← 普鲁塔克

阿格西劳斯传

§20.1-20.6

库妮丝卡参赛与斯巴达国内权术

阿格西劳斯通过促成其妹在奥林匹亚参赛表明赛马之胜只关乎财富而非德性,劝色诺芬在斯巴达抚育幼子,在吕山德死后遵从建议隐匿其政变演说,并巧妙笼络政敌,同时利用同食制度与同性风雅将年轻的同僚国王阿格西波利斯驯服入怀。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

οὐ μὴν ἀλλὰ ὁρῶν ἐνίους τῶν πολιτῶν ἀπὸ ἱπποτροφίας δοκοῦντας εἶναι τινας καὶ μέγα φρονοῦντας, ἔπεισε τὴν ἀδελφὴν Κυνίσκαν ἅρμα καθεῖσαν Ὀλυμπίασιν ἀγωνίσασθαι, βουλόμενος ἐνδείξασθαι τοῖς Ἕλλησιν ὡς οὐδεμιᾶς ἐστιν ἀρετῆς, ἀλλὰ πλούτου καὶ δαπάνης ἡ νίκη.

不仅如此,他看到城邦中某些公民因饲养良马便自命不凡、心高气傲,为了向希腊人表明这种胜利绝非出于任何德性,而纯粹取决于财富与花销,便劝说其妹库妮丝卡派遣战车前去奥林匹亚参赛。

§20.2

Ξενοφῶντα δὲ τὸν σοφὸν ἔχων μεθʼ ἑαυτοῦ σπουδαζόμενον ἐκέλευε τοὺς παῖδας ἐν Λακεδαίμονι τρέφειν μεταπεμψάμενον,1 ὡς μαθησομένους2 τῶν μαθημάτων τὸ κάλλιστον, ἄρχεσθαι καὶ ἄρχειν. τοῦ δὲ Λυσάνδρου τετελευτηκότος εὑρὼν ἑταιρείαν πολλὴν συνεστῶσαν, ἣν ἐκεῖνος εὐθὺς ἐπανελθὼν ἀπὸ τῆς Ἀσίας συνέστησεν ἐπὶ τὸν Ἀγησίλαον, ὥρμησεν αὐτὸν ἐξελέγχειν οἷος ἦν ζῶν πολίτης·

他十分器重聪颖的色诺芬并留其在侧,劝他将诸子接来并在拉刻代蒙抚养,好让他们学习所有学问中最美好的一种:如何服从与如何统治。而在吕山德死后,他发现仍有一个庞大的派系维系未散——那是吕山德自亚细亚归来后立即为反对阿格西劳斯而结成的一派——于是他极欲揭露吕山德生前究竟是何种公民。

§20.3

καὶ λόγον ἀναγνοὺς ἐν βιβλίῳ ἀπολελειμμένον, ὃν ἔγραψε μὲν Κλέων ὁ Ἁλικαρνασσεύς, ἔμελλε δὲ λέγειν ἀναλαβὼν ὁ Λύσανδρος ἐν τῷ δήμῳ περὶ πραγμάτων καινῶν καὶ μεταστάσεως τοῦ πολιτεύματος, ἠθέλησεν εἰς μέσον ἐξενεγκεῖν. ἐπεὶ δέ τις τῶν γερόντων τὸν λόγον ἀναγνοὺς καὶ φοβηθεὶς τὴν δεινότητα συνεβούλευσε μὴ τὸν Λύσανδρον ἀνορύττειν, ἀλλὰ τὸν λόγον μᾶλλον αὐτῷ συγκατορύττειν, ἐπείσθη καὶ καθησύχαζε.

他读到了一本遗留的册子中的演说辞,那是哈利卡尔那索斯的克勒翁所撰写,吕山德原打算拿去向民众宣读,内容关乎政治变革与颠覆政制,阿格西劳斯便想将其公之于众。但长老院中的一位长者读过这篇演说辞后,深畏其辞辩的精妙狡黠,劝他切莫将吕山德掘尸露骨,而宁可将这篇演说辞与他一同深埋,阿格西劳斯听从了劝告,遂归于平静。

§20.4

τοὺς δὲ ὑπεναντιουμένους αὐτῷ φανερῶς μὲν οὐκ ἔβλαπτε, διαπραττόμενος δὲ πέμπεσθαί τινας ἀεί στρατηγοὺς καὶ ἄρχοντας ἐξ αὐτῶν, ἐπεδείκνυε γενομένους ἐν ταῖς ἐξουσίαις πονηροὺς καὶ πλεονέκτας, εἶτα κρινομένοις πάλιν αὖ βοηθῶν καὶ συναγωνιζόμενος, οἰκείους ἐκ διαφόρων ἐποιεῖτο καὶ μεθίστη πρὸς αὑτόν, ὥστε μηθένα ἀντίπαλον εἶναι.

对于那些与他作对的人,他并未公开加害,而是设法总是安排他们中的一些人被派遣担任将领或执政官,从而暴露出他们一旦掌权便行事恶劣、贪得无厌;随后,当这些人受到审判时,他又反过来予以救助,与他们一同抗辩,借此将对头化为亲信,引向自己一边,以致再无任何人成为他的对手。

§20.5

ὁ γὰρ ἕτερος βασιλεὺς Ἀγησίπολις, ἅτε δὴ πατρὸς μὲν ὢν φυγάδος, ἡλικίᾳ δὲ παντάπασι μειράκιον, φύσει δὲ πρᾷος καὶ κόσμιος, οὐ πολλὰ τῶν πολιτικῶν ἔπραττεν. οὐ μὴν ἀλλὰ καὶ τοῦτον ἐποιεῖτο χειροήθη. συσσιτοῦσι γὰρ οἱ βασιλεῖς εἰς τὸ αὐτὸ φοιτῶντες φιδίτιον, ὅταν ἐπιδημῶσιν.

因为另一位国王阿格西波利斯,既系流亡者之子,年纪上完全还是个稚弱少年,天性又温顺谨饬,故而不过多插手城邦政务。尽管如此,阿格西劳斯仍将他也驯服得百依百顺。因为两位国王在居留本国时,总是前往同一个公餐社共同进餐。

§20.6

εἰδὼς οὖν ἔνοχον ὄντα τοῖς ἐρωτικοῖς τὸν Ἀγησίπολιν, ὥσπερ ἦν αὐτός, ἀεί τινος ὑπῆρχε λόγου3 περὶ τῶν ἐν ὥρᾳ· καὶ προῆγε τὸν νεανίσκον εἰς ταὐτὸ καὶ συνήρα καὶ συνέπραττε, τῶν Λακωνικῶν ἐρώτων οὐδὲν αἰσχρόν, αἰδῶ δὲ πολλὴν καὶ φιλοτιμίαν καὶ ζῆλον ἀρετῆς ἐχόντων, ὡς ἐν τοῖς περὶ Λυκούργου γέγραπται.

阿格西劳斯深知阿格西波利斯同自己一样,对少年之爱极易动情,便总是主动挑起关于正当青春之年的话题;他引诱这位年轻国王步入同好之中,与他一同坠入爱河,并协助其追求——然而正如在《吕库古传》中所记载的那样,拉科尼亚人的恋爱毫无可耻之处,反而包含着极大的端庄矜持、求荣之心以及对卓越品德的向往。

语法注3 条
  1. 20.2μεταπεμψάμενον

    不定过去时中动分词,阳性单数宾格,在语法上与作为不定式 τρέφειν 逻辑主语的 Ξενοφῶντα 保持格一致,意为“(将诸子)接来之后”。其格随不定式的主语(宾格)变化,而非随主句主语或谓语动词的支配要求。

  2. 20.2ὡς μαθησομένους

    连词 ὡς 与将来时分词 μαθησομένους(阳性复数宾格)连用,表示主观目的或意图(“为了让他们学习”),修饰宾语 τοὺς παῖδας;其后的不定式 ἄρχεσθαι καὶ ἄρχειν 作其宾语 τὸ κάλλιστον 的同位语。

  3. 20.6ἀεί τινος ὑπῆρχε λόγου

    动词 ὑπάρχω 支配属格(τινος...λόγου)的习用句式,意为“率先开始……”或“主动挑起(话题)”。以阿格西劳斯为主语,意指他总是主动开启关于青春美少年的谈话。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:20.1-20.6