- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg044.humanitext-grc2:11.1-11.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿格西劳斯劫掠法纳巴佐斯的领地,并与科提斯结盟取得战果,但赫利皮达斯严查战利品致使斯皮特里达特斯出走,令阿格西劳斯深感痛苦。同时,阿格西劳斯内心深陷对美少年梅加巴特斯的炽热恋情与克制的痛苦挣扎之中。
αὐτὸς δὲ τὸν στρατὸν καταστήσας εἰς τὴν ὑπὸ Φαρναβάζῳ τεταγμένην χώραν οὐ μόνον ἐν ἀφθόνοις διῆγε πᾶσιν, ἀλλὰ καί χρήματα συνῆγε πολλά· καί προελθὼν ἄχρι Παφλαγονίας προσηγάγετο τὸν βασιλέα τῶν Παφλαγόνων, Κότυν, ἐπιθυμήσαντα τῆς φιλίας αὐτὸν1 διʼ ἀρετὴν καί πίστιν.
阿格西劳斯自己率军进入法纳巴佐斯统治下的疆域,不仅在万物丰足中度日,而且积聚了大量财富。他一直推进到帕夫拉戈尼亚,招抚了帕夫拉戈尼亚人的国王科提斯;科提斯因阿格西劳斯的美德与信义,早已有意与之结交。
ὁ δὲ Σπιθριδάτης, ὡς ἀποστὰς τοῦ Φαρναβάζου τὸ πρῶτον ἦλθε πρὸς τὸν Ἀγησίλαον, ἀεὶ συναπεδήμει καί συνεστράτευεν αὐτῷ, κάλλιστον υἱὸν μὲν ἔχων, Μεγαβάτην, οὗ παιδὸς ὄντος ἤρα σφοδρῶς Ἀγησίλαος, καλὴν δὲ καί θυγατέρα παρθένον ἐν ἡλικίᾳ γάμου, ταύτην ἔπεισε γῆμαι τὸν Κότυν ὁ Ἀγησίλαος·
斯皮特里达特斯自从背叛法纳巴佐斯投奔阿格西劳斯后,便始终与他同行出征。他有一个极其俊美的儿子名叫梅加巴特斯,当这少年尚在年幼时,阿格西劳斯便狂热地爱恋着他;他还有一个到了出嫁年龄的美丽处女女儿。
καί λαβὼν παρʼ αὐτοῦ χιλίους ἱππεῖς καί δισχιλίους πελταστὰς αὖθις ἀνεχώρησεν εἰς Φρυγίαν, καί κακῶς ἐποίει τὴν Φαρναβάζου χώραν οὐχ ὑπομένοντος οὐδὲ πιστεύοντος2 τοῖς ἐρύμασιν, ἀλλὰ ἔχων ἀεὶ τὰ πλεῖστα σὺν ἑαυτῷ τῶν τιμίων καί ἀγαπητῶν ἐξεχώρει καί ὑπέφευγεν ἄλλοτε ἀλλαχόσε τῆς χώρας μεθιδρυόμενος, μέχρι οὗ παραφυλάξας αὐτὸν ὁ Σπιθριδάτης καί παραλαβὼν Ἡριππίδαν τὸν Σπαρτιάτην ἔλαβε τὸ στρατόπεδον καί τῶν χρημάτων ἁπάντων ἐκράτησεν.
阿格西劳斯说服了科提斯迎娶这个少女;从科提斯那里得到一千名骑兵和两千名轻盾兵后,阿格西劳斯再次退回弗里吉亚,蹂躏法纳巴佐斯的领地。法纳巴佐斯不敢坚守,也不信任要塞,而是始终随身携带大部分珍贵心爱之物,退避逃亡,辗转迁徙于各处,直到斯皮特里达特斯窥准时机,带领斯巴达人赫利皮达斯攻破其营寨,尽夺其财富。
ἔνθα δὴ πικρὸς ὢν ὁ Ἡριππίδας ἐξεταστὴς τῶν κλαπέντων, καί τοὺς βαρβάρους ἀναγκάζων ἀποτίθεσθαι, καί πάντα ἐφορῶν καί διερευνώμενος, παρώξυνε τὸν Σπιθριδάτην, ὥστε ἀπελθεῖν εὐθὺς εἰς Σάρδεις μετὰ τῶν Παφλαγόνων. τοῦτο λέγεται τῷ Ἀγησιλάῳ γενέσθαι πάντων ἀνιαρότατον. ἤχθετο μὲν γὰρ ἄνδρα γενναῖον ἀποβεβληκὼς τὸν Σπιθριδάτην καί σὺν αὐτῷ δύναμιν οὐκ ὀλίγην, ᾐσχύνετο δὲ τῇ διαβολῇ τῆς μικρολογίας καί ἀνελευθερίας, ἥς οὐ μόνον αὑτόν, ἀλλὰ καί τὴν πατρίδα καθαρεύουσαν ἀεὶ παρέχειν ἐφιλοτιμεῖτο.
然而赫利皮达斯对所盗战利品严苛审查,强迫异族人上交,四处监察搜求,激怒了斯皮特里达特斯,以致他立即率领帕夫拉戈尼亚人出走萨狄斯。据说这对阿格西劳斯来说是一切事情中最痛苦的一件。因为他不仅痛惜失去了斯皮特里达特斯这样一位杰出之士以及随之而去的重兵,而且为吝啬和卑鄙的恶名感到羞愧——他一向自诩不仅让自己、而且让祖国始终远离这等污名。
χωρὶς δὲ τῶν ἐμφανῶν τούτων ἔκνιζεν αὐτὸν οὐ μετρίως ὁ τοῦ παιδὸς ἔρως ἐνεσταγμένος, εἰ καί πάνυ παρόντος αὐτοῦ τῷ φιλονείκῳ χρώμενος ἐπειρᾶτο νεανικῶς ἀπομάχεσθαι πρὸς τὴν ἐπιθυμίαν. καί ποτε τοῦ Μεγαβάτου προσιόντος ὡς ἀσπασομένου καί φιλήσοντος ἐξέκλινεν.
除了这些显而易见的原因外,渗入心髓的少年之爱也使他深受折磨,尽管当少年在场时,他凭着好胜心极力克制,勇敢地与自己的情欲抗争。有一次,梅加巴特斯走近前来想要问候并吻他,阿格西劳斯却侧身避开了。
ἐπεὶ δὲ ἐκεῖνος αἰσχυνθεὶς ἐπαύσατο καί τὸ λοιπὸν ἄπωθεν ἤδη προσηγόρευεν, ἀχθόμενος αὖ πάλιν καί μεταμελόμενος τῇ φυγῇ τοῦ φιλήματος, ὁ Ἀγησίλαος προσεποιεῖτο θαυμάζειν ὅ τι δὴ παθὼν αὐτὸν ὁ Μεγαβάτης ἀπὸ στόματος οὐ φιλοφρονοῖτο. σὺ γὰρ αἴτιος. οἱ συνήθεις ἔφασαν, οὐχ ὑποστάς, ἀλλὰ τρέσας τὸ φίλημα τοῦ καλοῦ καί φοβηθείς· ἐπεὶ καί νῦν ἂν ἔλθοι σοι πεισθεὶς ἐκεῖνος ἐντὸς φιλήματος· ἀλλʼ ὅπως αὖθις οὐκ ἀποδειλιάσεις.3
少年羞愧难当,从此作罢,往后只在远处向他打招呼。阿格西劳斯却又为自己避开那个吻感到懊恼和后悔,假装奇怪究竟发生了什么事,竟让梅加巴特斯不再当面亲吻致意。 “原因就在你自己,”他的侍从们说,“因为你没有承受,反而畏惧并退缩避开了美少年的吻。即便现在,如果好好劝说,他仍会走到你能吻到的范围之内;只是你可别再次胆怯退缩了。”
χρόνον οὖν τινα πρὸς ἑαυτῷ γενόμενος ὁ Ἀγησίλαος καὶ διασιωπήσας, οὐδέν ἔφη, δεινὸν πείθειν ὑμᾶς ἐκεῖνον· ἐγὼ γάρ μοι δοκῶ τήναν τὰν μάχαν τὰν περὶ τοῦ φιλάματος ἅδιον ἂν μάχεσθαι4 πάλιν ἢ πάντα ὅσα τεθέαμαι χρυσία μοι γενέσθαι. τοιοῦτος μὲν ἦν τοῦ Μεγαβάτου παρόντος, ἀπελθόντος γε μὴν οὕτω περικαῶς ἔσχεν ὡς χαλεπὸν εἰπεῖν εἰ πάλιν αὖ μεταβαλομένου καὶ φανέντος ἐνεκαρτέρησε μὴ φιληθῆναι.
阿格西劳斯独自沉思良久,沉默不语,随后说道: “你们不必去劝他;因为在我看来,我宁愿再次打那场关于亲吻的战斗,也不愿让我所见过的全部金银财宝归我所有。” 梅加巴特斯在场时他是如此;然而当少年离去后,他炽烈的相思之情使人很难说,如果少年再次改变心意出现,他是否能坚持忍住而不接受那个吻。
- 11.1ἐπιθυμήσαντα τῆς φιλίας αὐτὸν
宾格分词 ἐπιθυμήσαντα 修饰前面的专有名词 Κότυν(科提斯)。随后的代词 αὐτόν 起强调作用(“他自己”、“自发地”),或作为重述性宾格代词指代科提斯本人,表明是科提斯因阿格西劳斯的美德和信义主动渴望结交。
- 11.3οὐχ ὑπομένοντος οὐδὲ πιστεύοντος
属格分词 ὑπομένοντος 和 πιστεύοντος 在句法上与宾语短语 τὴν Φαρναβάζου χώραν 中包含的所有格 Φαρναβάζου 一致,作为修饰性分词描述法纳巴佐斯不坚守也不倚仗堡垒的状态。
- 11.6ἀλλʼ ὅπως αὖθις οὐκ ἀποδειλιάσεις
连词 ὅπως 搭配将来时直陈式(ἀποδειλιάσεις)构成表示命令或警告的独立句型,省略了 ὅρα 等主句动词。搭配 οὐκ 强调否定,意为“但你可千万别再次退缩胆怯”。
- 11.7τήναν τὰν μάχαν τὰν περὶ τοῦ φιλάματος ἅδιον ἂν μάχεσθαι
此处直接引述了阿格西劳斯本人的斯巴达多利斯方言(τήναν 相当于雅典方言的 ἐκείνην,τὰν 相当于 τήν,φιλάματος 相当于 φιλήματος,ἅδιον 相当于 ἥδιον)。句法上采用 δοκῶ μοι 搭配 ἄν 与不定式 μάχεσθαι,构成表达潜能或假设的结构:“在我看来,我更乐意再次打那场争夺亲吻的战斗”。
