← 普鲁塔克

克拉苏传

§7.1-7.9

通过资助民众与法庭辩护崛起于政坛

克拉苏为抗衡因赫赫战功而崛起的庞培,通过法庭辩护、放贷及襄助民众建立起政治权势。他与庞培、恺撒形成三足鼎立之势,依利益灵活变换立场,并借恩惠与威慑掌控巨大的影响力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

ἠνία δὲ Πομπήιος αὑτὸν1 εὐημερῶν ἐν ἡγεμονίαις καί πρὶν ἢ βουλῆς μεταλαβεῖν θριαμβεύων καὶ Μᾶγνος, ὅπερ ἐστὶ μέγας, ὑπὸ τῶν πολιτῶν ἀναγορευθείς, καί ποτε καί φήσαντός τινος ὡς Πομπήιος Μᾶγνος πρόσεισι, γελάσας ἠρώτησεν ὁπηλίκος.

然而,庞培作为指挥官战功卓著,尚未取得元老院席位便举行了凯旋式,并被市民们尊称为“马格努斯”——意即“伟大者”,这令克拉苏深感不安。有一次,甚至有人说“庞培·马格努斯来了”,克拉苏便笑着问道:“他有多大?”

§7.2

ἀπογνοὺς δὲ τοῖς πολεμικοῖς ἐξισώσασθαι πρὸς ἐκεῖνον, ὑπεδύετο τὴν πολιτείαν, σπουδαῖς καί συνηγορίαις καί δανεισμοῖς καί τῷ συμπαραγγέλλειν καί συνεξετάζεσθαι τοῖς δεομένοις τι τοῦ δήμου κτώμενος δύναμιν ἀντίπαλον καί δόξαν ᾗ Πομπήιος εἶχεν2 ἀπὸ πολλῶν καί μεγάλων στρατειῶν.

克拉苏自料在军事上难以与庞培匹敌,便潜心投身民政,通过勤勉奔走、法庭辩护、出借款项,以及陪同向民众有所请求的人四处奔走拉票、共同接受考核,积蓄起与庞培凭借多次重大远征所获相抗衡的权势和声望。

§7.3

καί πρᾶγμα συνέβαινεν αὐτοῖς ἴδιον. μεῖζον γὰρ ἦν ἀπόντος ὄνομα τοῦ Πομπηίου καί κράτος ἐν τῇ πόλει διὰ τὰς στρατείας· παρὼν δὲ πολλάκις ἠλαττοῦτο τοῦ Κράσσου, διὰ τὸν ὄγκον καί τὸ πρόσχημα τοῦ βίου φεύγων τὰ πλήθη καί ἀναδυόμενος ἐξ ἀγορᾶς, καί τῶν δεομένων ὀλίγοις καί μὴ πάνυ προθύμως βοηθῶν, ὡς ἀκμαιοτέραν ἔχοι τὴν δύναμιν ὑπὲρ αὑτοῦ χρώμενος.

他们之间出现了一种奇特的情形。庞培不在城中时,因军功卓著,其名望和在城内的权势更为宏大;但当他在城中时,却屡屡逊色于克拉苏。因为庞培因生活的自持与庄重而回避大众、退避于广场之外,对求助者仅向少数人提供帮助,且并不十分热情,以便在为自身使用权势时能保持其更为饱满的影响力。

§7.4

ὁ δὲ Κράσσος ἐνδελεχὲς τὸ χρήσιμον ἔχων καί σπάνιος οὐκ ὢν οὐδὲ δυσπρόσοδος, ἀλλʼ ἐν μέσαις ἀεὶ ταῖς σπουδαῖς ἀναστρεφόμενος, τῷ κοινῷ καί φιλανθρώπῳ περιεγίνετο τῆς ἐκείνου σεμνότητος, σώματος δὲ ἀξίωμα καί λόγου πειθὼ καί προσώπου χάριν ἀγωγὸν ἀμφοτέροις ὁμοίως προσεῖναι λέγουσιν.

克拉苏却让自己的臂助随时可用,既不难得一见,也不难以接近,而是始终周旋于公众事务之中,以其随和待人与仁厚平易压倒了对方的尊大森严。不过据说,昂扬的气度、言辞的劝服力以及面容那令人亲近的魅力,是两人同样具备的。

§7.5

οὐ μέντοι πρὸς ἔχθραν τινὰ τὸν Κράσσον ἢ κακόνοιαν ἐξήνεγκεν οὗτος ὁ ζῆλος, ἀλλὰ καί Πομπηίῳ καί Καίσαρι τιμωμένοις μὲν ὑπὲρ αὑτὸν ἤχθετο, τῇ δὲ φιλοτιμίᾳ ταύτῃ δυσμένειαν ἢ κακοήθειαν οὐ συνῆπτε· καίτοι Καῖσαρ ὑπὸ λῃστῶν ἁλοὺς ἐν Ἀσίᾳ καὶ φρουρούμενος ἀνεβόησεν· ἡλίκης, ὦ Κράσσε, χαρᾶς ἀπολαύσεις πυθόμενος τὴν ἐμὴν ἅλωσιν.

然而,这种竞争并未将克拉苏引向仇怨或阴险。尽管庞培与恺撒受到凌驾于自己之上的尊崇令他感到不快,但他并未在这份好胜心中掺杂敌意或恶意。不过,恺撒在亚洲被海盗俘获并关押时曾高呼: “克拉苏啊,当你得知我被俘的消息时,该会享受到何等巨大的快乐!”

§7.6

ἀλλʼ ὕστερόν γε φιλικῶς ἀλλήλοις προσεφέροντο· καί ποτε τῷ Καίσαρι μέλλοντι μὲν εἰς Ἰβηρίαν ἐξιέναι στρατηγῷ, χρήματα δʼ οὐκ ἔχοντι τῶν δανειστῶν ἐπιπεσόντων καί τῆς παρασκευῆς ἐπιλαμβανομένων ὁ Κράσσος οὐ περιεῖδεν, ἀλλʼ ἀπήλλαξεν ὑποθεὶς αὑτὸν ἔγγυον τριάκοντα καί ὀκτακοσίων ταλάντων.

但后来他们彼此相处得十分友好。有一次,恺撒正要以裁判官的身份前往伊比利亚,却囊中羞涩,债主们纷至沓来扣押了他的行装;克拉苏并未坐视不管,而是出面自任担保人,担下八百三十塔兰同的债务,助他摆脱了困境。

§7.7

καθόλου δὲ τῆς Ῥώμης εἰς τρεῖς νενεμημένης δυνάμεις, τὴν Πομπηίου, τὴν Καίσαρος, τὴν Κράσσου Κάτωνος γὰρ ἡ δόξα μείζων ἦν τῆς δυνάμεως, καί τὸ θαυμαζόμενον πλέον ἴσχυεν, ἡ μὲν ἔμφρων καί καθεστῶσα μερὶς ἐν τῇ πόλει Πομπήιον ἐθεράπευε, τὸ δʼ ὀξὺ καί φερόμενον μετʼ εὐχερείας ταῖς Καίσαρος ἐλπίσιν ἐπηκολούθει, Κράσσος δὲ μέσος ὢν ἀμφοτέραις ἐχρῆτο, καί πλείστας μεταβολὰς ἐν τῇ πολιτείᾳ μεταβαλλόμενος οὔτε φίλος ἦν βέβαιος οὔτε ἀνήκεστος ἐχθρός, ἀλλὰ ῥᾳδίως καί χάριτος καί ὀργῆς ἐξέπιπτεν ὑπὸ τοῦ συμφέροντος, ὥστε πολλάκις μὲν ἀνθρώπων, πολλάκις δὲ νόμων ἐν ὀλίγῳ φανῆναι τῶν αὐτῶν συνήγορος καί ἀντίδικος.

大体而言,罗马当时被分为三派权势,即庞培派、恺撒派和克拉苏派——因为加图的声名胜过其实力,其令人景仰的品格比现实权势更为有力——城中审慎而稳健的阶层奉承庞培,而敏锐急躁、极易随波逐流的人则追随恺撒的前景;克拉苏身居中流,对两方皆加以利用,他在政治道路上经历极多次转变,既非坚定的朋友,亦非不可调和的仇敌,而是顺应利益轻易抛弃恩惠与忿怒,以至于常常在短时间内针对同样的人和同样的法律,既充当辩护者又充当反对者。

§7.9

ἴσχυε δὲ καί χάριτι καί φόβῳ, φόβῳ δʼ οὐκ ἔλαττον. ὁ γοῦν πλεῖστα πράγματα παρασχὼν τοῖς καθʼ αὑτὸν ἄρχουσι καί δημαγωγοῖς, Σικίννιος, πρὸς τὸν εἰπόντα τί δὴ μόνον οὐ σπαράττει τὸν Κράσσον, ἀλλὰ παρίησι, χόρτον αὑτὸν ἔχειν ἔφησεν ἐπὶ τοῦ κέρατος,3 εἰώθεισαν δὲ Ῥωμαῖοι τὸν κυρίττοντα τῶν βοῶν ὑπὲρ τοῦ φυλάττεσθαι τοὺς ἐντυγχάνοντας χόρτῳ περιελίσσειν τὸ κέρας.

他既凭借恩惠、又凭借威慑而拥有力量,且凭借威慑的力量毫不逊色。至少,当时给同代的政务官和民众领袖制造了最多麻烦的西金尼乌斯,在有人问他为何偏偏唯独不撕咬克拉苏而是放过他时,回答说克拉苏角上缠着干草;因为罗马人习惯给爱抵人的公牛角上缠绕干草,以便相遇的人有所防备。

语法注3 条
  1. 7.1ἠνία δὲ Πομπήιος αὑτὸν

    反身代词宾格 αὑτόν(= ἑαυτόν)此处并非指代句子的语法主语(Πομπήιος),而是指代整段记叙的中心人物(克拉苏),充当间接反身代词。

  2. 7.2δόξαν ᾗ Πομπήιος εἶχεν

    关系代词 ᾗ 受到形容词 ἀντίπαλον 所要求的与格支配,属于同省略的与格先行词(即 ἀντίπαλον [τῇ δόξῃ] ᾗ)发生格吸引,或作为与 ἀντίπαλος 相配合的关涉与格,意为“与庞培所拥有的名望相匹敌的名望”。

  3. 7.9χόρτον αὑτὸν ἔχειν ἔφησεν ἐπὶ τοῦ κέρατος

    间接引语中的“宾格加不定式”结构。不定式 ἔχειν 的逻辑主语 αὑτόν 充当间接反身代词,指代的不是说话者西金尼乌斯本人,而是被询问的对象克拉苏。“角上缠草”系将罗马关于防范抵人公牛的谚语(拉丁语 faenum habet in cornu)直译为希腊语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:7.1-7.9