τούτων ὑπόνοια Φοιβίδου μὲν ἔργον εἶναι, βούλευμα δὲ Ἀγησιλάου τὸ πεπραγμένον· αἱ δὲ ὕστερον πράξεις ὁμολογουμένην ἐποίησαν τὴν αἰτίαν. ὡς γὰρ ἐξέβαλον οἱ Θηβαῖοι τὴν φρουρὰν καί τὴν πόλιν ἠλευθέρωσαν, ἐγκαλῶν αὐτοῖς ὅτι τὸν Ἀρχίαν καὶ τὸν Λεοντίδαν ἀπεκτόνεσαν, ἔργῳ μὲν τυράννους, λόγῳ δὲ πολεμάρχους ὄντας, ἐξήνεγκε πόλεμον πρὸς αὐτούς.

因此,从这些事情中立刻产生了一种猜疑:所行之事虽是福比达斯所为,但谋划却出自阿格西劳斯;而他后来的举动则证实了这一指控。因为当忒拜人驱逐驻军并解放城邦时,阿格西劳斯指责他们杀害了名义上是军事长官、实际上却是僭主的阿尔基亚斯与莱昂提达斯,并对他们发动了战争。

§24.2

καὶ Κλεόμβροτος ἤδη βασιλεύων Ἀγησιπόλιδος τεθνηκότος, εἰς Βοιωτίαν ἐπέμφθη μετὰ δυνάμεως· ὁ γὰρ Ἀγησίλαος, ὡς ἔτη τεσσαράκοντα γεγονὼς ἀφʼ ἥβης1 καί στρατείας ἔχων ἄφεσιν ὑπὸ τῶν νόμων, ἔφυγε τὴν στρατηγίαν ἐκείνην, αἰσχυνόμενος εἰ2 Φλιασίοις ὀλίγον ἔμπροσθεν ὑπὲρ φυγάδων πεπολεμηκώς, αὖθις ὀφθήσεται Θηβαίους κακῶς ποιῶν διὰ τοὺς τυράννους.

此时因阿格西波利斯已死而继位为王的克勒翁布罗托斯率军被派往波奥提亚;而阿格西劳斯由于成年已达四十年,依法享有免除兵役的特权,便避开了那次统帅职务,他感到羞耻的是,如果自己不久前刚为了流亡者与弗利乌斯人作战,如今又将被看到为了僭主去加害忒拜人。

§24.3

ἦν δέ τις Λάκων Σφοδρίας ἐκ τῆς ὑπεναντίας στάσεως τῷ Ἀγησιλάῳ τεταγμένος ἐν Θεσπιαῖς ἁρμοστής, οὐκ ἄτολμος μὲν οὐδʼ ἀφιλότιμος ἀνήρ, ἀεὶ δʼ ἐλπίδων μᾶλλον ἢ φρενῶν ἀγαθῶν μεστός, οὗτος ἐπιθυμῶν ὀνόματος μεγάλου, καί τὸν Φοιβίδαν νομίζων ἔνδοξον γεγονέναι καί περιβόητον ἀπὸ τοῦ περὶ Θήβας τολμήματος, ἐπείσθη πολὺ κάλλιον εἶναι καί λαμπρότερον εἰ τὸν Πειραιᾶ καταλάβοι διʼ ἑαυτοῦ καί τῶν Ἀθηναίων ἀφέλοιτο τὴν θάλασσαν, ἐκ γῆς ἀπροσδοκήτως ἐπελθών.

当时有一位名叫斯福德利亚斯的斯巴达人,属于反对阿格西劳斯的派系,在忒斯庇埃被任命为总督。此人并非不敢作敢为,也非没有抱负,但总是满脑子幻想多于明智。他渴望建立伟大的名声,又认为福比达斯因在忒拜的大胆冒险而闻名遐迩、声名大噪,便坚信如果自己能凭己力占领比雷埃夫斯,从陆路出其不意地发起进攻从而夺走雅典人的制海权,将是远为壮丽辉煌之举。

§24.4

λέγουσι δὲ τοῦτο μηχάνημα γενέσθαι τῶν περὶ Πελοπίδαν καί Μέλωνα βοιωταρχῶν. ὑπέπεμψαν γὰρ ἀνθρώπους λακωνίζειν προσποιουμένους, οἳ τὸν Σφοδρίαν ἐπαινοῦντες καί μεγαλύνοντες ὡς ἔργου τηλικούτου μόνον ἄξιον, ἐπῆραν καί παρώρμησαν ἀνελέσθαι πρᾶξιν ἄδικον μὲν ὁμοίως ἐκείνῃ καί παράνομον, τόλμης δὲ καί τύχης ἐνδεᾶ γενομένην.

人们说这是佩洛皮达斯和梅隆等波奥提亚长官的计策。因为他们暗中派遣假装亲斯巴达的人,这些人称赞斯福德利亚斯并吹捧他是唯一配得上如此大业之人,从而唆使并促使他去从事一项与此前那起行动同样不义、违法,却欠缺勇气与运气的行动。

§24.5

ἡμέρα γὰρ αὐτὸν ἐν τῷ Θριασίῳ πεδίῳ κατέλαβε καί κατέλαμψεν ἐλπίσαντα νυκτὸς προσμίξειν τῷ Πειραιεῖ· καί φῶς ἀφʼ ἱερῶν τινων Ἐλευσινόθεν ἰδόντας λέγουσι φρῖξαι καί περιφόβους γενέσθαι τοὺς στρατιώτας. αὐτὸς δὲ τοῦ θράσους ἐξέπεσεν, ὡς οὐκέτι λαθεῖν ἦν, καί τινα βραχεῖαν ἁρπαγὴν θέμενος αἰσχρῶς ἀνεχώρησε καί ἀδόξως εἰς τὰς Θεσπιάς.

因为白昼在特里亚平原照亮并截住了他,而他原本指望在夜间抵达比雷埃夫斯;据说士兵们看到从埃勒乌西斯的某些神殿发出的光芒,便不寒而栗、惊骇万状。他自己也失去了胆气,因为再也不可能掩人耳目,于是在进行了一番微不足道的掳掠之后,便可耻而不光彩地撤回了忒斯庇埃。

§24.6

ἐκ δὲ τούτου κατήγοροι μὲν ἐπέμφθησαν εἰς Σπάρτην ἐξ Ἀθηνῶν, εὗρον δὲ κατηγορίας μηδὲν ἐπὶ τὸν Σφοδρίαν δεομένους τοὺς ἄρχοντας, ἀλλὰ θανάτου κρίσιν αὐτῷ προειρηκότας, ἣν ἐκεῖνος ὑπομένειν ἀπέγνω, φοβούμενος τὴν ὀργὴν τῶν πολιτῶν αἰσχυνομένων τοὺς Ἀθηναίους καί βουλομένων συναδικεῖσθαι δοκεῖν, ἵνα μὴ συναδικεῖν δοκῶσιν.3

由此,雅典向斯巴达派遣了控告者,但他们发现执政官们根本无需对斯福德利亚斯提出控告,而是早已向他通告了死刑审判;然而斯福德利亚斯绝望得不敢面对审判,因为他害怕公民们的愤怒——这些公民在雅典人面前感到羞愧,希望显得自己是共同受害者,以免显得是同谋犯法者。

语法注3 条
  1. 24.2ἔτη τεσσαράκοντα γεγονὼς ἀφʼ ἥβης

    表示斯巴达人免除兵役的年龄条款。指自成年(ἥβη,通常为20岁)起已过去四十年,即年满六十岁。

  2. 24.2αἰσχυνόμενος εἰ

    情感动词 αἰσχύνομαι 引导的条件从句(εἰ 搭配直陈式将来时 ὀφθήσεται)。此处并非与事实相反的虚拟语气,而是以直陈式将来时生动地表达对未来可能出现情境的担忧:“若被看到……便感到羞愧”。

  3. 24.6βουλομένων συναδικεῖσθαι δοκεῖν, ἵνα μὴ συναδικεῖν δοκῶσιν

    动词 συναδικέω 的被动态不定式(συναδικεῖσθαι,“共同遭受不公”)与主动态不定式(συναδικεῖν,“共同行不义”)的精妙对仗。语态的对比鲜明地揭示了斯巴达公民为摆脱同谋嫌疑,宁愿被视为受害者同盟的自保心理。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:24.1-24.6