- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:22.1-22.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿格西劳斯慢待了来访的忒拜使节,却随即接报获知斯巴达一营部队已被歼灭,遂在使节面前展示武力威吓科林斯后撤兵。此后他应阿开亚人之请远征阿卡纳尼亚,利用敌人播种作物的心理谋略迫使其达成媾和。
διατρίβοντος δὲ περὶ τήν Κορινθίων αὐτοῦ καὶ τὸ Ἡραῖον εἰληφότος καὶ τὰ αἰχμάλωτα τοὺς στρατιώτας ἄγοντας καὶ φέροντας ἐπιβλέποντος, ἀφίκοντο πρέσβεις ἐκ Θηβῶν περὶ φιλίας. ὁ δὲ μισῶν μὲν ἀεὶ τήν πόλιν, οἰόμενος δὲ τότε καὶ συμφέρειν ἐνυβρίσαι, προσεποιεῖτο μήτε ὁρᾶν αὐτοὺς μήτε ἀκούειν ἐντυγχανόντων.1
正当他逗留在科林斯地区、攻陷了赫拉神庙,并注视着士兵们抢掠财物、驱赶俘虏牲畜之时,来自忒拜的使节为缔结友好而抵达。然而,他向来憎恶该城邦,且认为此时加以羞辱也是有利的,便在他们走近求见时假装既看不见他们,也听不见他们的声音。
ἔπαθε δὲ πρᾶγμα νεμεσητόν· οὔπω γὰρ ἀπηλλαγμένων τῶν Θηβαίων ἧκόν τινες ἀπαγγέλλοντες αὐτῷ τήν μόραν ὑπό Ἰφικράτους κατακεκόφθαι. καὶ πάθος τοῦτο μέγα διὰ πολλοῦ χρόνου συνέπεσεν αὐτοῖς πολλοὺς γὰρ ἄνδρας ἀγαθοὺς ἀπέβαλον κρατηθέντας ὑπό τε πελταστῶν ὁπλίτας καὶ μισθοφόρων Λακεδαιμονίους.2
但他却遭受了招致神罚之事;因为忒拜人尚未离去,便有人赶来向他报告,说那支斯巴达军团已被伊菲克拉特斯彻底歼灭。这是他们很久以来遭受的一场重大灾难;因为他们损失了许多勇士,重装步兵竟被轻盾兵所制服,拉刻代蒙人竟被雇佣军所击败。
ἀνεπήδησε μὲν οὖν εὐθὺς ὁ Ἀγησίλαος ὡς βοηθήσων· ἐπεὶ δὲ ἔγνω διαπεπραγμένους,3 αὖθις εἰς τὸ Ἡραῖον ἧκε, καὶ τοὺς Βοιωτοὺς τότε προσελθεῖν κελεύσας, ἐχρημάτιζεν. ὡς δὲ ἀνθυβρίζοντες ἐκεῖνοι τῆς μὲν εἰρήνης οὐκ ἐμέμνηντο, παρεθῆναι δὲ ἠξίουν εἰς Κόρινθον, ὀργισθεὶς ὁ Ἀγησίλαος εἶπεν εἴγε βούλεσθε τοὺς φίλους ὑμῶν ἰδεῖν μέγα φρονοῦντας ἐφʼ οἷς εὐτυχοῦσιν, αὔριον ἀσφαλῶς ὑμῖν τοῦτο ὑπάρξει.
于是阿格西劳斯立即跃起准备前往救援;但当得知他们已经全军覆没后,他再次回到赫拉神庙,此时命波奥提亚人上前,予以接见。然而,那些人为了报复前耻,对媾和之事只字不提,反而要求获准通行前往科林斯。阿格西劳斯勃然大怒,说道: “如果你们当真希望看到你们的朋友为自得的幸运而趾高气扬,明天你们便可安然得偿所愿。”
καὶ παραλαβὼν αὐτοὺς τῇ ὑστεραίᾳ τήν τε χώραν τῶν Κορινθίων ἔκοπτε καὶ πρὸς τήν πόλιν αὐτὴν προσῆλθεν. οὕτω δὲ τοὺς Κορινθίους ἐξελέγξας ἀμύνεσθαι μὴ τολμῶντας, ἀφῆκε τήν πρεσβείαν. αὐτὸς δὲ τοὺς περιλελειμμένους ἄνδρας ἐκ τῆς μόρας ἀναλαβὼν ἀπῆγεν εἰς Λακεδαίμονα, πρὸ ἡμέρας ποιούμενος τὰς ἀναζεύξεις καὶ πάλιν σκοταίους τὰς καταλύσεις, ὅπως οἱ μισοῦντες καὶ βασκαίνοντες τῶν Ἀρκάδων μὴ ἐπιχαίρωσιν·
次日,他带上使节,既蹂躏科林斯人的田地,又径直逼近城邑本身。如此证明了科林斯人不敢出来抗击之后,他才放走使团。他自己则收拢那支军团残存的人员,率部撤回拉刻代蒙,他总是在破晓之前启程拔营,又在夜色昏暗时驻扎歇宿,免得阿卡迪亚人中那些怀有敌意与嫉妒者幸灾乐祸。
ἐκ τούτου χαριζόμενος τοῖς Ἀχαιοῖς διέβαινεν εἰς Ἀκαρνανίαν στρατιᾷ μετʼ αὐτῶν, καὶ πολλὴν μὲν ἠλάσατο λείαν, μάχῃ δὲ τοὺς Ἀκαρνᾶνας ἐνίκησε. δεομένων δὲ τῶν Ἀχαιῶν ὅπως τὸν χειμῶνα παραμείνας ἀφέληται τὸν σπόρον τῶν πολεμίων, τοὐναντίον ἔφη ποιήσειν· μᾶλλον γὰρ φοβηθήσεσθαι τὸν πόλεμον αὐτούς, ἐὰν ἐσπαρμένην τήν γῆν εἰς ὥρας4 ἔχωσιν ὃ καὶ συνέβη, παραγγελλομένης γὰρ αὖθις ἐπʼ αὐτοὺς στρατείας διηλλάγησαν τοῖς Ἀχαιοῖς.
此后,为了讨好阿开亚人,他与他们一同率军渡海前往阿卡纳尼亚,掠夺了大量战利品,并在战斗中击溃了阿卡纳尼亚人。当阿开亚人恳求他留驻过冬以破坏敌人的播种时,他却声称要反其道而行之;因为如果他们的田地已为来季收成播下了种子,他们反而会对战争感到更加畏惧。事实果然如此:当再次宣布对他们发动远征时,他们便与阿开亚人讲和了。
- 22.1ἐντυγχανόντων
分词 ἐντυγχανόντων 在此充当省略了逻辑主语(即忒拜使节)的“属格绝对”结构,意为“当他们上前求见/陈词时”。尽管动词 ἀκούειν 支配表示听取对象的人时可接属格,但前面已有 αὐτούς 作为 μήτε ὁρᾶν 和 μήτε ἀκούειν 共同的直接宾语,因此将 ἐντυγχανόντων 视为表示时间与情境的独立属格最为顺畅。
- 22.2κρατηθέντας ὑπό τε πελταστῶν ὁπλίτας καὶ μισθοφόρων Λακεδαιμονίους
这是一个平行对照且对仗工整的结构,用以凸显战败的奇耻大辱。分词 κρατηθέντας(被压制/击败)统领两组由施动者(ὑπό + 属格)与受动者(宾格)构成的对偶:ὁπλίτας 与 ὑπὸ πελταστῶν 相对(“身为重装步兵却被轻盾兵击败”),而 Λακεδαιμονίους 与 [ὑπὸ] μισθοφόρων 相对(“身为拉刻代蒙人却被雇佣军制服”)。
- 22.3διαπεπραγμένους
完成时分词 διαπεπραγμένους 作为 ἔγνω(获悉)的补充分词使用,逻辑主语为受格的军团官兵。动词 διαπράττω 的被动态或中间态完成时常带有“被解决、被干掉、被全歼”的习惯用法,在此意为“当他得知他们已经全军覆没”。
- 22.5εἰς ὥρας
意为“为了来季/面向收获期”的固定短语。名词 ὥρα 指适宜的时节(在此指庄稼成熟的收获季),与介词 εἰς 连用表示面向未来的目标期限,即“如果他们的土地已为了收获季节播下种子”。
