← 普鲁塔克

阿格西劳斯传

§19.1-19.6

战后宽赦敌军、德尔斐献祭与归返斯巴达

科罗尼亚战役后,负伤的阿格西劳斯确立胜局并宽恕了避难神庙的敌军,在德尔斐献祭后返回斯巴达,依然恪守朴素简朴的传统生活方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

Ἀγησίλαος δέ, καίπερ ὑπὸ τραυμάτων πολλῶν κακῶς τὸ σῶμα διακείμενος, οὐ πρότερον ἐπὶ σκηνὴν ἀπῆλθεν ἢ φοράδην ἐνεχθῆναι1 πρὸς τήν φάλαγγα καὶ τοὺς νεκροὺς ἰδεῖν ἐντὸς τῶν ὅπλων συγκεκομισμένους, ὅσοι μέντοι τῶν πολεμίων εἰς τὸ ἱερὸν κατέφυγον, πάντας ἐκέλευσεν ἀφεθῆναι.2

阿格西劳斯虽然身负多处创伤、体况极差,但直到被人用担架抬至方阵前、目睹阵亡者的遗骸被集中运入阵地防线之内,他才肯返回自己的营帐;此外,对于逃入圣所避难的敌军,他下令将他们悉数放行。

§19.2

πλησίον γὰρ ὁ νεώς ἐστιν ὁ τῆς Ἰτωνίας Ἀθηνᾶς, καὶ πρὸ αὐτοῦ τρόπαιον ἕστηκεν, ὃ πάλαι Βοιωτοὶ Σπάρτωνος στρατηγοῦντος ἐνταῦθα νικήσαντες Ἀθηναίους καὶ Τολμίδην ἀποκτείναντες ἔστησαν, ἅμα δʼ ἡμέρᾳ βουλόμενος ἐξελέγξαι τοὺς Θηβαίους ὁ Ἀγησίλαος, εἰ διαμαχοῦνται, στεφανοῦσθαι μὲν ἐκέλευσε τοὺς στρατιώτας, αὐλεῖν δὲ τοὺς αὐλητάς, ἱστάναι δὲ καὶ κοσμεῖν τρόπαιον ὡς νενικηκότας.

因为附近坐落着伊托尼亚雅典娜的神庙,庙前立有一座战胜纪念碑,是早先玻俄提亚人在斯帕顿统帅下在此击溃雅典人并斩杀托尔米德斯后所树立的。黎明破晓时,阿格西劳斯为了试探底比斯人是否仍要死战,便命令士兵们佩戴花冠,笛手吹奏乐曲,并像真正获胜者一样树立起战胜纪念碑并加以装饰。

§19.3

ὡς δὲ ἔπεμψαν οἱ πολέμιοι νεκρῶν ἀναίρεσιν αἰτοῦντες, ἐσπείσατο, καὶ τήν νίκην οὕτως ἐκβεβαιωσάμενος εἰς Δελφοὺς ἀπεκομίσθη, Πυθίων ἀγομένων, καὶ τήν τε πομπὴν ἐπετέλει τῷ θεῷ καὶ τήν δεκάτην ἀπέθυε τῶν ἐκ τῆς Ἀσίας λαφύρων ἑκατὸν ταλάντων γενομένην.

当敌军派来使者请求收敛阵亡者遗体时,他便缔结了停战协定;在由此确立胜利之后,他趁皮提亚竞技会举办之际前往德尔斐,在那里为主神主持盛大游行,并奉献了从亚细亚缴获的战利品的十分之一,计达一百塔兰同。

§19.4

ἐπεὶ δὲ ἀπενόστησεν οἴκαδε, προσφιλὴς μὲν ἦν εὐθὺς τοῖς πολίταις καὶ περίβλεπτος ἀπὸ τοῦ βίου καὶ τῆς διαίτης· οὐ γάρ, ὥσπερ οἱ πλεῖστοι τῶν στρατηγῶν, καινὸς ἐπανῆλθεν ἀπὸ τῆς ξένης καὶ κεκινημένος ὑπʼ ἀλλοτρίων ἐθῶν, καὶ δυσκολαίνων πρὸς τὰ οἴκοι καὶ ζυγομαχῶν, ἀλλὰ ὁμοίως τοῖς μηδεπώποτε τὸν Εὐρώταν διαβεβηκόσι τὰ παρόντα τιμῶν καὶ στέργων οὐ δεῖπνον ἤλλαξεν, οὐ λουτρόν, οὐ θεραπείαν γυναικός, οὐχ ὅπλων κόσμον, οὐκ οἰκίας κατασκευήν, ἀλλὰ καὶ τὰς θύρας ἀφῆκεν οὕτως οὔσας σφόδρα παλαιάς, ὡς δοκεῖν εἶναι, ταύτας ἐκείνας ἃς ἐπέθηκεν Ἀριστόδημος, καὶ τὸ κάνναθρόν, φησιν ὁ Ξενοφῶν οὐδέν τι σεμνότερον εἶναι τῆς ἐκείνου θυγατρὸς ἢ τῶν ἄλλων. κάνναθρα δὲ καλοῦσιν εἴδωλα γρυπῶν ξύλινα καὶ τραγελάφων ἐν οἷς κομίζουσι τὰς παῖδας ἐν ταῖς πομπαῖς.

当他回到家中时,因其生活作风与起居习惯,旋即受到城邦公民的爱戴与仰慕。因为他并未像大多数将领那样,自异国归来时面目全非、为外族习俗所动摇,乃至对国内之制横加挑剔、怨愤抵触;相反,他正如那些从未跨过欧罗塔斯河的人一样,崇尚并安于现状。他既未改变膳食,亦未改变沐浴方式,未改变妻子的随侍规制,未改动武器的装饰,也未变更住宅的陈设,甚至将大门保留原状,古旧得令人以为这正是当年阿里斯托德穆斯所安放的那扇门。色诺芬说,他女儿的坎纳特隆也丝毫不比其他人的豪华。(人们将用于在盛大游行中载运少女的狮鹫和鹿角羚羊木雕像称为坎纳特隆)。

§19.6

ὁ μὲν οὖν Ξενοφῶν ὄνομα τῆς Ἀγησιλάου θυγατρὸς οὐ γέγραφε, καὶ ὁ Δικαίαρχος ἐπηγανάκτησεν ὡς μήτε τήν Ἀγησιλάου θυγατέρα μήτε τήν Ἐπαμινώνδου μητέρα γινωσκόντων ἡμῶν3 ἡμεῖς δὲ εὕρομεν ἐν ταῖς Λακωνικαῖς ἀναγραφαῖς ὀνομαζομένην γυναῖκα μὲν Ἀγησιλάου Κλεόραν, θυγατέρας δὲ Εὐπωλίαν καὶ Πρόαυγαν. ἔστι δὲ καὶ λόγχην ἰδεῖν αὐτοῦ κειμένην ἄχρι νῦν ἐν Λακεδαίμονι, μηδὲν τῶν ἄλλων διαφέρουσαν.

色诺芬虽然未记下阿格西劳斯女儿的名字,而狄开阿科斯亦曾为此愤懑,认为我们竟既不知阿格西劳斯之女,亦不知埃帕米农达之母,但我们在拉科尼亚的档案记录中查到,阿格西劳斯之妻名为克勒奥拉,诸女名为尤波利亚与普罗奥加。如今在拉刻代蒙亦能见到保存至今的他的一柄长矛,与其他长矛毫无二致。

语法注3 条
  1. 19.1οὐ πρότερον ἐπὶ σκηνὴν ἀπῆλθεν ἢ φοράδην ἐνεχθῆναι

    此句采用了 οὐ πρότερον... ἤ(“在……之前不……”或“直到……才……”)的相关结构,后接不定式 ἐνεχθῆναι 与 ἰδεῖν。此处未用直陈语气或虚拟语气从句,而是通过不定式将“被抬至方阵前并检视阵亡者”作为阿格西劳斯退入营帐的先决行为。

  2. 19.1ὅσοι μέντοι τῶν πολεμίων εἰς τὸ ἱερὸν κατέφυγον, πάντας ἐκέλευσεν ἀφεθῆναι

    关系从句 ὅσοι... κατέφυγον 被前置于主句宾语 πάντας 之前。这种前置结构突出了在神庙避难的敌军这一特定群体,随后用 πάντας 作为被动不定式 ἀφεθῆναι 的主语总揽指代,说明国王将他们全数释放。

  3. 19.6ὡς μήτε τήν Ἀγησιλάου θυγατέρα μήτε τήν Ἐπαμινώνδου μητέρα γινωσκόντων ἡμῶν

    小词 ὡς 与属格独立结构(γινωσκόντων ἡμῶν)连用,表达主句主语(狄开阿科斯)愤慨(ἐπηγανάκτησεν)的主观理由或申辩内容,即“因为我们既不知阿格西劳斯的女儿,亦不知埃帕米农达的母亲”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:19.1-19.6