- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:32.1-32.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏雷纳将克拉苏的首级送交国王,自己在塞琉西亚用替身举行嘲弄性的伪凯旋式,并在当地元老院利用罗马士兵行李中的艳情小说羞辱罗马人;然而塞琉西亚人以伊索寓言暗讽苏雷纳随行宠妾成群、前严后靡的虚伪作风。
ὁ δὲ Σουρήνας τὴν κεφαλὴν τοῦ Κράσσου καὶ τὴν χεῖρα πρὸς Ὑρώδην ἔπεμψεν εἰς Ἀρμενίαν, αὐτὸς δὲ διαδοὺς λόγον ὑπʼ ἀγγέλων εἰς Σελεύκειαν ὡς ζῶντα Κράσσον ἄγοι, παρεσκευάζετο πομπήν τινα γελοίαν ὕβρει προσαγορεύων θρίαμβον.
苏雷纳将克拉苏的头颅和手送往亚美尼亚的许罗德斯处,自己则派信使向塞琉西亚散布传言,谎称活捉了克拉苏正解押而来,并筹备了一场荒唐可笑的行列,侮辱性地称之为凯旋仪式。
ὁ μὲν γὰρ ἐμφερέστατος Κράσσῳ τῶν αἰχμαλώτων Γάιος Πακκιανός, ἐσθῆτα βασιλικὴν γυναικὸς ἐνδὺς καὶ διδαχθεὶς Κράσσος ὑπακούειν καὶ αὐτοκράτωρ τοῖς καλοῦσιν,1 ἐφʼ ἵππου καθήμενος ἤγετο· πρὸ αὐτοῦ δὲ σαλπιγκταὶ καὶ ῥαβδοῦχοί τινες ὀχούμενοι καμήλοις ἤλαυνον· ἐξήρτητο δὲ τῶν ῥάβδων βαλάντια καὶ παρὰ τοὺς πελέκεις πρόσφατοι κεφαλαὶ Ῥωμαίων ἀποτετμημέναι.
在战俘中与克拉苏相貌最为相似的盖乌斯·帕基亚努斯被穿上女人的王家华服,并受命在有人呼唤时自称“克拉苏”与“统帅”,骑在马上被人牵引前行;在他前面开路的是号手和一些骑着骆驼的扈从侍卫;侍卫的束棒上悬挂着钱袋,斧子旁则挂着刚斩下的罗马人首级。
κατόπιν δʼ εἵποντο Σελευκίδες ἑταῖραι μουσουργοί, πολλὰ βωμολόχα καὶ γελοῖα διʼ ᾀσμάτων εἰς θηλύτητα καὶ ἀνανδρίαν τοῦ Κράσσου λέγουσαι. ταῦτά μὲν οὖν πάντες ἐθεῶντο. τὴν δὲ γερουσίαν τῶν Σελευκέων ἀθροίσας εἰσήνεγκεν ἀκόλαστα βιβλία τῶν Ἀριστείδου Μιλησιακῶν, οὔτι ταῦτά γε καταψευσάμενος· εὑρέθη γὰρ ἐν τοῖς Ῥωσκίου σκευοφόροις, καὶ παρέσχε τῷ Σουρήνᾳ καθυβρίσαι πολλὰ καὶ κατασκῶψαι τοὺς Ῥωμαίους, εἰ μηδὲ πολεμοῦντες ἀπέχεσθαι πραγμάτων καὶ γραμμάτων δύνανται τοιούτων.2
随后跟着的是塞琉西亚的乐伎游女,她们在歌声中极尽讽刺与戏谑,大肆讥笑克拉苏的女气与懦弱。凡此种种皆为众人所目睹。接着,苏雷纳召集了塞琉西亚的元老院,出示了阿里斯泰德所著《米利都传奇》这种荒淫不经的书卷;这绝非诬蔑捏造,因为这些书确实是在罗基乌斯的辎重中搜出的;这给苏雷纳提供了大肆侮辱和嘲笑罗马人的借口,讥讽他们即便在打仗时也无法摆脱这等行径与文字。
τοῖς μέντοι Σελευκεῦσιν ἐδόκει σοφὸς ἀνὴρ Αἴσωπος εἶναι, τὸν Σουρήναν ὁρῶσι τὴν τῶν Μιλησιακῶν ἀκολαστημάτων πήραν ἐξηρτημένον πρόσθεν, ὄπισθεν δὲ Παρθικὴν Σύβαριν ἐφελκόμενον ἐν τοσαύταις παλλακίδων ἁμάξαις, τρόπον τινὰ ταῖς λεγομέναις ἐχίδναις καὶ σκυτάλαις ἀντιμόρφως τὰ μὲν ἐμφανῆ καὶ πρόσθια μέρη φοβερὰ καὶ θηρικώδη δόρασι καὶ τόξοις καὶ ἵπποις προβαλλομένην, κατʼ οὐρὰν δὲ τῆς φάλαγγος εἰς χορείας καὶ κρόταλα καὶ ψαλμοὺς καὶ παννυχίδας ἀκολάστους μετὰ γυναικῶν τελευτῶσαν.3 ψεκτὸς μὲν γὰρ ὁ Ῥώσκιος, ἀναιδεῖς δὲ Πάρθοι τὰ Μιλησιακὰ ψέγοντες, ὧν πολλοὶ βεβασιλεύκασιν ἐκ Μιλησίων καὶ Ἰωνίδων ἑταιρῶν γεγονότες Ἀρσακίδαι.
然而,塞琉西亚人见苏雷纳将米利都式荒淫的褡裢挂在胸前,身后却用如此众多的侍妾马车载着一座安息版的叙巴里斯城随行,倒觉得伊索真是一位智者;因为这支队伍某种程度上宛如所谓蝰蛇与柱节蛇的反转形态,其显露在前的部分凭借长矛、弓箭和骑兵展现出可怕而凶暴的威势,而在队尾却以伴随妇女的舞蹈、响板、琴声以及荒淫的通宵欢宴收场。因为罗基乌斯固然应当受到责备,但斥责《米利都传奇》的安息人也同样不知廉耻,他们阿尔萨息王朝的历代国王中,就有许多人是出自米利都与爱奥尼亚的游女所生。
- 32.2διδαχθεὶς Κράσσος ὑπακούειν καὶ αὐτοκράτωρ τοῖς καλοῦσιν
意为“被教导在有人呼唤时以‘克拉苏’和‘统帅’作答”。主格形式 Κράσσος 与 αὐτοκράτωρ 作主语补足语,与被动分词 διδαχθείς 的逻辑主语(盖乌斯·帕基亚努斯)保持性数格一致;τοῖς καλοῦσιν 是动词 ὑπακούειν(回应呼唤)所支配的与格宾语。
- 32.3εἰ μηδὲ πολεμοῦντες ἀπέχεσθαι πραγμάτων καὶ γραμμάτων δύνανται τοιούτων
此处 εἰ 从句由表示侮辱与嘲讽的动词(καθυβρίσαι 与 κατασκῶψαι)引出,表示愤慨或讥刺的事由与内容(“既然/竟然在打仗时也无法克制……”),类似于情感动词后的 εἰ 用法(如 θαυμάζω εἰ...)。πολεμοῦντες 为伴随情状分词,具让步意味(“即便在作战之时”)。
- 32.4τρόπον τινὰ ταῖς λεγομέναις ἐχίδναις καὶ σκυτάλαις ἀντιμόρφως τὰ μὲν ἐμφανῆ καὶ πρόσθια μέρη φοβερὰ καὶ θηρικώδη δόρασι καὶ τόξοις καὶ ἵπποις προβαλλομένην, κατʼ οὐρὰν δὲ τῆς φάλαγγος εἰς χορείας καὶ κρόταλα καὶ ψαλμοὺς καὶ παννυχίδας ἀκολάστους μετὰ γυναικῶν τελευτῶσαν
长句骨架在于:前文的阴性单数宾语 Παρθικὴν Σύβαριν(安息版叙巴里斯)由两个对称的现在分词 προβαλλομένην(展现/推向前)和 τελευτῶσαν(收尾)修饰。副词 ἀντιμόρφως 支配与格 ταῖς λεγομέναις ἐχίδναις καὶ σκυτάλαις,意为“形态与所谓的蝰蛇和柱节蛇相反”。τὰ μὲν ἐμφανῆ καὶ πρόσθια μέρη 是分词 προβαλλομένην 的直接宾语(中性复数宾格)。
