- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:4.1-4.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克拉苏在马略与秦纳的清洗中丧失父兄后逃往伊比利亚,潜伏在熟人维比乌斯·帕基阿努斯庄园的一处洞穴中并获得秘密接济。
ἐπεὶ δὲ Κίννας καὶ Μάριος κρατήσαντες εὐθὺς ἦσαν ἔνδηλοι κατιόντες1 οὐκ ἐπʼ ἀγαθῷ τῆς πατρίδος, ἐπʼ ἀναιρέσει δʼ ἄντικρυς καὶ ὀλέθρῳ τῶν ἀρίστων, οἱ μέν ἐγκαταληφθέντες ἀπέθνῃσκον, ὧν ἦν καὶ ὁ πατὴρ Κράσσου καὶ ὁ ἀδελφός, αὐτὸς δὲ νέος ὢν παντάπασι τὸ μέν αὐτίκα δεινὸν ἐξέφυγε, πάντῃ δὲ περιβαλλόμενον ἑαυτὸν αἰσθανόμενος καὶ κυνηγετούμενον ὑπὸ τῶν τυράννων τρεῖς φίλους ἀναλαβὼν καὶ θεράποντας δέκα, τάχει δʼ ὑπερβάλλοντι χρησάμενος εἰς Ἰβηρίαν ἔφυγε, γεγονὼς πάλαι στρατηγοῦντος τοῦ πατρὸς αὐτόθι2 καὶ φίλους πεποιημένος.
当秦纳与马略掌权,且显而易见他们回朝绝非为了祖国的福祉、而是纯然为了诛灭和铲除最优秀之人时,那些被困陷者皆遭杀害,克拉苏的父亲与兄长亦在其中。克拉苏本人彼时尚甚年轻,躲过了眼前的危厄,但发觉自己四面受困且被僭主们搜捕猎杀,便带着三位友人与十名仆从,以极快的速度逃往伊比利亚;因为先前他父亲在当地任统帅时他曾居留于此,结交了朋友。
εὑρὼν δὲ πάντας περιδεεῖς καὶ τὴν ὠμότητα τὴν Μαρίου καθάπερ ἐφεστῶτος αὐτοῖς τρέμοντας, οὐδενὶ γενέσθαι φανερὸς ἐθάρρησεν, ἀλλʼ εἰς ἀγροὺς ἐμβαλὼν παραλίους Οὐιβίου Πακιανοῦ σπήλαιον ἔχοντας εὐμέγεθες, ἔκρυψεν ἑαυτόν, πρὸς δὲ τὸν Οὐίβιον ἔπεμψεν ἕνα δοῦλον ἀποπειρώμενος, ἤδη καὶ τῶν ἐφοδίων ἐπιλιπόντων.
然而,他发现众人都惊恐万状,对马略的残暴战战兢兢,宛如马略亲临监视一般,因而不敢向任何人公开露面;他奔入维比乌斯·帕基阿努斯的滨海庄园,那里有一处巨大的洞穴,他便潜藏其中;由于旅费干粮已告匮乏,他派了一名奴仆前往维比乌斯处进行试探。
ὁ δὲ Οὐίβιος ἀκούσας ἥσθη τε σῳζομένῳ καὶ πυθόμενος τὸ πλῆθος τῶν σὺν αὐτῷ καὶ τὸν τόπον αὐτὸς μέν οὐκ ἦλθεν εἰς ὄψιν, τὸν δὲ τῶν χωρίων ἐπίτροπον προσαγαγὼν ἐγγὺς ἐκέλευσε καθʼ ἡμέραν δεῖπνον πεποιημένον κομίζειν, καὶ τιθέντα παρὰ τὴν πέτραν ἀπέρχεσθαι σιωπῇ καὶ μὴ πολυπραγμονεῖν μηδʼ ἐξετάζειν, προειπὼν πολυπραγμονοῦντι θάνατον, συμπράττοντι δὲ τοῦτο πιστῶς ἐλευθερίαν.
维比乌斯闻讯,因得知他生还而欣喜;在打听清楚随同之人的数目与所在地点之后,他自己虽未露面相见,却把庄园管家召至近前,命其每日送去烹制好的餐食,置于岩石旁便无言退去,不可多事探问,更不可追查究诘;并预先告诫他,若有多事探问立处死刑,若忠实协助此事便赐予自由。
τὸ δὲ σπήλαιον οὐκ ἄπωθεν μέν ἐστι θαλάσσης, κρημνοὶ δὲ περὶ αὐτὸ συμφερόμενοι λεπτὴν καὶ ἀσαφῆ παραπέμπουσι λαύραν ἄγουσαν εἴσω, παρελθόντι3 δʼ ὕψος τε θαυμαστὸν ἀναπέπταται, καὶ κατʼ εὖρος ἔχει κόλπους διʼ ἀλλήλων ἀνοιγομένους μεγάλαις περιφερείαις.
该洞穴距海不远,四周聚拢的高崖展现出一条狭窄而隐蔽的通道通向内部;而对于穿行进入之人而言,头顶顿然展现出令人惊叹的高度,并在宽度上拥有连环相通、轮廓宽阔的凹室。
ἀμοιρεῖ δʼ οὔτε ὕδατος οὔτε φωτός, ἀλλὰ πηγὴ μέν ἡδίστου νάματος ὑπορρεῖ παρὰ τὸν κρημνόν, αὐτοφυεῖς δὲ ῥωχμοὶ τῆς πέτρας ᾗ μάλιστα περιπίπτει τὸ φῶς ἔξωθεν ὑπολαμβάνουσι, καὶ καταλάμπεται ἡμέρας τὸ χωρίον, ὁ δʼ ἐντὸς ἀὴρ ἀστάλακτος καὶ καθαρός, πυκνότητι τῆς πέτρας τὸ νοτερὸν καὶ ἀποτηκόμενον εἰς τὴν πηγὴν ἐκπιεζούσης.4
洞中既不缺水,亦不缺光,一股甘泉沿崖壁下方流过,岩石天然的裂隙又接纳着外界投射最充足的光线,使该处在白昼洒满明光;而洞内空气干爽无滴水之虞且格外澄净,因为坚密的岩石将其中的水汽与渗液都挤压排注到了泉水之中。
- 4.1εὐθὺς ἦσαν ἔνδηλοι κατιόντες
属于“形容词+分词”的人称句构,形容词 ἔνδηλοι 与复数主语 Κίννας καὶ Μάριος 一致,并由分词 κατιόντες 补充说明,相当于无人称句构 ἔνδηλον ἦν ὅτι κατῄεσαν,意为“他们回朝……显而易见”。
- 4.1γεγονὼς πάλαι στρατηγοῦντος τοῦ πατρὸς αὐτόθι
完成体主动分词 γεγονώς 在此指“曾居留于彼处”,在时间上由属格独立结构 στρατηγοῦντος τοῦ πατρὸς αὐτόθι(其父在彼任统帅之时)限定,并与后面的分词 καὶ φίλους πεποιημένος 相并列。
- 4.4παρελθόντι
关涉与格(观察者视点的与格),常用于地理或空间描写,意为“对走入/穿行而进的人而言”。
- 4.5πυκνότητι τῆς πέτρας τὸ νοτερὸν καὶ ἀποτηκόμενον εἰς τὴν πηγὴν ἐκπιεζούσης
τῆς πέτρας ... ἐκπιεζούσης 构成属格独立结构,其中 πυκνότητι 作方式/原因与格(“由于岩石的坚密”),带中性冠词的形容词与分词 τὸ νοτερὸν καὶ ἀποτηκόμενον(“湿气与渗出的水分”)作 ἐκπιεζούσης 的宾语。
