← 普鲁塔克

克拉苏传

§10.1-10.6

克拉苏受命统军与长墙封锁

克拉苏接替失利的执政官掌握统帅权,通过十一抽杀律重整军纪,并在地峡修筑长墙将斯巴达克斯围困于半岛,但后者趁暴风雪强行突破了封锁。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

ταῦθʼ ἡ βουλὴ πυθομένη τοὺς μὲν ὑπάτους πρὸς ὀργὴν ἐκέλευσεν ἡσυχίαν ἄγειν, Κράσσον δὲ τοῦ πολέμου στρατηγὸν εἵλετο καὶ πολλοὶ διὰ δόξαν αὐτῷ καὶ φιλίαν συνεστράτευον τῶν ἐπιφανῶν, αὐτὸς μὲν οὖν ὑπέμεινε πρὸ τῆς Πικηνίδος ὡς τὸν Σπάρτακον ἐκεῖ φερόμενον δεξόμενος, Μόμμιον δὲ πρεσβευτὴν ἄγοντα δύο τάγματα κύκλῳ περιέπεμψεν, ἕπεσθαι κελεύσας τοῖς πολεμίοις, συμπλέκεσθαι δὲ μὴ μηδὲ ἁψιμαχεῖν.

元老院得知此事后,盛怒之下命令执政官们按兵不动,推选克拉苏为战事的统帅;许多显要人物出于对他的名望与友谊亦随之出征。因此,克拉苏本人留在皮凯努姆地区前方,准备迎击正向那里奔来的斯巴达克斯,却派遣副将穆米乌斯率领两个军团绕道迂回,命令他尾随敌军,但不得交战,甚至不得发生小摩擦。

§10.2

ὁ δʼ ἅμα τῷ πρῶτον ἐπʼ ἐλπίδος γενέσθαι1 μάχην θέμενος ἡττήθη· καὶ πολλοὶ μὲν ἔπεσον, πολλοὶ δὲ ἄνευ τῶν ὅπλων φεύγοντες ἐσώθησαν. ὁ δὲ Κράσσος αὐτόν τε τὸν Μόμμιον ἐδέξατο τραχέως, καὶ τοὺς στρατιώτας ὁπλίζων αὖθις ἐγγυητὰς ᾔτει τῶν ὅπλων, ὅτι φυλάξουσι,2 πεντακοσίους δὲ τοὺς πρώτους, καὶ μάλιστα τοὺς τρέσαντας, εἰς πεντήκοντα διανείμας δεκάδας ἀφʼ ἑκάστης ἀπέκτεινεν ἕνα τὸν κλήρῳ λαχόντα, πάτριόν τι τοῦτο διὰ πολλῶν χρόνων κόλασμα τοῖς στρατιώταις ἐπαγαγών.

然而穆米乌斯刚一看到胜机,就投入战斗并被击败;许多人阵亡,许多人抛弃武器逃跑而保全性命。克拉苏严厉地斥责了穆米乌斯本人,在重新为士兵配发武装时,要求他们提供能够保守武器的担保人;并将首先逃跑、最显怯懦的五百人分成五十个十人队,从每队中处决抽中签的一人,将这种久已不用的古老惩罚施加在士兵身上。

§10.3

καὶ γὰρ αἰσχύνη τοῦ θανάτου τῷ τρόπῳ πρόσεστι, καὶ δρᾶται πολλὰ φρικώδη καὶ σκυθρωπὰ περὶ τὴν κόλασιν ἁπάντων θεωμένων. οὕτω δʼ ἐπιστρέψας τοὺς ἄνδρας ἦγεν ἐπὶ τοὺς πολεμίους. ὁ δὲ Σπάρτακος ὑπεξεχώρει διὰ Λευκανίας εἰς τὴν θάλασσαν ἐν δὲ πορθμῷ λῃστρίσι Κιλίσσαις ἐπιτυχὼν ὥρμησεν ἅψασθαι Σικελίας καὶ δισχιλίους ἄνδρας ἐμβαλὼν εἰς τὴν νῆσον αὖθις ἐκζωπυρῆσαι τὸν δουλικὸν ἐκεῖ πόλεμον, οὔπω πολὺν χρόνον ἀπεσβηκότα καὶ μικρῶν πάλιν ὑπεκκαυμάτων δεόμενον.

因为这种死刑方式兼具耻辱,且在行刑之际,当着众人的面会进行诸多骇人而阴森的举动。他以此整饬了士兵后,便率军迎战敌军。斯巴达克斯则穿过卢卡尼亚向海滨退却;他在海峡遇到基利家海盗船,便决意渡往西西里,将两千人送入该岛,以重新点燃那里的奴隶战争——那场战争熄灭未久,只需微小的火种便可重燃。

§10.4

ὁμολογήσαντες δὲ οἱ Κίλικες αὐτῷ καὶ δῶρα λαβόντες ἐξηπάτησαν καὶ ἀπέπλευσαν. οὕτω δὴ πάλιν ἀπὸ θαλάσσης ἀναζεύξας ἐκάθισε τὸν στρατὸν εἰς τὴν Ῥηγίνων χερρόνησον. ἐπελθὼν δʼ ὁ Κράσσος, καὶ τοῦ τόπου τὴν φύσιν ὁρῶν ὑφηγουμένην τὸ δέον, ὥρμησεν ἀποτειχίσαι τὸν ἰσθμόν, ἅμα καὶ τὴν σχολὴν τῶν στρατιωτῶν ὑφαιρῶν καὶ τὴν εὐπορίαν τῶν πολεμίων.

然而基利家人同他达成协议并接受了礼物后,却欺骗了他,扬帆而去。于是,他又从海边拔营,将军队驻扎在雷吉姆半岛上。克拉苏进逼而来,见此地形昭示了应做之事,便决意筑墙封锁地峡,以此同时消弭士兵的懈怠并剥夺敌人的给养。

§10.5

μέγα μὲν οὖν ἦν καὶ χαλεπὸν τὸ ἔργον, ἤνυσε δὲ καὶ κατειργάσατο παρὰ δόξαν ἐν ὀλίγῳ χρόνῳ, τάφρον ἐμβαλὼν ἐκ θαλάσσης εἰς θάλασσαν διὰ τοῦ αὐχένος σταδίων τριακοσίων, εὖρος δὲ καὶ βάθος ἴσον πεντεκαίδεκα ποδῶν ὑπὲρ δὲ τῆς τάφρου τεῖχος ἔστησεν ὕψει καὶ ῥώμῃ θαυμαστόν.

这项工程浩大而艰难,但他出人意料地在短时间内将其推进并彻底完成:他在地峡间开凿了一条从这片海直抵那片海的壕沟,长三百斯塔德,宽与深相等,皆为十五普斯;壕沟之上则筑起了一道在高度与坚固度上皆令人惊叹的围墙。

§10.6

ὧν ὁ Σπάρτακος ἡμέλει καὶ κατεφρόνει τὸ πρῶτον ὡς δὲ τῆς λείας ἐπιλειπούσης προϊέναι βουλόμενος συνεῖδε τὸν ἀποτειχισμόν καὶ λαμβάνειν οὐδὲν ἦν ἐκ τῆς χερρονήσου, νύκτα νιφετώδη καὶ πνεῦμα τι χειμέριον παραφυλάξας ἔχωσε τῆς τάφρου μέρος οὐ πολὺ γῇ καὶ ὕλῃ καὶ κλάδοις δένδρων, ὥστε τῆς στρατιᾶς περαιῶσαι τὸ τρίτον.3

起初斯巴达克斯对这些工程毫不在意、嗤之以鼻;但随着战利品告匮,他意欲向前挺进而察知了封锁墙的存在,且半岛上已无所可取时,他伺机等到了一个大雪纷飞、寒风凛冽之夜,用泥土、柴木和树枝填平了壕沟的一小部分,从而将其三分之一的军队运送了过去。

语法注3 条
  1. 10.2ἅμα τῷ πρῶτον ἐπʼ ἐλπίδος γενέσθαι

    由表示“刚一……就……”的时间结构“ἅμα τῷ + 不定词”与习语“ἐπʼ ἐλπίδος γίγνεσθαι”(萌生希望、看到胜机)结合而成。不定词的逻辑主语依上下文为穆米乌斯。

  2. 10.2ἐγγυητὰς ᾔτει τῶν ὅπλων, ὅτι φυλάξουσι

    属格“τῶν ὅπλων”为依附于名词“ἐγγυητάς”的宾格性属格(“武器的担保人”)。随后的“ὅτι”从句并非表原因(“因为将看守”),而是起同位语式的解说作用,说明担保的具体承诺(“即他们必将保守武器”)。

  3. 10.6ὥστε τῆς στρατιᾶς περαιῶσαι τὸ τρίτον

    “ὥστε + 不定词”表示结果(“从而使得……”)。动词“περαιῶσαι”作及物动词使用(“使……渡过/越过”),以宾格“τὸ τρίτον”(三分之一)为直接宾语,“τῆς στρατιᾶς”为其部分属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:10.1-10.6