← 普鲁塔克

阿格西劳斯传

§16.1-16.5

阿格西劳斯回师希腊与纳耳塔基翁之捷

阿格西劳斯威风凛凛地穿过色雷斯与马其顿,在平定色萨利人的敌对行动中赎回被拘使者,对希腊人在科林斯战役中的骨肉相残深表痛惜,并在纳耳塔基翁山下率骑兵大败法尔萨罗斯人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.1

ὡς δὲ διαβὰς τὸν Ἑλλήσποντον ἐβάδιζε διὰ τῆς Θρᾴκης, ἐδεήθη μὲν οὐδενὸς τῶν βαρβάρων, πέμπων δὲ πρὸς ἑκάστους ἐπυνθάνετο πότερον ὡς φιλίαν ἢ ὡς πολεμίαν διαπορεύηται τὴν χώραν. οἱ μὲν οὖν ἄλλοι πάντες φιλικῶς ἐδέχοντο καὶ παρέπεμπον, ὡς ἕκαστος δυνάμεως εἶχεν1 οἱ δὲ καλούμενοι Τράλλεις, οἷς καὶ Ξέρξης ἔδωκεν, ὡς λέγεται, δῶρα, τῆς διόδου μισθὸν ᾔτουν τὸν Ἀγησίλαον ἑκατὸν ἀργυρίου τάλαντα καὶ τοσαύτας γυναῖκας.

当他渡过赫勒斯滂并穿越色雷斯行军时,他未向任何蛮族提出请求,而是向各部族遣使询问,他是应当以友好还是以敌对的态度穿过其领土。于是,其余所有部族皆友好接纳并予护送,各依其力所能及;然而所谓的特拉勒斯人——相传连薛西斯亦曾赠礼予他们——却向阿格西劳斯索取一百塔兰同白银及同等数目的妇女作为过境之资。

§16.2

ὁ δὲ κατειρωνευσάμενος αὐτοὺς καὶ φήσας· τί οὖν οὐκ εὐθὺς ἦλθον ληψόμενοι; προῆγε, καὶ συμβαλὼν αὐτοῖς παρατεταγμένοις ἐτρέψατο καὶ διέφθειρε πολλούς, τὸ δʼ αὐτὸ καὶ τῷ βασιλεῖ τῶν Μακεδόνων ἐρώτημα προσέπεμψε· φήσαντος δὲ βουλεύσεσθαι, Βουλευέσθω τοίνυν ἐκεῖνος, εἶπεν, ἡμεῖς δὲ δὴ πορευόμεθα. Θαυμάσας οὖν τὴν τόλμαν αὐτοῦ καὶ δείσας ὁ βασιλεὺς ἐκέλευσεν ὡς φίλον προάγειν.

他却讥讽他们道: “那么,他们为何不立刻前来领取?” 随后他继续推进,与列阵迎战的他们交锋,将其击溃并歼灭甚多。他又将同样的问题送呈马其顿国王;在国王答复称须行斟酌时,“那么便教他斟酌罢,”他说道: “我们反正正向前挺进。” 国王因对其胆魄深感敬佩且生畏惧,遂命他以友人之谊通行。

§16.3

τῶν δὲ Θετταλῶν τοῖς πολεμίοις συμμαχούντων ἐπόρθει τὴν χώραν. εἰς δὲ Λάρισσαν ἔπεμψε Ξενοκλέα καὶ Σκύθην περὶ φιλίας· συλληφθέντων δὲ τούτων καὶ παραφυλασσομένων οἱ μὲν ἄλλοι βαρέως φέροντες ᾤοντο δεῖν τὸν Ἀγησίλαον περιστρατοπεδεύσαντα πολιορκεῖν τὴν Λάρισσαν, ὁ δὲ φήσας οὐκ ἂν ἐθελῆσαι Θεσσαλίαν ὅλην λαβεῖν ἀπολέσας τῶν ἀνδρῶν τὸν ἕτερον,2 ὑποσπόνδους αὐτοὺς ἀπέλαβε.

因色萨利人与敌方结盟,他便蹂躏其境地。他派克塞诺克勒斯与斯库忒斯前往拉里萨商谈结好;但这二人遭扣押并看管起来,其余人深感愤慨,认为阿格西劳斯应当安营扎寨围攻拉里萨。然而他表示不愿以失去二人中的任何一位为代价而获取整个色萨利,遂依停战协定将他们领回。

§16.4

καὶ τοῦτʼ ἴσως ἐπʼ Ἀγησιλάῳ θαυμαστὸν οὐκ ἦν, ὃς πυθόμενος μάχην μεγάλην γεγονέναι περὶ Κόρινθον, καὶ ἄνδρας τῶν πάνυ ἐνδόξων ὡς ἔνι μάλιστα αἰφνίδιον ἀπολωλέναι, καὶ Σπαρτιατῶν μὲν ὀλίγους παντάπασι τεθνηκέναι, παμπόλλους δὲ τῶν πολεμίων, οὐκ ὤφθη περιχαρὴς οὐδὲ ἐπηρμένος, ἀλλὰ καὶ πάνυ βαρὺ στενάξας, φεῦ τῆς Ἑλλάδος,3 ἔφη, τοσούτους ἄνδρας ἀπολωλεκυίας ὑφʼ αὑτῆς, ὅσοι ζῶντες ἐδύναντο νικᾶν ὁμοῦ σύμπαντας τοὺς βαρβάρους μαχόμενοι.

而这对阿格西劳斯而言或许并不足为奇,此人在得知科林斯附近发生了一场大战、且极负盛名之士死伤何其猝不及防、而斯巴达人仅极少数阵亡、敌方却伤亡极其惨重之时,并未显出欣喜若狂或扬扬自得,反而极沉痛地叹息,“痛哉,希腊!” 他说道: “竟由己手断送了如许众多之士,他们若活着,本可在并肩作战中击败蛮族全体!”

§16.5

τῶν δὲ Φαρσαλίων προσκειμένων αὑτῷ καὶ κακούντων τὸ στράτευμα, πεντακοσίοις ἱππεῦσιν ἐμβαλεῖν κελεύσας σὺν αὑτῷ καὶ τρεψάμενος ἔστησε τρόπαιον ὑπὸ τῷ Ναρθακίῳ. καὶ τὴν νίκην ὑπερηγάπησεν ἐκείνην, ὅτι συστησάμενος ἱππικὸν αὐτὸς διʼ ἑαυτοῦ τούτῳ μόνῳ τοὺς μέγιστον ἐφʼ ἱππικῇ φρονοῦντας ἐκράτησεν.

及至法尔萨罗斯人紧逼其军并扰乱其部队时,他命五百骑兵随同自己发起冲锋,击退敌众,并在纳耳塔基翁山下树立了战胜纪念碑。他对那场胜利尤为钟爱,因他全凭一己之力组建骑兵,单以此军便击败了那些在马术上素来最为自矜之辈。

语法注3 条
  1. 16.1ὡς ἕκαστος δυνάμεως εἶχεν

    动词 ἔχω 搭配副词(此处表程度的 ὡς)及表状态或资质的部分属格(δυνάμεως),构成表示“处于……状态/能力范围内”的习用结构,意为“各尽其能”。

  2. 16.3οὐκ ἂν ἐθελῆσαι Θεσσαλίαν ὅλην λαβεῖν ἀπολέσας τῶν ἀνδρῶν τὸν ἕτερον

    此为间接引语中 ἄν 搭配不定式(ἐθελῆσαι)的结构,在直接引语中对应于表示潜势或反事实假设的 οὐκ ἂν ἐθελήσαιμι。同格分词 ἀπολέσας 具有条件意味(“若是失去两人之一的话”),表明其宁可不要整个色萨利也绝不愿折损麾下使者的坚定决意。

  3. 16.4φεῦ τῆς Ἑλλάδος

    感叹词 φεῦ(痛哉、悲夫)后接表示情感原因/对象的情感属格(τῆς Ἑλλάδος)的感叹结构。随后的分词短语 τοσούτους ἄνδρας ἀπολωλεκυίας 与该属格保持一致,具体说明了致哀的原由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:16.1-16.5