- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:3.1-3.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了克拉苏待客的热忱与严厉的免息借贷、在法庭辩护中的勤勉及其对待平民的随和态度,以及他与学者亚历山大的交往情况。
οὐ μὴν ἀλλὰ καὶ περὶ ξένους ἦν φιλότιμος ὁ Κράσσος· ἀνέῳκτο γὰρ ἡ οἰκία πᾶσι, καὶ τοῖς φίλοις ἐδάνειζεν ἄνευ τόκων, ἀπῄτει δʼ ἀποτόμως τοῦ χρόνου παρελθόντος εἰς ὃν ἐδάνεισε, καὶ τὸ προῖκα1 πολλῶν ἐγίνετο τόκων ἐπαχθέστερον. ἐν δὲ τοῖς δείπνοις ἡ μὲν κλῆσις ἦν ὡς τὰ πολλὰ δημοτικὴ καὶ λαώδης, ἡ δʼ εὐτέλεια τὴν καθαριότητα καὶ τὴν φιλοφροσύνην ἡδίονα τοῦ πολυτελοῦς εἶχε.
然而,克拉苏在款待宾客方面也颇为慷慨好名;因为他的宅第向所有人敞开,且不收利息地借钱给友人,但在借期届满之后便严厉索偿,以致这种“无息”反比高额利息更为沉重。在他的宴席上,所邀宾客大抵平民化且面向大众,而其简朴具备比奢华更加怡人的洁净与热情。
παιδείας δὲ τῆς περὶ λόγον μάλιστα μὲν τὸ ῥητορικὸν καὶ χρειῶδες εἰς πολλοὺς ἤσκησε, καὶ γενόμενος δεινὸς εἰπεῖν ἐν τοῖς μάλιστα·2 Ῥωμαίων ἐπιμελείᾳ καὶ πόνῳ τοὺς εὐφυεστάτους ὑπερέβαλεν. οὐδεμίαν γὰρ οὕτω δίκην φασὶ μικράν οὐδʼ εὐκαταφρόνητον γενέσθαι πρὸς ἣν ἀπαράσκευος ἦλθεν, ἀλλὰ καὶ Πομπηΐου πολλάκις ὀκνοῦντος καὶ Καίσαρος ἐξαναστῆναι καὶ Κικέρωνος, ἐκεῖνος ἀνεπλήρου τὴν συνηγορίαν. καὶ διὰ τοῦτο μᾶλλον ἤρεσκεν ὡς ἐπιμελὴς καὶ βοηθητικός.
在关乎言辞的学问中,他尤其研习修辞学以及对众人切实用处之学;他跻身最擅辞令者之列,凭着勤勉与辛劳超越了罗马人中天赋最高者。据说,没有任何诉讼因微小或卑贱而使他不作准备便出庭,甚至当庞培、恺撒与西塞罗屡屡犹豫不敢出面站起时,他却能挺身而出完成辩护。他亦因之更受欢迎,被视为既勤勉笃实又乐于助人。
ἤρεσκε δὲ καὶ τὸ περὶ τὰς δεξιώσεις καὶ προσαγορεύσεις φιλάνθρωπον αὐτοῦ καὶ δημοτικόν. οὐδενὶ γὰρ οὕτως ἀπήντησε Ῥωμαίων ἀδόξῳ καὶ ταπεινῷ Κράσσος ὃν ἀσπασάμενον οὐκ ἀντιπροσηγόρευσεν ἐξ ὀνόματος, λέγεται δὲ καὶ πολυμαθὴς καθʼ ἱστορίαν γενέσθαι, καί τι καὶ φιλοσοφῆσαι τοῖς Ἀριστοτέλους λόγοις προσθέμενος, ὧν διδάσκαλον εἶχεν Ἀλέξανδρον, ἄνθρωπον εὐκολίας καὶ πρᾳότητος ἀπόδειξιν διδόντα τὴν πρὸς Κράσσον συνήθειαν.3
他在与人执手招呼问候时的和蔼平易,同样深得人心;因为克拉苏遇到任何名不见经传且地位卑下的罗马人,只要对方致以问候,他无不直呼其名予以回礼。据说他在历史上也颇见识广博,并因倾心于亚里士多德的学说而稍涉哲学;在此学说上他拜亚历山大为师,此人与克拉苏的过从交往,正展现了他本人的随和与温厚。
οὐ γὰρ ἦν ἀποφήνασθαι ῥᾳδίως πότερον προσῆλθεν αὐτῷ πενέστερος ἢ προσελθὼν ἐγένετο. μόνος γοῦν ἀεὶ τῶν φίλων αὐτῷ συναποδημῶν στέγαστρον ἐλάμβανεν εἰς τὴν ὁδόν καὶ τοῦτʼ ἐπανελθὼν ἀπῃτεῖτο.4 ἀλλὰ ταῦτα μὲν ὕστερον.
因为人们很难断定,他是在投奔克拉苏时更为贫困,还是在投奔之后才变得更为贫困。无论如何,在友人中只有他一人常随同克拉苏出游,得领一件旅途用的披风,且归来之后还被索回。不过这些都是后来的事了。
- 3.1τὸ προῖκα
副词性宾格 προῖκα(“免费地”、“无息地”)由中性单数定冠词 τό 实词化,作 ἐγίνετο 的主语,指“免息借贷”或“不取利息这件事”。
- 3.2ἐν τοῖς μάλιστα
用于加强最高级或极高程度的固定短语(“至极”、“在最前列者之中”)。此处修饰 δεινὸς εἰπεῖν,意指他在演说方面跻身最出色者之列。
- 3.3εὐκολίας καὶ πρᾳότητος ἀπόδειξιν διδόντα τὴν πρὸς Κράσσον συνήθειαν
双宾格结构。对于分词 διδόντα 而言,τὴν πρὸς Κράσσον συνήθειαν(“与克拉苏的交往”)为直接宾格,而 ἀπόδειξιν 为谓语性宾格(“作为证据”)。
- 3.4τοῦτʼ ἐπανελθὼν ἀπῃτεῖτο
动词 ἀπαιτέω(向某人索要某物)的主动形式接双宾格,此处使用被动态。被索求的物品 τοῦτο(斗篷)作为保留宾格保留下来,主语(亚历山大)表示“被要求归还此物”。
