- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:9.1-9.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
斯巴达克斯等人击退卡普亚的追兵,利用野葡萄藤编织的梯子摆脱克洛狄乌斯的包围并夺取其军营。在接连击溃行政长官瓦里纽斯及其副将后,斯巴达克斯意图翻越阿尔卑斯山引军归国,部众却不肯遵从而大肆掠夺,元老院大为震惊遂派出两位执政官统军镇压。
καὶ πρῶτον μὲν τούς ἐκ Καπύης ἐλθόντας ὠσάμενοι καὶ πολλῶν ὅπλων ἐπιλαβόμενοι πολεμιστηρίων ἄσμενοι ταῦτα μετελάμβανον, ἀπορρίψαντες ὡς ἄτιμα καὶ βάρβαρα τὰ τῶν μονομάχων ἔπειτα Κλωδίου στρατηγοῦ μετὰ τρισχιλίων πεμφθέντος ἐκ Ῥώμης καὶ πολιορκοῦντος αὐτοὺς ἐν ὄρει μίαν ἔχοντι καὶ χαλεπὴν καὶ στενὴν ἄνοδον, ἣν ὁ Κλώδιος ἐφρούρει, τὰ δʼ ἄλλα κρημνοὺς ἀποτόμους καὶ λισσάδας,1 ἄμπελον δὲ πολλὴν ἀγρίαν ἐπιπολῆς πεφυκυῖαν, ἔτεμνον τῶν κλημάτων τὰ χρήσιμα, καὶ συμπλέκοντες ἐξ αὐτῶν κλιμακίδας εὐτόνους καὶ βαθείας, ὥστʼ ἄνωθεν ἀνηρτημένας παρὰ τὸ κρημνῶδες ἅπτεσθαι τῶν ἐπιπέδων, κατέβαινον ἀσφαλῶς διʼ αὐτῶν πλὴν ἑνός. οὗτος δὲ τῶν ὅπλων ἕνεκα μείνας, ἐπεὶ κατέβησαν, ἠφίει κάτω τὰ ὅπλα καὶ βαλὼν ἅπαντα τελευταῖος ἀπεσῴζετο καὶ αὐτός.
他们首先击退了从卡普亚赶来的人,夺得了许多真正的军用武器,欣然以此换装,而将角斗士的武器作为可耻和野蛮之物弃之不顾。接着,行政长官克洛狄乌斯率领三千人从罗马被派来,将他们围困在一座山上,该山仅有一条既险峻又狭窄的登顶通道,由克洛狄乌斯把守,其余各处尽是陡峭的悬崖与光秃的岩壁,山顶表面长着许多野葡萄藤。他们砍下藤条中可用者,用其编结成结实而深长的梯子,使之自上方沿着悬崖悬挂直达平地,除一人外,他们借此安全下山。这留下来的一人是为了照料武器,等他们下去之后,便把武器向下投掷,掷尽全部武器后,他自己也作为最后一人平安脱险。
ταῦτʼ ἠγνόουν οἱ Ῥωμαῖοι· διὸ καὶ περιελθόντες αὐτοὺς ἐξέπληξαν τῷ αἰφνιδίῳ, καὶ φυγῆς γενομένης ἔλαβον τὸ στρατόπεδον. καὶ προσεγίνοντο πολλοὶ τῶν αὐτόθι βοτήρων καὶ ποιμένων αὐτοῖς, πλῆκται καὶ ποδώκεις ἄνδρες, ὧν τούς μὲν ὥπλιζον, τοῖς δὲ προδρόμοις καὶ ψιλοῖς ἐχρῶντο.
罗马人对此一无所知;因此他们迂回到其后方,以突如其来之势使其惊骇万分,敌军溃逃后他们夺取了营地。当地许多牧牛人和牧羊人也前来归附他们,这些人强悍而健步如飞,他们给其中一部分人配备武器,将另一部分人充当前哨和轻装步兵。
δεύτερος ἐκπέμπεται πρὸς αὐτοὺς στρατηγὸς Πούπλιος Βαρῖνος, οὗ πρῶτα μὲν ὑποστράτηγόν τινα Φούριον ἔχοντα δισχιλίους στρατιώτας ἐτρέψαντο συμβαλόντες· ἔπειτα σύμβουλον αὐτῷ καὶ συνάρχοντα Κοσσίνιον ἀποσταλέντα μετὰ πολλῆς δυνάμεως ἐπιτηρήσας ὁ Σπάρτακος λουόμενον περὶ Σαλίνας, μικρὸν ἐδέησε συναρπάσαι.2
第二位被派来对抗他们的将领是行政长官普布利乌斯·瓦里纽斯;他们首先与他的某位率领两千士兵的副将富里乌斯交战,并将其击溃;随后,见瓦里纽斯的参谋兼同僚指挥官科西纽斯率重兵被遣来,并在萨利纳埃附近沐浴,斯巴达克斯险些将其生擒。
χαλεπῶς δὲ καὶ μόλις ἐκφυγόντος εὐθὺς μὲν ἐκράτησε τῆς ἀποσκευῆς, ἐκ ποδὸς δὲ κατέχων καὶ διώκων φόνῳ πολλῷ τὸ στρατόπεδον εἷλεν. ἔπεσε δὲ καὶ Κοσσίνιος. αὐτὸν δὲ τὸν στρατηγὸν ἄλλαις μάχαις πολλαῖς καταγωνισάμενος, τέλος δὲ τούς τε ῥαβδούχους καὶ τὸν ἵππον αὐτοῦ λαβὼν, ἤδη μὲν μέγας καὶ φοβερός ἦν, ἐφρόνει δὲ τὰ εἰκότα, καὶ μὴ προσδοκῶν ὑπερβαλέσθαι τὴν Ῥωμαίων δύναμιν ἦγεν ἐπὶ τὰς Ἄλπεις τὸν στρατόν, οἰόμενος δεῖν ὑπερβαλόντας αὐτὰς ἐπὶ τὰ οἰκεῖα χωρεῖν, τούς μὲν εἰς Θρᾴκην, τούς δʼ εἰς Γαλατίαν.
当科西纽斯历经艰难方才脱身时,斯巴达克斯立刻占领了他的行李,并紧追不舍,斩杀甚众,攻克了营地。科西纽斯亦阵亡。斯巴达克斯在其他多次战斗中战胜了这位长官本人,最终夺得其侍从官与战马,此时他固然已声势浩大、令人畏惧,但他仍保持清醒,料想不可能压倒罗马的国力,遂引军向阿尔卑斯山挺进,认为翻越此山后便当各归故里,有的去往色雷斯,有的去往高卢。
οἱ δὲ πλήθει τε ὄντες ἰσχυροὶ καὶ μέγα φρονοῦντες οὐχ ὑπήκουον, ἀλλʼ ἐπόρθουν ἐπιπορευόμενοι τὴν Ἰταλίαν. οὐκέτʼ οὖν τὸ παρʼ ἀξίαν καὶ τὸ αἰσχρὸν ἠνώχλει τῆς ἀποστάσεως τὴν σύγκλητον, ἀλλὰ δὴ διὰ φόβον τε καὶ κίνδυνον ὡς πρὸς ἕνα τῶν δυσκολωτάτων πολέμων καὶ μεγίστων ἀμφοτέρους ἐξέπεμπον τούς ὑπάτους.
然而他们人多势众且心高气傲,不肯听从,反而纵兵蹂躏意大利全境。因此,已不再是叛乱所带来的体面受损与耻辱使元老院深感不安,而是〔他们〕出于恐惧与危急,将其视作最艰巨、最重大的战争之一,将两位执政官双双派出。
ὧν Γέλλιος μὲν τὸ Γερμανικόν ὕβρει καὶ φρονήματι τῶν Σπαρτακείων ἀποσχισθέν ἐξαίφνης ἐμπεσὼν ἅπαν διέφθειρε, Λέντλου δὲ τὸν Σπάρτακον μεγάλοις στρατοπέδοις περιλαβόντος ὁρμήσας ὁμόσε καὶ μάχην συνάψας ἐκράτησε μὲν τῶν πρεσβευτῶν,3 ἔλαβε δὲ τὴν ἀποσκευὴν ἅπασαν, ὠθουμένῳ δʼ αὐτῷ πρὸς τὰς Ἄλπεις Κάσσιος ὁ τῆς περὶ Πάδον Γαλατίας στρατηγὸς ἔχων μυρίους ἀπήντησε· καὶ γενομένης μάχης κρατηθεὶς καὶ πολλοὺς ἀποβαλών μόλις αὐτὸς ἐξέφυγε.
其中,盖利乌斯趁日耳曼人部队因狂妄傲慢脱离斯巴达克斯主力,突然袭来并将其全歼;而当兰图鲁斯以大军包围斯巴达克斯时,斯巴达克斯迎头出击,展开激战,击败其副将们,夺取了全部辎重;当他向阿尔卑斯山推进时,波河流域高卢的总督卡西乌斯率万人迎战;交战之后,卡西乌斯被击败并损失惨重,自身亦仅以身免。
- 9.2τὰ δʼ ἄλλα κρημνοὺς ἀποτόμους καὶ λισσάδας
与前文的 ὄρει μίαν ἔχοντι ... ἄνοδον 相呼应。τὰ δʼ ἄλλα 作状语性宾格(“至于其余部分”),而 κρημνοὺς ἀποτόμους καὶ λισσάδας 则作为前面分词 ἔχοντι 的第二个直接宾语并列。
- 9.4μικρὸν ἐδέησε συναρπάσαι
以 ὁ Σπάρτακος 为主语、使用动词 δέω(“缺少、差”)的不定过去时所构成的固定人称句式,意为“差一点就……”、“险些……”。不定式 συναρπάσαι 作 ἐδέησε 的补足语。
- 9.7ἐκράτησε μὲν τῶν πρεσβευτῶν
动词 κρατέω 支配属格,意为“压制、击败”。此处的 πρεσβευταί 并非指“使节”,而是指罗马军团中的副将或军团长(legati)。
