- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:13.1-13.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
法纳巴佐斯之子与阿格西劳斯结为客友,阿格西劳斯此后在其流亡与情事上给予诸多庇护,由此展现了阿格西劳斯重义徇情但也偶有以务实权宜为先的作风。
ἀπιόντος δὲ τοῦ Φαρναβάζου μετὰ τῶν φίλων, ὁ υἱὸς ὑπολειφθεὶς προσέδραμε τῷ Ἀγησιλάῳ καί μειδιῶν εἶπεν· ἐγώ σε ξένον, ὦ Ἀγησίλαε, ποιοῦμαι. καί παλτὸν ἔχων ἐν τῇ χειρὶ δίδωσιν αὐτῷ. δεξάμενος οὖν ὁ Ἀγησίλαος καί ἡσθεὶς τῇ τε ὄψει καί τῇ φιλοφροσύνῃ τοῦ παιδός, ἐπεσκόπει τοὺς παρόντας, εἴ τις ἔχοι τι τοιοῦτον οἷον ἀντιδοῦναι καλῷ καί γενναίῳ δῶρον.
当法纳巴佐斯与友人们离去时,留在后方的儿子跑向阿格西劳斯,微笑着说: “阿格西劳斯啊,我愿与你结为客友。” 他手里拿着一柄标枪,将它赠给了阿格西劳斯。阿格西劳斯欣然接受,既喜爱这少年的容貌,又嘉许他的亲善之情,便打量在场的人,看是否有人携带着适合回赠给这俊美高尚少年的礼物。
ἰδὼν δὲ ἵππον Ἰδαίου τοῦ γραφέως κεκοσμημένον φαλάροις, ταχὺ ταῦτα περισπάσας τῷ μειρακίῳ δίδωσι. καί τὸ λοιπὸν οὐκ ἐπαύετο μεμνημένος, ἀλλὰ καί χρόνῳ περιϊόντι τὸν οἶκον ἀποστερηθέντος αὐτοῦ1 καί φυγόντος ὑπὸ τῶν ἀδελφῶν εἰς Πελοπόννησον, ἰσχυρῶς ἐπεμελεῖτο.
他看见书记官伊代奥斯的马匹饰有胸甲佩饰,便迅速将它们取下,送给了这年轻人。此后他也从未忘记过他;随着岁月流逝,当这年轻人被兄弟们剥夺了家业并逃亡至伯罗奔尼撒时,阿格西劳斯对他关怀备至。
καί τι καί τῶν ἐρωτικῶν αὐτῷ συνέπραξεν. ἠράσθη γὰρ ἀθλητοῦ παιδὸς ἐξ Ἀθηνῶν ἐπεὶ δὲ μέγας ὢν καί σκληρὸς Ὀλυμπίασιν ἐκινδύνευσεν ἐκκριθῆναι, καταφεύγει πρὸς τὸν Ἀγησίλαον ὁ Πέρσης δεόμενος ὑπὲρ τοῦ παιδός· ὁ δὲ καί τοῦτο βουλόμενος αὐτῷ χαρίζεσθαι, μάλα μόλις διεπράξατο σὺν πολλῇ πραγματείᾳ. τἆλλα μὲν γὰρ ἦν ἀκριβὴς καί νόμιμος, ἐν δὲ τοῖς φιλικοῖς πρόφασιν ἐνόμιζεν εἶναι τὸ λίαν δίκαιον.2
阿格西劳斯还在一件风流情事上协助了他。原来这青年爱上了来自雅典的一位少年运动员;当这位少年因身形高大健壮而面临在奥林匹亚被取消参赛资格的危险时,这位波斯人投奔阿格西劳斯,为少年恳求援助。阿格西劳斯也渴望在这件事上顺遂他的心意,历经极大的周折与辛劳才终于办成。因为他在其他事情上向来严守法度,但在对待友谊之事上,他认为过度的公正不过是借口。
φέρεται γοῦν ἐπιστόλιον αὐτοῦ πρὸς Ἱδριέα τὸν Κᾶρα τοιοῦτο· Νικίας εἰ μὲν μὴ ἀδικεῖ, ἄφες· εἰ δὲ ἀδικεῖ, ἡμῖν ἄφες· πάντως δὲ ἄφες. ἐν μὲν οὖν τοῖς πλείστοις τοιοῦτος ὑπὲρ τῶν φίλων ὁ Ἀγησίλαος· ἔστι δὲ ὅπου3 πρὸς τὸ συμφέρον ἐχρῆτο τῷ καιρῷ μᾶλλον, ὡς ἐδήλωσεν, ἀναζυγῆς αὐτῷ θορυβωδεστέρας γενομένης, ἀσθενοῦντα καταλιπὼν τὸν ἐρώμενον. ἐκείνου γὰρ δεομένου καί καλοῦντος αὐτὸν ἀπιόντα, μεταστραφεὶς εἶπεν ὡς χαλεπὸν ἐλεεῖν ἅμα καί φρονεῖν. τουτὶ μὲν Ἱερώνυμος ὁ φιλόσοφος ἱστόρηκεν.
事实上,在他写给卡里亚人希德里埃乌斯的信件中,就有这样一封简短的便函: “尼基阿斯若无过错,请释放他;他若有过错,请看在我们的份上释放他;无论如何,请释放他。” 因此,在大多数情况下,阿格西劳斯为了朋友都是如此行事;然而有时他也会为了自身利益而利用时机,正如在一次撤营极为混乱之际,他丢下了患病的爱人时所表明的那样。因为当那人向他恳求、呼唤离去的他时,他转过身说道,兼顾同情与理智是多么艰难。这件事情是由哲学家希厄罗尼穆斯所记载的。
- 13.2τὸν οἶκον ἀποστερηθέντος αὐτοῦ
动词 ἀποστερέω(剥夺)在主动语态中支配人(宾格)和事物(属格或宾格)。在被动语态中,被剥夺的人成为主语(在此为属格独立结构中的主语 αὐτοῦ),而被剥夺的事物(τὸν οἶκον)则保留为宾格(保留宾格)。
- 13.3πρόφασιν ἐνόμιζεν εἶναι τὸ λίαν δίκαιον
在由 ἐνόμιζεν 支配的宾格不定式结构中,带冠词的中性短语 τὸ λίαν δίκαιον(过度的公正)作主语宾格,而不带冠词的 πρόφασιν(借口)作谓语宾格,后者因强调而置于句首。
- 13.4ἔστι δὲ ὅπου
非人称表达 ἔστιν ὅπου 是一个惯用短语,意为“有时”或“在某些情况下”。它与前句中的 ἐν μὲν οὖν τοῖς πλείστοις(在大多数情况下)形成对比,用于引出一种例外的情形。
