- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:14.1-14.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿格西劳斯在远征第二年因节制简朴的生活方式在内陆威名远扬,使昔日骄横奢侈的波斯将领无不服膺于其朴素与威严。
ἤδη δὲ περιϊόντος ἐνιαυτοῦ δευτέρου τῇ στρατηγίᾳ. πολὺς ἄνω1 λόγος ἐχώρει τοῦ Ἀγησιλάου, καὶ δόξα θαυμαστὴ κατεῖχε τῆς τε σωφροσύνης αὐτοῦ καὶ εὐτελείας καὶ μετριότητος, ἐσκήνου μὲν γὰρ ἀποδημῶν καθʼ αὑτὸν ἐν τοῖς ἁγιωτάτοις ἱεροῖς, ἃ μὴ πολλοὶ καθορῶσιν ἄνθρωποι πράττοντας ἡμᾶς, τούτων2 τοὺς θεοὺς ποιούμενος ἐπόπτας καὶ μάρτυρας· ἐν δὲ χιλιάσι στρατιωτῶν τοσαύταις οὐ ῥᾳδίως ἄν τις εἶδε3 φαυλοτέραν στιβάδα τῆς Ἀγησιλάου.
阿格西劳斯的统帅之任已进入第二年,关于他的盛名远播内陆,其克制、朴素与谦逊的美名更是令人惊叹,深入人心。因为在远征外出住宿时,他总是独自住在最神圣的神庙中,让诸神成为那些少有人看见我们所做之事的见证与监察者;在如此众多的数千士兵当中,人们很难见到比阿格西劳斯的铺垫更为简陋的了。
πρός τε θάλπος οὕτω καὶ ψῦχος εἶχεν ὥσπερ μόνος ἀεὶ χρῆσθαι ταῖς ὑπὸ τοῦ θεοῦ κεκραμέναις ὥραις πεφυκώς. ἥδιστον δὲ θέαμα τοῖς κατοικοῦσι τὴν Ἀσίαν Ἕλλησιν ἦσαν οἱ πάλαι βαρεῖς καὶ ἀφόρητοι καὶ διαρρέοντες ὑπὸ πλούτου καὶ τρυφῆς ὕπαρχοι καὶ στρατηγοὶ δεδιότες4 καὶ θεραπεύοντες ἄνθρωπον ἐν τρίβωνι περιϊόντα λιτῷ, καὶ πρὸς ἓν ῥῆμα βραχὺ καὶ Λακωνικὸν ἁρμόζοντες ἑαυτοὺς καὶ μετασχηματίζοντες, ὥστε πολλοῖς ἐπῄει τὰ τοῦ Τιμοθέου λέγειν, "Ἄρης τύραννος· χρυσὸν δὲ Ἕλλας οὐ δέδοικε."
此外,他在耐受酷暑与严寒方面,仿佛生来唯有他一人总能安享上帝调和温润的时节。而对居住在亚细亚的希腊人而言,最为惬意的景象莫过于:昔日那些傲慢专横、难以忍受、沉溺于巨富与奢靡的副王和将领们,如今却畏惧并侍奉着一个身穿简朴粗袍四处走动的人,并随着一句简短有力的拉哥尼亚短语来约束自我、改变举止;以至于许多人都情不自禁地吟诵提摩太的诗句: “阿瑞斯乃是君王,希腊不惧黄金。”
- 14.1ἄνω
该副词从沿海希腊世界的视角出发,意指“向内陆”或“深入腹地”,指阿格西劳斯的名声由沿海传播至波斯帝国内陆中枢。
- 14.1ἃ μὴ πολλοὶ καθορῶσιν ἄνθρωποι πράττοντας ἡμᾶς, τούτων
关系从句(ἃ ... ἡμᾶς)置于其先行指示代词(τούτων)之前的倒装结构。τούτων 为从属于表语名词 ἐπόπτας καὶ μάρτυρας 的客观属格(“使神成为这些事的见证者”),而关系代词 ἃ 则是分词短语 πράττοντας ἡμᾶς 的直接宾语。
- 14.1οὐ ῥᾳδίως ἄν τις εἶδε
由 ἄν 与直陈式不定过去时(εἶδε)及不定代词 τις 构成的过去潜在/可能性结构,表示“任何人都不容易看到”。
- 14.2ἥδιστον δὲ θέαμα ... ἦσαν οἱ πάλαι βαρεῖς ... ὕπαρχοι καὶ στρατηγοὶ δεδιότες
语法主语为复数名词短语(οἱ ... ὕπαρχοι καὶ στρατηγοί 结合分词 δεδιότες καὶ θεραπεύοντες),动词 ἦσαν 与主语在数上保持一致,表语 ἥδιστον θέαμα 则为中性单数。分词生动展现了这些首领畏惧臣服的情态与景象。
