← 普鲁塔克

阿格西劳斯传

§18.1-18.4

科罗尼亚战役与底比斯人的正面激战

在科罗尼亚战役中两军交锋,双方右翼各自击溃敌方左翼;阿格西劳斯选择与折返的底比斯主力正面对决并身负重伤,幸得精选卫士救出,最终底比斯人突破阵列退往赫利孔山。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

ἐπεὶ δὲ προϊὼν καὶ γενόμενος ἐν Κορωνείᾳ κατεῖδε τοὺς πολεμίους καὶ κατώφθη, παρετάξατο δοὺς Ὀρχομενίοις τὸ εὐώνυμον κέρας, αὐτὸς δὲ τὸ δεξιὸν ἐπῆγεν. οἱ δὲ Θηβαῖοι τὸ μὲν δεξιὸν εἶχον αὐτοί, τὸ δὲ εὐώνυμον Ἀργεῖοι. λέγει δὲ τὴν μάχην ὁ Ξενοφῶν ἐκείνην οἵαν οὐκ ἄλλην τῶν πώποτε γενέσθαι·1 καὶ παρῆν αὐτὸς τῷ Ἀγησιλάῳ συναγωνιζόμενος, ἐξ Ἀσίας διαβεβηκώς.

当阿格西劳斯推进至科罗尼亚并望见敌军,同时亦被敌军发现时,他便排开阵列,将左翼交由奥尔霍迈诺斯人把守,自己亲率右翼进发。底比斯人自己占据右翼,阿哥斯人则占据左翼。色诺芬称,此战乃前所未有;且色诺芬本人自亚细亚渡海而来,亦在场随阿格西劳斯并肩作战。

§18.2

ἡ μὲν οὖν πρώτη σύρραξις οὐκ ἔσχεν ὠθισμὸν οὐδὲ ἀγῶνα πολύν, ἀλλὰ οἵ τε Θηβαῖοι ταχὺ τοὺς Ὀρχομενίους ἐτρέψαντο καὶ τοὺς Ἀργείους ὁ Ἀγησίλαος· ἐπεὶ δὲ ἀκούσαντες ἀμφότεροι τὰ εὐώνυμα πιέζεσθαι καὶ φεύγειν ἀνέστρεψαν, ἐνταῦθα τῆς νίκης ἀκινδύνου παρούσης, εἰ τῆς κατὰ στόμα μάχης ὑφέσθαι τοῖς Θηβαίοις ἠθέλησε καὶ παίειν ἑπόμενος παραλλάξαντας,2 ὑπὸ θυμοῦ καὶ φιλονεικίας ἐναντίος ἐχώρει τοῖς ἀνδράσιν, ὤσασθαι κατὰ κράτος βουλόμενος.

初次的交锋并未发生激烈的挤撞或激战,底比斯人迅速击溃了奥尔霍迈诺斯人,阿格西劳斯亦击溃了阿哥斯人。然而,双方在闻得各自的左翼受到重压并败逃之后,皆回军折返。此时,阿格西劳斯若肯避开与底比斯人的正面交锋,待对方掠过后尾随痛击,本唾手可得一场毫无危险的胜利,但出于愤懑与争胜之心,他意图依仗绝对力量冲垮敌阵,遂直面敌人冲杀上去。

§18.3

οἱ δὲ οὐχ ἧττον ἐρρωμένως ἐδέξαντο, καὶ μάχη γίνεται διʼ ὅλου μὲν ἰσχυρὰ τοῦ στρατεύματος, ἰσχυροτάτη δὲ κατʼ ἐκεῖνον αὐτὸν ἐν τοῖς πεντήκοντα τεταγμένον, ὧν εἰς καιρὸν ἔοικεν ἡ φιλοτιμία τῷ βασιλεῖ γενέσθαι καὶ σωτήριος, ἀγωνιζόμενοι γὰρ ἐκθύμως καὶ προκινδυνεύοντες ἄτρωτον μὲν αὐτὸν οὐκ ἐδυνήθησαν φυλάξαι, πολλὰς δὲ διὰ τῶν ὅπλων δεξάμενον εἰς τὸ σῶμα πληγὰς δόρασι καὶ ξίφεσι μόλις ἀνήρπασαν ζῶντα, καὶ συμφράξαντες πρὸ αὐτοῦ πολλοὺς μὲν ἀνῄρουν, πολλοὶ δὲ ἔπιπτον.

底比斯人同样勇猛迎战,全军展开了一场恶战,而在阿格西劳斯身旁由那五十人护卫之处,战况最为惨烈。这五十人的好胜忠诚对国王而言,实是恰逢其时且救其性命。盖他们奋勇争先、身先士卒,虽未能护卫国王免于负伤,但在国王身中多处透过甲胄而来的枪刺剑劈之后,勉强将其生还夺回;他们在他身前结成坚固的盾墙,斩敌颇多,自己亦死伤惨重。

§18.4

ὡς δὲ μέγα ἔργον ἦν ὤσασθαι προτροπάδην τοὺς Θηβαίους, ἠναγκάσθησαν ὅπερ ἐξ ἀρχῆς οὐκ ἐβούλοντο ποιῆσαι. διέστησαν γὰρ αὐτοῖς τὴν φάλαγγα καὶ διέσχον,3 εἶτα ἀτακτότερον ἤδη πορευομένους, ὡς διεξέπεσον, ἀκολουθοῦντες καὶ παραθέοντες ἐκ πλαγίων ἔπαιον. οὐ μὴν ἐτρέψαντό γε, ἀλλʼ ἀπεχώρησαν οἱ Θηβαῖοι πρὸς τὸν Ἑλικῶνα, μέγα τῇ μάχῃ φρονοῦντες, ὡς ἀήττητοι καθʼ αὑτοὺς γεγονότες.

由于想要彻底击溃底比斯人乃是极难之事,他们被迫采取了起初不愿采用的做法。他们为底比斯人散开方阵、让出空隙,待底比斯人穿透阵列、行进趋于散乱之时,便尾随追击并从两侧包抄砍杀。尽管如此,他们仍未将其击溃,底比斯人撤往赫利孔山,对这一战深感自豪,因他们自己这支队伍始终未尝败绩。

语法注3 条
  1. 18.1λέγει δὲ τὴν μάχην ὁ Ξενοφῶν ἐκείνην οἵαν οὐκ ἄλλην τῶν πώποτε γενέσθαι

    由关系代名词 οἵαν 与不定式 γενέσθαι 结合构成的宾语补足语结构,意为“(色诺芬)称那场战斗是前所未有的”。τῶν πώποτε 为部分属格,修饰 οὐκ ἄλλην。

  2. 18.2τῆς νίκης ἀκινδύνου παρούσης, εἰ τῆς κατὰ στόμα μάχης ὑφέσθαι τοῖς Θηβαίοις ἠθέλησε καὶ παίειν ἑπόμενος παραλλάξαντας

    τῆς νίκης ἀκινδύνου παρούσης 是具有让步意味的独立属格(“尽管一场毫无风险的胜利唾手可得”)。接续的 εἰ... ἠθέλησε 引导与过去事实相反的虚拟条件句;中动态不定式 ὑφέσθαι 支配属格 τῆς κατὰ στόμα μάχης,意为“放弃/避开正面交锋”;宾格分词 παραλλάξαντας 作 παίειν 的宾语,意为“击打错身穿过去的敌军”。

  3. 18.4διέστησαν γὰρ αὐτοῖς τὴν φάλαγγα καὶ διέσχον

    与格 αὐτοῖς 是表示关涉或利益/受损的与格,意为“为底比斯人(让路)”。动词 διέσχον 在此作不及物用法,意为“张开裂口/留出间距”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:18.1-18.4