← 普鲁塔克

阿格西劳斯传

§12.1-12.5

阿格西劳斯与法纳巴佐斯的会谈

在基齐库斯人阿波罗法内斯的斡旋下,阿格西劳斯与法纳巴佐斯举行会谈;阿格西劳斯阐明只要对方仍做波斯王的臣仆就只能作为敌人对待,但若选择作为盟友追求自由则斯巴达将全力相助,并对法纳巴佐斯坦诚高尚的回答大加赞赏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

μετὰ ταῦτα Φαρνάβαζος εἰς λόγους αὐτῷ συνελθεῖν ἠθέλησε, καὶ συνῆγεν ἀμφοτέρους ὢν ξένος ὁ Κυζικηνὸς Ἀπολλοφάνης. πρότερος δὲ μετὰ τῶν φίλων ὁ Ἀγησίλαος ἐλθὼν εἰς τὸ χωρίον, ὑπὸ σκιᾷ τινι πόας οὔσης βαθείας καταβαλὼν ἑαυτόν, ἐνταῦθα περιέμενε τὸν Φαρνάβαζον.

此后,法纳巴佐斯希望与他会谈,两人共同的宾友基齐库斯人阿波罗法内斯促成了他们的会面。阿格西劳斯与友人们先到了那地方,在一处青草茂密的树荫下坐卧于地,在那里等候法纳巴佐斯。

§12.2

ὁ δὲ ὡς ἐπῆλθεν, ὑποβεβλημένων αὐτῷ κωδίων τε μαλακῶν καὶ ποικίλων δαπίδων,1 αἰδεσθεὶς τὸν Ἀγησίλαον οὕτω κατακείμενον κατεκλίνη καὶ αὐτός, ὡς ἔτυχεν, ἐπὶ τῆς πόας χαμᾶζε, καίπερ ἐσθῆτα θαυμαστὴν λεπτότητι καὶ βαφαῖς ἐνδεδυκώς. ἀσπασάμενοι δὲ ἀλλήλους ὁ μὲν Φαρνάβαζος οὐκ ἠπόρει λόγων δικαίων, ἅτε δὴ πολλὰ καὶ μεγάλα Λακεδαιμονίοις χρήσιμος γεγονὼς ἐν τῷ πρὸς Ἀθηναίους πολέμῳ, νῦν δὲ πορθούμενος ὑπʼ αὐτῶν·

法纳巴佐斯到来时,随从已为他铺好了柔软的羊皮和色彩绚丽的毛毯,但他看到阿格西劳斯就这样席地而卧,不禁感到羞愧,尽管身上穿着质地极其细腻、印染极其精美的华服,也随遇而安地在草地上坐了下来。二人互致问候之后,法纳巴佐斯并不缺乏正当的诉求,因为在对雅典人的战争中,他曾为拉刻代蒙人立下诸多巨大功劳,如今却遭到他们的劫掠。

§12.3

ὁ δὲ Ἀγησίλαος, ὁρῶν τοὺς σὺν αὐτῷ Σπαρτιάτας ὑπʼ αἰσχύνης κύπτοντας εἰς τὴν γῆν καὶ διαποροῦντας ἀδικούμενον γὰρ ἑώρων τὸν Φαρνάβαζον, ἡμεῖς, εἶπεν, ὦ Φαρνάβαζε, καὶ φίλοι ὄντες πρότερον βασιλέως ἐχρώμεθα τοῖς ἐκείνου πράγμασι φιλικῶς καὶ νῦν πολέμιοι γεγονότες πολεμικῶς. ἓν οὖν καὶ σὲ τῶν βασιλέως κτημάτων ὁρῶντες εἶναι βουλόμενον,2 εἰκότως διὰ σοῦ βλάπτομεν ἐκεῖνον.

阿格西劳斯见身边的斯巴达人因羞愧而垂首向下,不知所措——因为他们看出法纳巴佐斯确实蒙受了冤屈——便说道: “法纳巴佐斯啊,我们从前作为波斯王的友人时,便以友好的方式对待他的一切事务;如今成为敌人,便以敌对的方式相待。因此,既然看到你也甘愿成为国王的财产之一,我们自然要通过你来打击他。

§12.4

ἀφʼ ἧς δʼ ἂν ἡμέρας σεαυτὸν ἀξιώσῃς Ἑλλήνων φίλον καὶ σύμμαχον μᾶλλον ἢ δοῦλον λέγεσθαι βασιλέως, ταύτην νόμιζε τὴν φάλαγγα3 καὶ τὰ ὅπλα καὶ τὰς ναῦς καὶ πάντας ἡμᾶς τῶν σῶν κτημάτων φύλακας εἶναι καὶ τῆς ἐλευθερίας, ἧς ἄνευ καλὸν ἀνθρώποις οὐδὲν οὐδὲ ζηλωτόν ἐστιν.

但是,从你自认应当被称为希腊人的朋友与盟友、而非国王的奴隶的那一天起,你便当确信,这支方阵、这些武器与战船,以及我们所有人,都将是你财产的守护者,也是你自由的守护者——没有自由,对人类而言就没有任何崇高可言,也没有任何值得艳羡之物。”

§12.5

ἐκ τούτου λέγει πρὸς αὐτὸν ὁ Φαρνάβαζος ἣν εἶχε διάνοιαν. ἐγὼ γάρ, εἶπεν, ἐὰν μὲν ἄλλον ἐκπέμψῃ βασιλεὺς στρατηγόν, ἔσομαι μεθʼ ὑμῶν, ἐὰν δʼ ἐμοὶ παραδῷ τὴν ἡγεμονίαν, οὐδὲν ἐλλείψω προθυμίας ἀμυνόμενος ὑμᾶς καὶ κακῶς ποιῶν ὑπὲρ ἐκείνου. ταῦτα δʼ ἀκούσας ὁ Ἀγησίλαος ἥσθη, καὶ τῆς δεξιᾶς αὐτοῦ λαβόμενος καὶ συνεξαναστάς, εἴθε, εἶπεν, ὦ Φαρνάβαζε, τοιοῦτος ὢν φίλος ἡμῖν γένοιο μᾶλλον ἢ πολέμιος.

法纳巴佐斯随即向他表明了自己的心意: “如果国王派出另一位统帅,”他说,“我将站在你们一边;但如果他将统率权交给我,我定当为了他竭尽热忱地反击并伤害你们,绝无丝毫懈怠。” 阿格西劳斯听后大喜,握住他的右手,一同站起身来,说道: “法纳巴佐斯啊,像你这样高尚的人,要是能成为我们的朋友而非敌人,那该有多好!”

语法注3 条
  1. 12.2ὑποβεβλημένων αὐτῷ κωδίων τε μαλακῶν καὶ ποικίλων δαπίδων

    独立属格结构,以 κωδίων... καὶ... δαπίδων 为逻辑主语。与格 αὐτῷ 为利益与格(dativus commodi),意为“为他”。此结构交代了法纳巴佐斯的随从已为他铺好华丽坐垫这一背景,与后文他见阿格西劳斯席地而卧而感到羞愧(αἰδεσθείς)并同样坐在草地上的举动形成鲜明对比。

  2. 12.3ἓν οὖν καὶ σὲ τῶν βασιλέως κτημάτων ὁρῶντες εἶναι βουλόμενον

    分词 ὁρῶντες(见/认为)所带的宾语从属结构。宾格代词 σέ 与同格一致的补足分词 βουλόμενον 受知觉分词 ὁρῶντες 支配,而不定式 εἶναι 及其述语名词短语 ἓν τῶν βασιλέως κτημάτων 则受 βουλόμενον 支配,意为“看到你也甘愿成为国王财产之一”。

  3. 12.4ἀφʼ ἧς δʼ ἂν ἡμέρας σεαυτὸν ἀξιώσῃς Ἑλλήνων φίλον καὶ σύμμαχον μᾶλλον ἢ δοῦλον λέγεσθαι βασιλέως, ταύτην νόμιζε τὴν φάλαγγα

    关系从句与主句之间的对应结构。先行词 ἡμέρα 被吸收进关系从句中(ἀφʼ ἧς ἂν ἡμέρας,“从……的那一天起”),位于主句祈使动词 νόμιζε 之前。需要注意的是,主句中的 ταύτην 并非指代前述日期的代词,而是修饰其后名词 τὴν φάλαγγα 的指示形容词(“将这支方阵视作……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:12.1-12.5