← 普鲁塔克

克拉苏传

§8.1-8.3

卡普亚角斗士的逃亡与斯巴达克斯的品质

本段记叙斯巴达克斯战争的起因,包括角斗士从卡普亚出逃并武装自身、首领斯巴达克斯卓越的才能品格,以及其妻子所预言的蛇的吉兆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

ἡ δὲ τῶν μονομάχων ἐπανάστασις καὶ λεηλασία τῆς Ἰταλίας, ἣν οἱ πολλοὶ Σπαρτάκειον πόλεμον ὀνομάζουσιν, ἀρχὴν ἔλαβεν ἐκ τοιαύτης αἰτίας. Λέντλου τινὸς Βατιάτου μονομάχους ἐν Καπύῃ τρέφοντος, ὧν οἱ πολλοὶ Γαλάται καὶ Θρᾷκες ἦσαν, ἐξ αἰτιῶν οὐ πονηρῶν, ἀλλʼ ἀδικίᾳ τοῦ πριαμένου συνειρχθέντες1 ὑπʼ ἀνάγκης ἐπὶ τῷ μονομαχεῖν, ἐβουλεύσαντο μὲν διακόσιοι φεύγειν, γενομένης δὲ μηνύσεως οἱ προαισθόμενοι καὶ φθάσαντες ὀγδοήκοντα δυεῖν δέοντες ἔκ τινος ὀπτανείου κοπίδας ἀράμενοι καὶ ὀβελίσκους ἐξεπήδησαν, ἐντυχόντες δὲ κατὰ τὴν ὁδὸν ἁμάξαις ὅπλα κομιζούσαις μονομάχων εἰς ἑτέραν πόλιν ἀφήρπασαν καὶ ὡπλίσαντο· καὶ τόπον τινὰ καρτερὸν καταλαβόντες ἡγεμόνας εἵλοντο τρεῖς, ὧν πρῶτος ἦν Σπάρτακος, ἀνὴρ Θρᾷξ τοῦ Νομαδικοῦ γένους, οὐ μόνον φρόνημα μέγα καὶ ῥώμην ἔχων, ἀλλὰ καὶ συνέσει καὶ πρᾳότητι τῆς τύχης ἀμείνων καὶ τοῦ γένους Ἑλληνικώτερος.2

角斗士的起义与对意大利的蹂躏——大多数人称之为斯巴达克斯战争——始于如下缘由。某个叫兰图鲁斯·巴蒂亚图斯的人在卡普亚蓄养角斗士,其中多数是高卢人和色雷斯人,他们并非因犯下罪行,而是因买主的非正义行径,被迫关闭起来从事角斗;其中两百人密谋逃跑。然而由于有人告密,预先察觉并抢先行动的七十八人从一间厨房里抄起砍刀和烤肉叉冲了出来;他们在路上碰见正将角斗士武器运往另一座城市的马车,便将其抢劫一空并武装了自己;占领一处险要之地后,他们选出了三位首领,其中为首的是斯巴达克斯,一个游牧部族出身的色雷斯人,他不仅拥有过人的气魄与体力,而且在智谋和温和上亦胜过自身际遇,比其族人更为希腊化。

§8.3

τούτῳ δὲ λέγουσιν, ὅτε πρῶτον εἰς Ῥώμην ὤνιος ἤχθη, δράκοντα κοιμωμένῳ περιπεπλεγμένον φανῆναι περὶ τὸ πρόσωπον, ἡ γυνὴ δʼ ὁμόφυλος οὖσα τοῦ Σπαρτάκου, μαντικὴ δὲ καὶ κάτοχος τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς, ἔφραζε τὸ σημεῖον εἶναι μεγάλης καὶ φοβερᾶς περὶ αὐτὸν εἰς εὐτυχὲς τέλος ἐσομένης δυνάμεως· ἣ καὶ τότε συνῆν αὐτῷ καὶ συνέφευγε.

据说,当他最初被带到罗马出售时,在他熟睡时曾有一条蛇盘绕在他的面部;斯巴达克斯的妻子与他同族,善于占卜并常在狄奥尼索斯的狂欢秘仪中通灵出神,她宣称这一征兆预示着他将拥有强大而可怖的权势,并将迎来幸运的结局;当时她也与他在一起,并一同逃了出来。

语法注2 条
  1. 8.1συνειρχθέντες

    主格阳性复数分词,构成句法错格(破格语法/依意合式)。该词在语义上指向前文属格绝对结构中作宾语的对格名词 μονομάχους,但在格位上却先承接了后文主句的主语(διακόσιοι 以及接下来的 οἱ προαισθόμενοι)而采用主格。

  2. 8.2τῆς τύχης ἀμείνων καὶ τοῦ γένους Ἑλληνικώτερος

    比较级形容词 ἀμείνων 与 Ἑλληνικώτερος 所引出的比较属格(τῆς τύχης 与 τοῦ γένους)。构成双重对比,意指他“胜过自身那身为奴隶与角斗士的厄运,且比其色雷斯蛮族出身所预示的更为具有希腊人的气质与风度”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:8.1-8.3