← 普鲁塔克

克拉苏传

§5.1-5.4

维比乌斯的款待与两名侍女的陪伴

维比乌斯不仅为潜匿中的克拉苏提供丰盛的膳食,还派去两名美貌侍女;克拉苏知其盛情后欣然收留,侍女们陪伴他度过了余下的潜匿时光。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

ἐνταῦθα διατρίβοντι τῷ Κράσσῳ τὰ ἐπιτήδεια καθʼ ἡμέραν ἐφοίτα κομίζων ὁ ἄνθρωπος, αὐτὸς μὲν οὐχ ὁρῶν ἐκείνους οὐδὲ γινώσκων, ὑπʼ ἐκείνων δὲ καθορώμενος εἰδότων καί παραφυλαττόντων τὸν καιρόν. ἦν δʼ ἄφθονα καί πρὸς ἡδονήν, οὐ μόνον χρείαν, ποιούμενα τὰ πρὸς τὸ δεῖπνον.

克拉苏住在该处期间,那人每日都去运送生活必需品,他本人既看不见他们,也不知他们是谁,却被知晓并守候时机的他们看得一清二楚。而且,晚餐的供应十分丰盛,绝非仅应所需,亦注重享乐。

§5.2

ἐγνώκει γὰρ ὁ Οὐίβιος ἁπάσῃ φιλοφροσύνῃ θεραπεύειν τὸν Κράσσον, ᾧ γε καί τὸ τῆς ὥρας ἐν νῷ λαβεῖν ἐπῆλθεν, ὡς παντάπασι νεανίας εἴη καί τι καί ταῖς καθʼ ἡλικίαν ἡδοναῖς αὐτοῦ χαριστέον, ἐπεὶ τήν γε χρείαν ἀναγκαίως μᾶλλον ἢ προθύμως ὑπουργοῦντος εἶναι,1 δύο δὴ θεραπαινίδας εὐπρεπεῖς ἀναλαβὼν ἐβάδιζεν ἐπὶ τήν θάλασσαν, ὡς δʼ ἦλθεν ἐπὶ τὸν τόπον, δείξας τήν ἄνοδον ἐκέλευεν εἴσω πορεύεσθαι καί θαρρεῖν.

因为维比乌斯早已决心以无比热忱款待克拉苏,他甚至想到要顾及后者的芳华年岁,念及他正值青春,理应也顺应其年龄适当满足其欢娱,毕竟仅供生活所需与其说是出于热忱,不如说是出于勉强的尽责。于是,他带了两名容貌俊美的侍女走向海边;到达该地后,他指明上去的路,吩咐她们走进去,不必害怕。

§5.3

οἱ δὲ περὶ τὸν Κράσσον ἰδόντες προσερχομένας ἔδεισαν μὴ καταφανὲς καὶ γνώριμον εἴη τὸ χωρίον ἀνέκρινον οὖν αὐτάς τί βούλονται καί τίνες εἰσίν. ὡς δʼ ἀπεκρίναντο δεδιδαγμέναι δεσπότην ζητεῖν ἐνταῦθα κρυπτόμενον, μαθὼν ὁ Κράσσος τοῦ Οὐιβίου τήν πρὸς αὐτὸν παιδιὰν καί φιλοφροσύνην ἀνέλαβε τὰς παιδίσκας· καί συνῆσαν αὐτῷ τὸν λοιπὸν χρόνον, ὧν ἐδεῖτο φράζουσαι καί διαγγέλλουσαι πρὸς τὸν Οὐίβιον. τούτων φησὶ τήν ἑτέραν ἤδη πρεσβῦτιν οὖσαν ὁ Φαινεστέλλας ἰδεῖν αὐτός, καί πολλάκις ἀκοῦσαι μεμνημένης ταῦτα καί διεξιούσης προθύμως.2

克拉苏一行人见她们走近,担心该地已暴露为人所知;于是盘问她们来意为何,究系何人。当她们按照受教的内容回答说是来寻找藏匿于此的主人时,克拉苏明白了维比乌斯对自己的风趣与盛情,便收留了这两名少女;她们在此后的时间里一直陪伴着他,将他所需之物告知并通报给维比乌斯。费内斯泰拉称,他本人在那两位女子中的一位已成老妪时曾亲眼见过她,并多次听她怀想旧事、兴致勃勃地详细叙说。

语法注2 条
  1. 5.2ἐπεὶ τήν γε χρείαν ἀναγκαίως μᾶλλον ἢ προθύμως ὑπουργοῦντος εἶναι

    连词 ἐπεί 引导的从属从句中采用了不定式 εἶναι。这是从属从句受间接引语影响而采用不定式的结构,承接前面 ὡς ... εἴη 所表达的维比乌斯的内心考量与推论,意在说明这也是维比乌斯当时所持的理由。

  2. 5.4ἀκούσαι μεμνημένης ταῦτα καί διεξιούσης προθύμως

    属格分词 μεμνημένης ... διεξιούσης 作不定式 ἀκοῦσαι 的补足成分(“听到[她]回忆并叙述”)。虽然前面的 ἰδεῖν 支配宾格 τὴν ἑτέραν,但感官动词 ἀκούω 表示直接听到某人做某事时,依惯用法支配所属格的人及其分词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:5.1-5.4