- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:6.1-6.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克拉苏在秦纳死后复出,辗转投奔苏拉并在军功上崭露头角,但因对庞培的竞争心理以及自身的贪得无厌而名声受损。
ὁ δὲ Κράσσος ὀκτὼ μῆνας οὕτω διαγαγὼν καὶ διακλαπείς, ἅμα τῷ πυθέσθαι τὴν Κίννα τελευτὴν φανερὸς γενόμενος, συνδραμόντων πρὸς αὑτὸν οὐκ ὀλίγων ἀνθρώπων, ἐπιλεξάμενος δισχιλίους καὶ πεντακοσίους ἐπήρχετο τὰς πόλεις· καὶ μίαν γε διήρπασε Μαλάκην, ὡς πολλοὶ γεγράφασιν, αὐτὸν δέ φασιν ἀρνεῖσθαι καὶ διαμάχεσθαι πρὸς τοὺς λέγοντας.
克拉苏如此隐匿度过了八个月,一得知秦纳之死便公开露面。聚集到他身边的民众不在少数,他挑选了二千五百人巡视各城;正如许多人所写的那样,他洗劫了其中一城马拉卡,但据说他本人对此予以否认,并反驳持有此说的人。
ἐκ τούτου συναγαγὼν πλοῖα καὶ διαπεράσας εἰς Λιβύην ἀφίκετο πρὸς Μέτελλον Πίον, ἔνδοξον ἄνδρα, συνειλοχότα στρατιὰν οὐκ εὐκαταφρόνητον. οὐ πολὺν δὲ χρόνον ἐνταῦθα παρέμεινεν, ἀλλὰ στασιάσας τῷ Μετέλλῳ πρὸς Σύλλαν ἀπῆρε, και συνὴν ἐν τοῖς μάλιστα τιμώμενος, ἐπεὶ δὲ διαβὰς εἰς Ἰταλίαν ὁ Σύλλας πάντας ἐβούλετο τοὺς σὺν αὐτῷ νέους ἔχειν ἐνεργοὺς καὶ πρὸς ἄλλην ἄλλον ἔταττε πρᾶξιν, ἀποστελλόμενος εἰς Μαρσοὺς ἐπὶ στρατιὰν ὁ Κράσσος ᾔτει φύλακας· ἡ γὰρ πάροδος ἦν παρὰ τοὺς πολεμίους.
此后,他搜集船只渡往利比亚,投奔梅特路斯·皮乌斯——一位声名显赫且聚集了一支不容小觑的军队的人物。但他并未在那里停留太久,而是与梅特路斯产生不和,离去前往苏拉处,作为最受尊崇的人士之一留在他身边。当苏拉渡入意大利后,希望手下的所有年轻人都保持积极活跃,将不同的人派去执行不同的任务;克拉苏被派往马尔西人地区招募军队时,请求指派卫队,因为通路紧挨着敌人。
εἰπόντος δὲ τοῦ Σύλλα σὺν ὀργῇ καὶ σφόδρα πρὸς αὐτόν, δίδωμί σοι φύλακας τὸν πατέρα, τὸν ἀδελφόν, τοὺς φίλους, τοὺς συγγενεῖς, ὧν παρανόμως καὶ ἀδίκως ἀναιρεθέντων1 ἐγὼ μετέρχομαι τοὺς φονεῖς, οὕτω παθών τι καὶ παροξυνθεὶς ὁ Κράσσος εὐθὺς ἐξῆλθε, καὶ διὰ τῶν πολεμίων ὠσάμενος εὐρώστως δύναμίν τε συχνὴν ἤθροισε καὶ πρόθυμον αὑτὸν ἐν τοῖς ἀγῶσι τῷ Σύλλᾳ παρεῖχεν.
苏拉勃然大怒,对他厉声说道: “我给你的卫队就是你的父亲、你的兄弟、你的朋友和亲属,在他们遭受非法且不公的杀害后,我正在向凶手讨还公道。” 克拉苏深受触动与激奋,立刻启程,奋勇穿过敌军防线,不仅召集了大量兵力,而且在战斗中为苏拉效力,表现得极为英勇尽心。
ἀπʼ ἐκείνων δὲ τῶν πράξεων λέγουσιν αὐτῷ πρῶτον ἐγγενέσθαι τὴν πρὸς Πομπήιον ὑπὲρ δόξης ἅμιλλαν καὶ φιλοτιμίαν. ὁ γὰρ Πομπήιος ἡλικίᾳ τε λειπόμενος αὐτοῦ καὶ πατρὸς γεγονὼς ἀδοξήσαντος ἐν Ῥώμῃ καὶ μισηθέντος ἔσχατον μῖσος ὑπὸ τῶν πολιτῶν, ἐν ἐκείνοις τοῖς πράγμασιν ἐξέλαμψε καὶ διεφάνη μέγας, ὥστε Σύλλαν, ἃ πρεσβυτέροις καὶ ἰσοτίμοις οὐ πάνυ πολλάκις παρεῖχεν, ὑπεξανίστασθαι προσιόντος αὐτοῦ καὶ κεφαλὴν ἀποκαλύπτεσθαι καὶ προσειπεῖν αὐτοκράτορα.
据说,正是在这些事迹中,他首次萌生了与庞培在名声上的竞争心与好胜心。因为庞培虽然年纪比他轻,且父亲在罗马声名狼藉、受到市民最极端的憎恨,但在当时的局势中大放异彩,表现得如此伟大,以至于苏拉向他表达了极少对年长者或地位相当者施以的礼遇:每当庞培走近便起立迎候,脱帽致敬,并尊称他为“大将”。
ταῦτα διέκαιε καὶ παρώξυνε τὸν Κράσσον οὐκ ἀλόγως ἐλασσούμενον.2 Ἐμπειρίας τε γὰρ ἐνδεὴς ἦν καὶ τῶν πράξεων αὐτοῦ τὴν χάριν ἀφῄρουν αἱ συγγενεῖς κῆρες ἐπιφερόμεναι, φιλοκέρδεια καὶ μικρολογία. καὶ γὰρ πόλιν Ὀμβρικὴν Τουδερτίαν ἑλών ἔδοξε πλεῖστα τῶν χρημάτων σφετερίσασθαι, καὶ διεβλήθη πρὸς Σύλλαν.
这些事情令克拉苏感到灼痛和激愤,而他的落后并非毫无缘由。因为他确实缺乏经验,并且与生俱来的祸害——贪利与吝啬——削夺了他所立功勋的光彩。事实上,在攻占翁布里亚的图德尔蒂亚城之后,他被认为侵吞了大部分财物,因而遭人向苏拉告发。
ἀλλʼ ἔν γε τῷ περὶ τὴν Ῥώμην ἀγῶνι πάντων γενομένῳ μεγίστῳ καὶ τελευταίῳ Σύλλας μὲν ἡττήθη, τῶν κατʼ αὑτὸν ὠσθέντων καὶ συντριβέντων, Κράσσος δὲ τὸ δεξιὸν κέρας ἔχων ἐνίκησε καὶ μέχρι νυκτὸς διώξας τοὺς πολεμίους ἔπεμψε πρὸς Σύλλαν, δεῖπνον αἰτῶν τοῖς στρατιώταις καὶ τὸ κατόρθωμα φράζων. ἐν δὲ ταῖς προγραφαῖς καὶ δημεύσεσι πάλιν κακῶς ἤκουσεν, ὠνούμενός τε τιμῆς βραχείας μεγάλα πράγματα καὶ δωρεὰς αἰτῶν.
然而,在罗马附近发生的那场最宏大也是最后的战役中,苏拉因本部受挫溃败而吃了败仗,统领右翼的克拉苏却大获全胜;他追击敌军直至深夜,派人向苏拉报告胜利,并为士兵请求晚餐。但在公敌宣告与没收财产期间,他又重招恶评,以极低的价格大肆收买巨额财产,并索要犒赏。
ἐν δὲ Βρεττίοις λέγεται καὶ προγράψαι τινὰ οὐ Σύλλα κελεύσαντος, ἀλλʼ ἐπὶ χρηματισμῷ, διʼ ὃ καὶ Σύλλαν καταγνόντα πρὸς μηθὲν ἔτι χρῆσθαι δημόσιον αὐτῷ.3 καίτοι δεινότατος ἦν Κράσσος πάντας ἀνθρώπους κολακείᾳ κατεργάσασθαι, πάλιν δʼ αὐτὸς ὑπὸ πάντων διὰ κολακείας εὐάλωτος, ἴδιον δὲ κἀκεῖνο περὶ αὐτοῦ λέγεται, φιλοκερδέστατον ὄντα μάλιστα μισεῖν καὶ λοιδορεῖν τοὺς ὁμοίους.
据说在布鲁提翁,他甚至并非奉苏拉之命,而是为谋私利将某人列入公敌名单;苏拉也因此对他予以谴责,不再任用他处理任何公务。尽管克拉苏极其擅长以逢迎奉承制服所有人,但他自己却反过来极易被所有人的逢迎所诱惑。关于他还有一件奇特的事流传下来:他本人极度贪婪,却最憎恨并辱骂同类之人。
- 6.3ὧν παρανόμως καὶ ἀδίκως ἀναιρεθέντων
关系代词 ὧν 兼作独立属格(ἀναιρεθέντων)的主语。其先行词为前文罗列的父亲、兄弟、朋友及亲属,为后续主句 ἐγὼ μετέρχομαι τοὺς φονεῖς(“我正在讨伐凶手”)提供了背景缘由。
- 6.5οὐκ ἀλόγως ἐλασσούμενον
现在分词 ἐλασσούμενον 修饰 τὸν Κράσσον。双重否定 οὐκ ἀλόγως(“并非无缘无故 / 事出有因”)印证了后文(如 Ἐμπειρίας τε γὰρ ἐνδεὴς ἦν 等经验不足与声名狼藉)所指出的克拉苏落后于庞培的客观事实。
- 6.7διʼ ὃ καὶ Σύλλαν καταγνόντα πρὸς μηθὲν ἔτι χρῆσθαι δημόσιον αὐτῷ
间接引语中的“宾格加不定式”结构,其中 Σύλλαν 为不定式 χρῆσθαι 的逻辑主语。在关系短语 διʼ ὃ(“因此”)引导的结构中,分词 καταγνόντα(“予以谴责/定罪”)修饰主语 Σύλλαν,并与不定式 χρῆσθαι 相连。
