← 普鲁塔克

阿格西劳斯传

§15.1-15.6

亲征波斯的企图与监察官的召回令

阿格西劳斯本决意进军波斯腹地直取波斯王,但接到监察官因本土爆发战争而下达的召回令后,毅然放弃宏图引兵归国。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

κινουμένης δὲ τῆς Ἀσίας καὶ πολλαχοῦ πρὸς ἀπόστασιν ὑπεικούσης, ἁρμοσάμενος τὰς αὐτόθι πόλεις, καὶ ταῖς πολιτείαις δίχα φόνου καὶ φυγῆς ἀνθρώπων ἀποδοὺς τὸν προσήκοντα κόσμον, ἐγνώκει πρόσω χωρεῖν, καὶ τὸν πόλεμον διάρας ἀπὸ τῆς Ἑλληνικῆς θαλάττης, περὶ τοῦ σώματος βασιλεῖ1 καὶ τῆς ἐν Ἐκβατάνοις καὶ Σούσοις εὐδαιμονίας διαμάχεσθαι, καὶ περισπάσαι πρῶτον αὐτοῦ τὴν σχολήν, ὡς μὴ καθέζοιτο τοὺς πολέμους βραβεύων τοῖς Ἕλλησι καὶ διαφθείρων τοὺς δημαγωγούς.

随着亚细亚局势动荡,多处倾向叛离,他在整顿了当地各城邦、且未流血亦未流放一人而使各政制恢复应有秩序之后,决意继续挺进,将战火自希腊海域引开,就波斯王其人及埃克巴塔那和苏萨的富庶与波斯王决一胜负,并首先夺去他的清闲,使其无法安坐而对希腊人间的战争充当仲裁并收买蛊惑民意者。

§15.2

ἐν τούτῳ δὲ ἀφικνεῖται πρὸς αὐτὸν Ἐπικυδίδας ὁ Σπαρτιάτης, ἀπαγγέλλων ὅτι πολὺς περιέστηκε τὴν Σπάρτην πόλεμος Ἑλληνικός, καὶ καλοῦσιν ἐκεῖνον οἱ ἔφοροι καὶ κελεύουσι τοῖς οἴκοι βοηθεῖν. "ὦ βάρβαρʼ ἐξευρόντες Ἕλληνες κακά·" τί γὰρ ἄν τις ἄλλο τὸν φθόνον ἐκεῖνον προσείποι καὶ τὴν τότε σύστασιν καὶ σύνταξιν ἐφʼ ἑαυτοὺς τῶν Ἑλλήνων; οἳ τῆς τύχης ἄνω φερομένης ἐπελάβοντο, καὶ τὰ ὅπλα πρὸς τοὺς βαρβάρους βλέποντα καὶ τὸν πόλεμον ἤδη τῆς Ἑλλάδος ἐξῳκισμένον αὖθις εἰς ἑαυτοὺς ἔτρεψαν.

正在此时,斯巴达人埃庇库狄达斯来到他面前,通报一场大规模的希腊内战已包围斯巴达,监察官正召回他,命他回国救援。 “吁,想出野蛮祸害的希腊人啊!” 人们还能对那种嫉妒,以及当时希腊人针对自身的勾结与联合冠以何种名称呢?正是他们,在命运正蒸蒸日上之际扼制了它,将正对着蛮族的武器、以及本已移离希腊的战火,再次反转冲向了自己。

§15.3

οὐ γὰρ ἔγωγε συμφέρομαι τῷ Κορινθίῳ Δημαράτῳ μεγάλης ἡδονῆς ἀπολελεῖφθαι φήσαντι τοὺς μὴ θεασαμένους Ἕλληνας Ἀλέξανδρον ἐν τῷ Δαρείου θρόνῳ καθήμενον, ἀλλʼ εἰκότως ἄν οἶμαι δακρῦσαι,2 συννοήσαντας ὅτι ταῦτʼ Ἀλεξάνδρῳ καὶ Μακεδόσιν ἀπέλιπον οἳ τότε τοὺς τῶν Ἑλλήνων στρατηγοὺς περὶ Λεῦκτρα καὶ Κορώνειαν καὶ Κόρινθον καὶ Ἀρκαδίαν κατανήλωσαν.

因为我绝不同意科林斯人德玛拉托斯的说法,他曾说未得见亚历山大安坐大流士王座之上的希腊人被剥夺了一大乐事;我反而认为人们应当痛哭,深思正是那些当年在留克特拉、科罗尼亚、科林斯和阿卡迪亚一带耗尽希腊诸将帅之辈,将这些殊荣留给了亚历山大和马其顿人。

§15.4

Ἀγησιλάῳ μέντοι οὐδὲν κρεῖσσον ἢ μεῖζόν ἐστι τῆς ἀναχωρήσεως ἐκείνης διαπεπραγμένον, οὐδὲ γέγονε παράδειγμα πειθαρχίας καὶ δικαιοσύνης ἕτερον κάλλιον. ὅπου γὰρ Ἀννίβας ἤδη κακῶς πράττων καὶ περιωθούμενος ἐκ τῆς Ἰταλίας μάλα μόλις ὑπήκουσε τοῖς ἐπὶ τὸν οἴκοι πόλεμον καλοῦσιν, Ἀλέξανδρος δὲ καὶ προσεπέσκωψε πυθόμενος τὴν πρὸς Ἆγιν Ἀντιπάτρου μάχην, εἰπών· ἔοικεν, ὦ ἄνδρες, ὅτε Δαρεῖον ἡμεῖς ἐνικῶμεν μὲν ἐνταῦθα, ἐκεῖ τις ἐν Ἀρκαδίᾳ γεγονέναι μυομαχία·

然而对阿格西劳斯而言,其所成就之事无一能比那次撤退更为卓越或宏大,亦未曾有过另一个关于服从与正义的更为崇高的典范。因为汉尼拔已然处境困顿并正被逐出意大利之时,尚且极其勉强地听从回国作战的召唤;而亚历山大在获悉安提帕特与亚基斯交战的消息时,甚至出言讥刺道: “看来啊,朋友们,正当我们在这里打败大流士之时,在那边的阿卡迪亚发生了一场耗子大战。”

§15.5

πῶς οὐκ ἦν ἄξιον τὴν Σπάρτην μακαρίσαι τῆς Ἀγησιλάου τιμῆς πρὸς ταύτην καὶ πρὸς τοὺς νόμους τῆς εὐλαβείας; ὃς ἅμα τῷ τὴν σκυτάλην ἐλθεῖν3 εὐτυχίαν τοσαύτην καὶ δύναμιν παροῦσαν καὶ τηλικαύτας ἐλπίδας ὑφηγουμένας ἀφεὶς καὶ προέμενος εὐθὺς ἀπέπλευσεν ἀτελευτήτῳ ἐπὶ ἔργῳ, πολὺν ἑαυτοῦ πόθον τοῖς συμμάχοις ἀπολιπών, καὶ μάλιστα δὴ τὸν Ἐρασιστράτου τοῦ Φαίακος ἐλέγξας λόγον, εἰπόντος ὡς εἰσὶ δημοσίᾳ μὲν Λακεδαιμόνιοι βελτίονες, ἰδίᾳ δὲ Ἀθηναῖοι.

既是如此,斯巴达因阿格西劳斯对她的敬重及对其法律的遵从,又怎能不配受到祝贺呢?信牌一到,他便舍弃并放弃了如此巨大的福运、手握的权势以及在前引领的如许厚望,立即扬帆启航,“在功业未竟之际”,在同盟者当中留下了对他的深切眷恋,且最为有力地驳斥了斐埃克斯之子埃拉西斯特拉托斯的断言——此人曾说拉栖代梦人在公事上更为优秀,而雅典人在私交上更为出色。

§15.6

βασιλέα γὰρ ἑαυτὸν καὶ στρατηγὸν ἄριστον ἐπιδειξάμενος, ἔτι βελτίονα καὶ ἡδίονα τοῖς χρωμένοις ἰδίᾳ φίλον καὶ συνήθη παρέσχε, τοῦ δὲ Περσικοῦ νομίσματος χάραγμα τοξότην ἔχοντος, ἀναζευγνύων ἔφη μυρίοις τοξόταις4 ὑπὸ βασιλέως ἐξελαύνεσθαι τῆς Ἀσίας· τοσούτων γὰρ εἰς Ἀθήνας καὶ Θήβας κομισθέντων καὶ διαδοθέντων τοῖς δημαγωγοῖς, ἐξεπολεμώθησαν οἱ δῆμοι πρὸς τοὺς Σπαρτιάτας.

因为他不仅展现了自己是极优秀的君王与统帅,而且对那些私下与他交往的人而言,他更是一位无比优越且亲切的朋友与同侪。又因波斯钱币上铸有弓箭手的印记,他在启程开拔时说道,自己正被波斯王用一万名弓箭手逐出亚细亚;因为当如此巨额的金钱被运往雅典和忒拜并分发给民意煽动家之后,两国民众便被煽动挑起与斯巴达人的战火。

语法注4 条
  1. 15.1περὶ τοῦ σώματος βασιλεῖ

    介词短语 περὶ τοῦ σώματος(围绕王自身的肉身)与与格 βασιλεῖ(与波斯王)相结合,并与后文的 καὶ τῆς... εὐδαιμονίας 并列,作为 διαμάχεσθαι(争夺、交战)的争夺对象。

  2. 15.3ἀλλʼ εἰκότως ἄν οἶμαι δακρῦσαι

    小词 ἄν 修饰不定式 δακρῦσαι,构成潜在或非真实条件的结论句(“理当痛哭”)。其逻辑主语由后随的宾格分词 συννοήσαντας(若他们深思……)体现,承接前文未见亚历山大的希腊人。

  3. 15.5ἅμα τῷ τὴν σκυτάλην ἐλθεῖν

    ἅμα τῷ 加不定式(ἐλθεῖν)结构,表“……一到达便立即”的时间同时性,宾格 τὴν σκυτάλην(斯巴达用于传达命令的木杖)作不定式的逻辑主语。

  4. 15.6μυρίοις τοξόταις

    双关与借喻手法,源于波斯金币(大流克)上印有弓箭手图案。此处兼指军事意义上的“一万名弓箭手”与用于收买希腊政客的“一万枚弓箭手金币”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:15.1-15.6