← 普鲁塔克

阿格西劳斯传

§23.1-23.7

大王和约与为占领卡德摩斯辩护

斯巴达与波斯缔结了出卖亚洲希腊人的“大王和约”,阿格西劳斯为了削弱忒拜而强迫全希腊遵守。尽管他在言辞上标榜正义为首要德行,却在福比达斯非法占领卡德摩斯卫城后出面为其辩护,将城邦利益和个人好胜心置于正义之上。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

ἐπεὶ δὲ Κόνων καὶ Φαρνάβαζος τῷ βασιλέως ναυτικῷ θαλαττοκρατοῦντες ἐπόρθουν τὰ παράλια τῆς Λακωνικῆς, ἐτειχίσθη δὲ καὶ τὸ ἄστυ τῶν Ἀθηναίων Φαρναβάζου χρήματα δόντος, ἔδοξε τοῖς Λακεδαιμονίοις εἰρήνην ποιεῖσθαι πρὸς βασιλέα· καὶ πέμπουσιν Ἀνταλκίδαν πρὸς Τιρίβαζον, αἴσχιστα καὶ παρανομώτατα τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας, ὑπὲρ ὧν ἐπολέμησεν Ἀγησίλαος, βασιλεῖ παραδιδόντες.

当科农与法尔纳巴佐斯率领国王的舰队称霸海上,蹂躏拉科尼亚沿海一带,且在法尔纳巴佐斯提供金钱资助下雅典城得以修筑城墙之时,拉刻代蒙人决定与波斯国王媾和;他们派遣安塔尔基达斯前往提里巴佐斯处,以极其可耻和违法的方式,将阿格西劳斯曾为其出战的亚洲希腊人出卖给波斯国王。

§23.2

ὅθεν ἥκιστα συνέβη τῆς κακοδοξίας ταύτης Ἀγησιλάῳ μετασχεῖν. ὁ γὰρ Ἀνταλκίδας ἐχθρὸς ἦν αὐτῷ, καὶ τὴν εἰρήνην ἐξ ἅπαντος ἔπραττεν ὡς τοῦ πολέμου τὸν Ἀγησίλαον αὔξοντος καὶ ποιοῦντος ἐνδοξότατον καὶ μέγιστον. οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸν εἰπόντα τοὺς Λακεδαιμονίους μηδίζειν ὁ Ἀγησίλαος ἀπεκρίνατο μᾶλλον τοὺς Μήδους λακωνίζειν.

因此,阿格西劳斯得以最少承担这一恶名。因为安塔尔基达斯是他的政敌,之所以竭尽全力促成和平,是因为战争使阿格西劳斯日益壮大,并使他变得威名显赫、无可匹敌。不仅如此,对于声称拉刻代蒙人正在“波斯化(米底化)”的人,阿格西劳斯回答道,倒是波斯人(米底人)在“斯巴达化”。

§23.3

τοῖς δὲ μὴ βουλομένοις δέχεσθαι τὴν εἰρήνην ἀπειλῶν καὶ καταγγέλλων πόλεμον ἠνάγκασεν ἐμμένειν ἅπαντας οἷς ὁ Πέρσης ἐδικαίωσε,1 μάλιστα διὰ τοὺς Θηβαίους, ὅπως αὐτόνομον τὴν Βοιωτίαν ἀφέντες ἀσθενέστεροι γένωνται. δῆλον δὲ τοῦτο τοῖς ὕστερον ἐποίησεν, ἐπεὶ γὰρ Φοιβίδας ἔργον εἰργάσατο δεινὸν ἐν σπονδαῖς καὶ εἰρήνῃ τὴν Καδμείαν καταλαβών, καὶ πάντες μὲν ἠγανάκτουν οἱ Ἕλληνες, χαλεπῶς δὲ ἔφερον οἱ Σπαρτιᾶται, καὶ μάλιστα οἱ διαφερόμενοι τῷ Ἀγησιλάῳ μετʼ ὀργῆς ἐπυνθάνοντο τοῦ Φοιβίδου τίνος ταῦτα κελεύσαντος ἔπραξεν, εἰς ἐκεῖνον τὴν ὑπόνοιαν τρέποντες, οὐκ ὤκνησε τῷ Φοιβίδᾳ βοηθῶν λέγειν ἀναφανδὸν ὅτι δεῖ τὴν πρᾶξιν αὐτήν, εἴ τι χρήσιμον ἔχει, σκοπεῖν· τὰ γὰρ συμφέροντα τῇ Λακεδαίμονι καλῶς ἔχειν αὐτοματίζεσθαι,2 κἂν μηδεὶς κελεύσῃ.

他对那些不愿接受和约的人施加威胁并宣战,强迫所有人遵守波斯王所裁定的一切,这主要是针对忒拜人,以便迫使他们允许波奥提亚自治从而使之削弱。他后来的行动清楚地证明了这一点:因为当福比达斯在休战与和平期间做出攻占卡德摩斯卫城的暴行,令所有希腊人义愤填膺、斯巴达人深感不满,尤其是那些与阿格西劳斯不和的人愤怒地盘问福比达斯究竟是受谁之命而为,并将猜忌引向阿格西劳斯之时,他却毫不犹豫地出面袒护福比达斯,公然宣称应当考量这一举动本身是否具有实效;因为凡是有利于拉刻代蒙的事,即使无人下令,擅自主动实行也是合宜的。

§23.5

καίτοι τῷ λόγῳ πανταχοῦ τὴν δικαιοσύνην ἀπέφαινε πρωτεύειν τῶν ἀρετῶν· ἀνδρείας μὲν γὰρ οὐδὲν ὄφελος εἶναι, μὴ παρούσης δικαιοσύνης, εἰ δὲ δίκαιοι πάντες γένοιντο, μηδὲν ἀνδρείας δεήσεσθαι. πρὸς δὲ τοὺς λέγοντας ὅτι ταῦτα δοκεῖ τῷ μεγάλῳ βασιλεῖ, τί δʼ ἐκεῖνος ἐμοῦ, εἶπε, μείζων, εἰ μὴ καὶ δικαιότερος; ὀρθῶς καὶ καλῶς οἰόμενος δεῖν τῷ δικαίῳ καθάπερ μέτρῳ βασιλικῷ μετρεῖσθαι τὴν ὑπεροχὴν τοῦ μείζονος.

然而在言论上,他却处处宣称正义居于诸德行之首;因为若无正义,勇敢便毫无用处,而如果人人皆行正义,就根本不需要勇敢。当有人说大王意向如此时,“他凭什么比我,”他说道,“更伟大,除非他也比我更公正?” 他正确而崇高地认为,应当以正义为王者的尺度来衡量更伟大者的优越性。

§23.6

ἣν δὲ τῆς εἰρήνης γενομένης ἔπεμψεν αὐτῷ περὶ ξενίας καὶ φιλίας ἐπιστολὴν ὁ βασιλεύς, οὐκ ἔλαβεν,3 εἰπὼν ἐξαρκεῖν τὴν κοινὴν φιλίαν, καὶ μηδὲν ἰδίας δεήσεσθαι μενούσης ἐκείνης, ἐν δὲ τοῖς ἔργοις οὐκέτι ταύτην διαφυλάττων τὴν δόξαν, ἀλλὰ τῇ φιλοτιμίᾳ καὶ τῇ φιλονεικίᾳ πολλαχοῦ συνεκφερόμενος, καὶ μάλιστα τῇ πρὸς Θηβαίους, οὐ μόνον ἔσωσε τὸν Φοιβίδαν, ἀλλὰ καὶ τὴν πόλιν ἔπεισεν εἰς αὑτὴν ἀναδέξασθαι τὸ ἀδίκημα καὶ κατέχειν τὴν Καδμείαν διʼ ἑαυτῆς, τῶν δὲ πραγμάτων καὶ τῆς πολιτείας Ἀρχίαν καὶ Λεοντίδαν ἀποδεῖξαι κυρίους, διʼ ὧν ὁ Φοιβίδας εἰσῆλθε καὶ κατέλαβε τὴν ἀκρόπολιν.

和约达成后,波斯王曾给他送来一封商讨结为客友与私交的信函,但他未予接受,声称城邦间的公谊已足,只要公谊尚存便毋需任何私交;可是在实际行动中,他却不再保持这种声誉,反而在许多事情上被好胜心和争强好胜所裹挟,尤其是针对忒拜人的敌意,他不仅庇护了福比达斯,而且还说服城邦将这一罪行归揽于自身,由斯巴达自行驻守卡德摩斯卫城,并任命阿尔基亚斯与莱昂提达斯执掌大权和政务,而正是借助这两人,福比达斯才得以进入并占领了卫城。

语法注3 条
  1. 23.3οἷς ὁ Πέρσης ἐδικαίωσε

    关系代词的格吸引(attractio relativi)。动词 ἐδικαίωσε 原本应要求的宾格(即 ταῦτα ἅ)随着先行代词的省略,被主句动词 ἐμμένειν(遵守、坚持)所要求的与格所吸引,变为与格形式 οἷς。

  2. 23.4τὰ γὰρ συμφέροντα τῇ Λακεδαίμονι καλῶς ἔχειν αὐτοματίζεσθαι

    间接引语中的“καλῶς ἔχειν + 不定词”非人称结构,不定词 αὐτοματίζεσθαι(自发地发生/自主地做)取被动或不及物含义,名词短语 τὰ συμφέροντα τῇ Λακεδαίμονι 作为其宾格主语,意为“凡有利于拉刻代蒙之事,主动擅自实行乃是合宜的”。

  3. 23.6ἣν δὲ τῆς εἰρήνης γενομένης ἔπεμψεν αὐτῷ περὶ ξενίας καὶ φιλίας ἐπιστολὴν ὁ βασιλεύς, οὐκ ἔλαβεν

    先行词纳入关系从句(incorporation)结构。主句动词 οὐκ ἔλαβεν 的直接宾语名词 ἐπιστολήν 被提前并纳入到关系从句中,与关系代词 ἣν 保持同格(宾格)(句子骨架相当于 οὐκ ἔλαβεν δὲ τὴν ἐπιστολὴν ἣν ἔπεμψεν ὁ βασιλεύς)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:23.1-23.7