- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:21.1-21.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿格西劳斯与其弟特勒乌提亚斯合力攻克科林斯长墙,并在地峡竞技会之事上揭露了阿尔戈斯人的怯懦。同时,对于沉迷虚名、骄矜自满之徒(如演员卡利庇得斯与自称“宙斯”的医生梅内克拉特斯),他皆以机智冷嘲予以回绝。
μέγιστον οὖν δυνάμενος ἐν τῇ πόλει διαπράττεται Τελευτίαν τὸν ὁμομήτριον ἀδελφὸν ἐπὶ τοῦ ναυτικοῦ γενέσθαι, καί στρατευσάμενος εἰς Κόρινθον αὐτὸς μὲν ᾕρει κατὰ γῆν τὰ μακρὰ τείχη, ταῖς δὲ ναυσὶν ὁ Τελευτίας1 Ἀργείων δὲ τὴν Κόρινθον ἐχόντων τότε καί τὰ Ἴσθμια συντελούντων, ἐπιφανεὶς ἐκείνους μὲν ἐξήλασεν ἄρτι τῷ θεῷ τεθυκότας, τὴν παρασκευὴν ἅπασαν ἀπολιπόντας· ἐπεὶ δὲ τῶν Κορινθίων ὅσοι φυγάδες ἔτυχον παρόντες ἐδεήθησαν αὐτοῦ τὸν ἀγῶνα διαθεῖναι, τοῦτο μὲν Οὐκ ἐποίησεν, αὐτῶν δὲ ἐκείνων διατιθέντων καί συντελούντων παρέμεινε καί παρέσχεν ἀσφάλειαν. ὕστερον δὲ ἀπελθόντος αὐτοῦ πάλιν ὑπʼ Ἀργείων ἤχθη τὰ Ἴσθμια, καί τινες μὲν ἐνίκησαν πάλιν, εἰσὶ δὲ οἳ νενικηκότες πρότερον, ἡττημένοι δὲ ὕστερον, ἀνεγράφησαν.2
他在城邦中既然握有极大的权势,便设法让其同母弟特勒乌提亚斯担任舰队统帅;他自己出兵攻打科林斯,从陆路夺取了长墙,而特勒乌提亚斯则率舰船予以夺取。当时阿尔戈斯人占据着科林斯并正在举行地峡竞技会,他突然出现,将刚刚向神献祭完毕的阿尔戈斯人驱逐了出去,迫使他们丢下了所有的筹备之物;而当适逢在场的科林斯流亡者请求他主持竞技会时,他自己并未照办,但在他们亲自操办并举行盛会期间,他留驻当地并提供了安全保障。后来当他撤离之后,地峡竞技会又由阿尔戈斯人重新举行;有些人再度获胜,但也有一些人先前虽已胜出,随后却被记录为败北者。
ἐπὶ τούτῳ δὲ πολλὴν ἀπέφηνε δειλίαν κατηγορεῖν ἑαυτῶν τοὺς Ἀργείους3 ὁ Ἀγησίλαος, εἰ σεμνὸν οὕτω καί μέγα τὴν ἀγωνοθεσίαν ἡγούμενοι μάχεσθαι περὶ αὐτῆς Οὐκ ἐτόλμησαν. αὐτὸς δὲ πρὸς ταῦτα πάντα μετρίως ᾤετο δεῖν ἔχειν, καί τοὺς μὲν οἴκοι χοροὺς καί ἀγῶνας ἐπεκόσμει καί συμπαρῆν ἀεὶ φιλοτιμίας καί σπουδῆς μεστὸς ὢν καί οὔτε παίδων οὔτε παρθένων ἁμίλλης ἀπολειπόμενος, ἃ δὲ τοὺς ἄλλους ἑώρα θαυμάζοντας ἐδόκει μηδὲ γινώσκειν.
对此,阿格西劳斯断言阿尔戈斯人自己招认了极大的怯懦,既然他们认为主办竞技会是如此崇高伟大之事,却连为之奋战的勇气都没有。他本人认为对于这一切事宜皆当持适度态度,在城邦内部他极力增色合唱团与竞技会,总是亲自到场,满怀好胜心与热情,从不错过少年与少女们的比试;然而对于他见他人所倾倒称羡之事,他却显得甚至并不知晓。
καί ποτε Καλλιππίδης ὁ τῶν τραγῳδιῶν ὑποκριτής, ὄνομα καί δόξαν ἔχων ἐν τοῖς Ἕλλησι καὶ σπουδαζόμενος ὑπὸ πάντων, πρῶτον μὲν ἀπήντησεν αὐτῷ καί προσεῖπεν, ἔπειτα σοβαρῶς εἰς τοὺς συμπεριπατοῦντας ἐμβαλὼν ἑαυτὸν ἐπεδείκνυτο νομίζων ἐκεῖνον ἄρξειν τινὸς φιλοφροσύνης, τέλος δὲ εἶπεν· οὐκ ἐπιγινώσκεις με, ὦ βασιλεῦ; κἀκεῖνος ἀποβλέψας πρὸς αὐτὸν εἶπεν, ἀλλὰ οὐ σύγε ἐσσὶ Καλλιππίδας ὁ δεικηλίκτας; οὕτω δὲ Λακεδαιμόνιοι τοὺς μίμους καλοῦσι.
有一次,那位在希腊人中享有盛名与威望、受万人奉承追捧的悲剧演员卡利庇得斯,先是与他相遇并上前问候,继而昂首阔步地挤入同他一道散步的人群中炫耀自己,以为国王会率先施以某种亲善客气之辞,最后他开口道: “难道您认不出我吗,王啊?” 阿格西劳斯转眼看着他说: “难道你不是那个丑角卡利庇达斯吗?” 拉刻代蒙人便是这样称呼模仿滑稽艺人的。
παρακαλούμενος δὲ πάλιν ἀκοῦσαι τοῦ τὴν ἀηδόνα μιμουμένου, παρῃτήσατο φήσας, αὐτᾶς ἄκουκα. τοῦ δὲ ἰατροῦ Μενεκράτους, ἐπεὶ κατατυχὼν ἔν τισιν ἀπεγνωσμέναις θεραπείαις Ζεὺς ἐπεκλήθη, φορτικῶς ταύτῃ χρωμένου τῇ προσωνυμίᾳ καί δὴ καί πρὸς ἐκεῖνον ἐπιστεῖλαι τολμήσαντος οὕτως· Μενεκράτης Ζεὺς βασιλεῖ Ἀγησιλάῳ χαίρειν, ἀντέγραψε· βασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν.4
又有一次,有人请他去听一个人模仿夜莺鸣唱,他回绝道: “我听过夜莺本身。” 再者,医者梅内克拉特斯因在数例无望的疗治中取得成功而被冠以“宙斯”之名,他极其鄙俗地滥用此头衔,甚至斗胆给阿格西劳斯写信,开头写道: “宙斯梅内克拉特斯致阿格西劳斯王:问候。” 阿格西劳斯则回信道: “阿格西劳斯王致梅内克拉特斯:愿你恢复理智。”
- 21.1ταῖς δὲ ναυσὶν ὁ Τελευτίας
承前省略结构,通过 μέν...δέ 与前分句 αὐτὸς μὲν ᾕρει κατὰ γῆν τὰ μακρὰ τείχη 相对比。动词 ᾕρει 及宾语 τὰ μακρὰ τείχη 被省略,需补全理解为“而特勒乌提亚斯则率舰船[夺取长墙]”。
- 21.2εἰσὶ δὲ οἳ νενικηκότες πρότερον, ἡττημένοι δὲ ὕστερον, ἀνεγράφησαν
惯用表达 εἰσὶν οἵ(“有人/有些人”)整体充当主句动词 ἀνεγράφησαν(被动语态不定过去时第三人称复数)的主语。分词 νενικηκότες 与 ἡττημένοι 为主格复数与该主语一致,意即“亦有些人此前已获胜,随后却被登记为战败者”。
- 21.3πολλὴν ἀπέφηνε δειλίαν κατηγορεῖν ἑαυτῶν τοὺς Ἀργείους
动词 ἀπέφηνε(“宣称/表明”)后接宾格不定式结构,τοὺς Ἀργείους 为不定式 κατηγορεῖν 的逻辑主语。κατηγορεῖν ἑαυτῶν 引出直接宾语 πολλὴν δειλίαν,意为“(阿格西劳斯指明)阿尔戈斯人自己招认/指责了自己极大的懦怯”。
- 21.5Μενεκράτει ὑγιαίνειν
一种机智的反讽用词,用以对应常规的书信问候语 χαίρειν(“致意/问好”)。此处使用了不定词 ὑγιαίνειν(“保持健全/恢复神智”),双关身体健康与精神清醒,讽刺梅内克拉特斯自命为宙斯的狂妄病态。
