- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:33.1-33.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在许罗德斯与阿尔塔瓦兹德结盟的宴席上,克拉苏的首级被呈上,悲剧演员伊阿宋借其吟唱欧里庇得斯《酒神信徒》的诗句;此后,苏雷纳因招致国王嫉恨被诛,许罗德斯亦被蓄谋篡位的幼子弗拉阿特斯弑杀。
τούτων δὲ πραττομένων Ὑρώδης ἐτύγχανεν ἤδη διηλλαγμένος Ἀρταουάσδῃ τῷ Ἀρμενίῳ καὶ τὴν ἀδελφὴν αὐτοῦ γυναῖκα Πακόρῳ τῷ παιδὶ καθωμολογημένος, ἑστιάσεις τε καὶ πότοι διʼ ἀλλήλων ἦσαν αὐτοῖς, καὶ πολλὰ παρεισήγετο τῶν ἀπὸ τῆς Ἑλλάδος ἀκουσμάτων.
正当这些事进行之际,许罗德斯恰已同亚美尼亚王阿尔塔瓦兹德讲和,并约定由其姐妹作为妻子嫁给自己之子帕科鲁斯;两人互相宴请饮宴,席间频频引入许多希腊式的表演。
ἦν γὰρ οὔτε φωνῆς οὔτε γραμμάτων Ὑρώδης Ἑλληνικῶν ἄπειρος, ὁ δʼ Ἀρταουάσδης καὶ τραγῳδίας ἐποίει καὶ λόγους ἔγραφε καὶ ἱστορίας, ὧν ἔνιαι διασῴζονται, τῆς δὲ κεφαλῆς τοῦ Κράσσου κομισθείσης ἐπὶ θύρας ἀπηρμέναι μὲν ἦσαν αἱ τράπεζαι, τραγῳδιῶν δὲ ὑποκριτὴς Ἰάσων ὄνομα Τραλλιανὸς ᾖδεν Εὐριπίδου Βακχῶν τὰ περὶ τὴν Ἀγαύην. εὐδοκιμοῦντος δʼ αὐτοῦ Σιλλάκης ἐπιστὰς τῷ ἀνδρῶνι καὶ προσκυνήσας προὔβαλεν εἰς μέσον τοῦ Κράσσου τὴν κεφαλήν.
因为许罗德斯并非不通晓希腊语与希腊文学,而阿尔塔瓦兹德甚至创作悲剧、撰写演说辞和历史,其中一些至今尚存。当克拉苏的首级被送到门前时,餐桌已经撤去,一位名叫伊阿宋的特拉勒斯悲剧演员正在演唱欧里庇得斯《酒神信徒》中有关阿高埃的段落。正当他备受赞赏之际,西拉克斯来到正厅前俯首下拜,将克拉苏的首级抛到大厅中央。
κρότῳ δὲ τῶν Πάρθων μετὰ κραυγῆς καὶ χαρᾶς ἀραμένων,1 τὸν μὲν Σιλλάκην κατέκλιναν οἱ ὑπηρέται βασιλέως κελεύσαντος, ὁ δʼ Ἰάσων τὰ μὲν τοῦ Πενθέως σκευοποιήματα παρέδωκέ τινι τῶν χορευτῶν, τῆς δὲ τοῦ Κράσσου κεφαλῆς λαβόμενος καὶ ἀναβακχεύσας ἐπέραινεν ἐκεῖνα τὰ μέλη μετʼ ἐνθουσιασμοῦ καὶ ᾠδῆς· "φέρομεν ἐξ ὄρεος ἕλικα νεότομον ἐπὶ μέλαθρα, μακαρίαν θήραν." καὶ ταῦτα μὲν πάντας ἔτερπεν·
在安息人伴随呼喊与喜悦迸发出热烈喝彩之际,侍从们奉王之命让西拉克斯入席就坐;伊阿宋则将彭透斯的道具交与一名歌队队员,自己拿过克拉苏的首级,如巴克科斯附体般狂乱狂欢,满怀灵感与歌声吟诵出那段曲调: “我们自山中带来 初割的新枝直至宫门, 这福佑的猎物。” 这让所有人都感到欢愉。
ᾀδομένων δὲ τῶν ἑφεξῆς ἀμοιβαίων πρὸς τὸν χορόν, "Χορός τίς ἐφόνευσεν; Ἀγαύη ἐμὸν τὸ γέρας·" ἀναπηδήσας ὁ Πομαξάθρης ἐτύγχανε δὲ δειπνῶν ἀντελαμβάνετο τῆς κεφαλῆς, ὡς ἑαυτῷ λέγειν ταῦτα μᾶλλον ἢ ἐκείνῳ προσῆκον.2 ἡσθεὶς δʼ ὁ βασιλεὺς τὸν μὲν οἷς πάτριόν ἐστιν ἐδωρήσατο, τῷ δʼ Ἰάσονι τάλαντον ἔδωκεν. εἰς τοιοῦτό φασιν ἐξόδιον τὴν Κράσσου στρατηγίαν ὥσπερ τραγῳδίαν τελευτῆσαι.
接着,当唱到与歌队问答的后续句段: “歌队: 谁杀了他? 阿高埃: 这是我的功劳。” 正在宴饮的波马萨特雷斯跃然而起,一把夺过首级,以为由自己而非那演员来说这些话更为相称。国王大喜,按祖制向他赐予赏赐,又赏给伊阿宋一塔兰同。据说,克拉苏的统军征战便宛如一出悲剧,在这样的尾声中收场。
δίκη μέντοι καὶ τῆς ὠμότητος Ὑρώδην καὶ τῆς ἐπιορκίας Σουρήναν ἀξία μετῆλθεν. Σουρήναν μὲν γὰρ οὐ μετὰ πολὺν χρόνον Ὑρώδης φθόνῳ τῆς δόξης ἀπέκτεινεν, Ὑρώδῃ δὲ ἀποβαλόντι Πάκορον ὑπὸ Ῥωμαίων μάχῃ κρατηθέντα, καὶ νοσήσαντι νόσον εἰς ὕδρωπα τραπεῖσαν, Φραάτης ὁ υἱὸς ἐπιβουλεύων ἀκόνιτον ἔδωκεν. ἀναδεξαμένης δὲ τῆς νόσου τὸ φάρμακον εἰς ἑαυτὴν, ὥστε συνεκκριθῆναι, καὶ τοῦ σώματος κουφισθέντος, ἐπὶ τὴν ταχίστην τῶν ὁδῶν ἐλθὼν3 ὁ Φραάτης ἀπέπνιξεν αὐτόν.
然而,应有的惩罚最终追上了两者的恶行:许罗德斯因残虐,苏雷纳因背弃誓言。因为不久之后,许罗德斯便出于嫉妒其声名而杀害了苏雷纳;至于许罗德斯,在痛失在战斗中被罗马人击败的帕科鲁斯后,自己也患上转为水肿的重病,图谋不轨的儿子弗拉阿特斯便给他服下乌头毒。然而那疾病将毒药吸纳于自身,竟随病液一同排出体外,国王的身体反倒减轻了负担;于是弗拉阿特斯采取了最为迅捷的手段,直接将他勒死。
- 33.3κρότῳ δὲ τῶν Πάρθων μετὰ κραυγῆς καὶ χαρᾶς ἀραμένων
属格独立结构。动词 αἴρω 的过去中动态分词 ἀραμένων 支配与格的 κρότῳ(拍手、欢呼声),构成“安息人伴着呼喊与喜悦迸发出热烈喝彩”之意。
- 33.4ὡς ἑαυτῷ λέγειν ταῦτα μᾶλλον ἢ ἐκείνῳ προσῆκον
连词 ὡς 与非人称动词 προσήκει 的中性宾格分词 προσῆκον 连用,构成宾格绝对结构,表示主观动机或认定:“认为由自己(亲手斩杀者波马萨特雷斯)而非那个人(演员伊阿宋)来说这些话更为合适”。
- 33.5ἐπὶ τὴν ταχίστην τῶν ὁδῶν ἐλθών
字面意为“走上了诸途径中最迅速的一条”,实为比喻性惯用语,意指“采取了最为直接迅捷的手段”(即直接亲手勒死)。
