← 普鲁塔克

克拉苏传

§31.1-31.7

克拉苏会谈中伏遇害与罗马军全线崩溃

克拉苏身陷苏雷纳的议和圈套,与随行的奥克塔维乌斯等人一同遇害,罗马残军或降或亡,遭遇惨败。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.1

οὐ μὴν ἔμειναν οἱ περὶ τόν Ὀκταούϊον, ἀλλὰ συγκατέβαινον ἀπὸ τοῦ λόφου· τοὺς δὲ ῥαβδούχους ἑπομένους ὁ Κράσσος ἀπήλασεν. πρῶτοι δὲ τῶν βαρβάρων ἀπήντησαν αὐτῷ δύο μιξέλληνες, οἳ καὶ προσεκύνησαν τόν Κράσσον ἀπὸ τῶν ἵππων ἁλόμενοι, καὶ προσαγορεύσαντες ἑλλάδι φωνῇ παρεκάλουν προπέμψαι τινάς, οἷς ἐπιδείξεται Σουρήνας ἑαυτὸν καὶ τοὺς περὶ αὑτὸν ἀνόπλους καὶ ἀσιδήρους προσερχομένους.

然而,奥克塔维乌斯一行人并未留下,而是与他一同走下山丘;克拉苏则遣散了跟从在后的扈从侍卫。蛮族中最初迎面而来的,是两个具有希腊血统的混血人;他们跳下马来向克拉苏行伏拜礼,用希腊语对他讲话,请他预先派人上前,以便苏雷纳向他们展示自己和随从皆赤手空拳、未携铁刃而来。

§31.2

ὁ δὲ Κράσσος ἀπεκρίνατο μέν ὡς, εἰ καὶ τόν ἐλάχιστον εἶχε τοῦ ζῆν λόγον, οὐκ ἂν εἰς χεῖρας αὐτοῖς ἦλθεν,1 ὅμως δὲ δύο Ῥωσκίους ἀδελφοὺς ἔπεμψε πευσομένους ἐπί τίσι καὶ πόσοι συνίασιν. οὓς εὐθὺς συλλαβὼν ὁ Σουρήνας κατέσχεν, αὐτὸς δὲ μετὰ τῶν ἀρίστων ἱππότης προσῄει καὶ τί τοῦτʼ, ἔφη, πεζὸς ὁ Ῥωμαίων αὐτοκράτωρ, ἡμεῖς δὲ ὀχούμεθα; καὶ προσαγαγεῖν ἐκέλευσεν ἵππον αὐτῷ.

克拉苏回答说,倘若他对生命尚有一丝顾惜,断不会落入他们之手;然而他还是派出了罗基乌斯兄弟二人,前去打探双方按何种条件以及多少人数会合。苏雷纳当即拘押留下了这二人,自己则率精锐骑马迎上前来,说道: “这是何意? 罗马的最高统帅步行,而我们却乘马?” 遂下令牵一匹马给他。

§31.3

τοῦ δὲ Κράσσου φήσαντος οὔτε αὐτὸν ἁμαρτάνειν οὔτʼ ἐκεῖνον, ὡς ἑκατέρῳ πάτριόν ἐστι ποιουμένους τὴν σύνοδον,2 εἶναι μέν αὐτόθεν ἔφη σπονδὰς καὶ εἰρήνην ὁ Σουρήνας Ὑρώδῃ τε βασιλεῖ καὶ Ῥωμαίοις, δεῖν δὲ γράψασθαι τὰς συνθήκας ἐπὶ τόν ποταμὸν προσελθόντας· οὐ γὰρ ὑμεῖς γε, ἔφη, πάνυ μνήμονες ὁμολογιῶν οἱ Ῥωμαῖοι, καὶ προὔτεινε τὴν δεξιὰν αὐτῷ. μεταπεμπομένου δʼ ἵππον3 οὐδὲν ἔφη δεῖν βασιλεὺς γάρ σοι δίδωσι τοῦτον.

克拉苏回答说,双方皆无差错,因为各自都是依照本国传统来举行会晤的。苏雷纳随即表示,国王许罗德斯与罗马人之间自此刻起便停火讲和,但必须一同前往河边将条约落于纸墨: “因为你们罗马人, 可并不是很守信约的,”说着便向他伸出右手。当克拉苏派人去牵自己的马时,苏雷纳说不必如此: “因为国王已将此马赠予你了。”

§31.4

ἅμα δʼ ἵππος τε τῷ Κράσσῳ παρέστη χρυσοχάλινος, οἵ τε ἀναβολεῖς αὐτὸν ἀράμενοι περιεβίβασαν καὶ παρείποντο πληγῇ τόν ἵππον ἐπιταχύνοντες. Ὀκταούϊος δὲ πρῶτος ἀντιλαμβάνεται τῶν χαλινῶν, καὶ μετʼ ἐκεῖνον εἷς τῶν χιλιάρχων Πετρώνιος, εἶτα οἱ λοιποὶ περιίσταντο τόν τε ἵππον ἀνακόπτειν πειρώμενοι καὶ τοὺς πιεζοῦντας τόν Κράσσον ἐξ ἑκατέρου μέρους ἀφέλκοντες.

与此同时,一匹佩有黄金嚼子的骏马牵至克拉苏身旁,侍从们将他扶抱上马,并在两旁随行,鞭打马匹使其疾行。奥克塔维乌斯率先抓住缰绳,随后是军团副官之一的佩特罗尼乌斯,接着其余人也围拢上来,竭力勒止马匹,并将两旁紧逼克拉苏的人拉开。

§31.5

ὠθισμοῦ δὲ γενομένου καὶ ταραχῆς, εἶτα πληγῶν, Ὀκταούϊος μέν ἀνασπάσας τὸ ξίφος ἑνὸς τῶν βαρβάρων κτείνει τόν ἱπποκόμον, ἕτερος δὲ τόν Ὀκταούϊον ἐκ τῶν ὄπισθεν πατάξας.4 Πετρώνιος δὲ ὅπλου μέν οὐκ εὐπόρησεν, εἰς δὲ τόν θώρακα πληγεὶς ἀπεπήδησεν ἄτρωτος· τόν δὲ Κράσσον ὄνομα Πομαξάθρης Πάρθος ἀπέκτεινεν.

随之发生了推挤与骚乱,继而动起手来;奥克塔维乌斯拔剑刺死了一个蛮族的马夫,另一个人则从背后击中奥克塔维乌斯〔将其杀死〕。佩特罗尼乌斯手边没有武器,胸甲受击后跃身退开,并未受伤;而一个名叫珀马萨特雷斯的安息人杀死了克拉苏。

§31.6

οἱ δʼ οὔ φασιν, ἀλλʼ ἕτερον μέν εἶναι τόν ἀποκτείναντα, τοῦτον δὲ κειμένου τὴν κεφαλὴν ἀποκόψαι καὶ τὴν δεξιάν. εἰκάζεται δὲ ταῦτα μᾶλλον ἢ γινώσκεται· τῶν γὰρ παρόντων οἱ μέν ἐκεῖ μαχόμενοι περὶ τόν Κράσσον ἀνῃρέθησαν, οἱ δʼ εὐθὺς ἀνεπήδησαν ἐπὶ τόν λόφον.

但另有人说并非如此,动手杀人的是另一人,而此人不过是在克拉苏倒地后割下了其头颅与右手。然而这些情由多系推测,难得实情;盖因在场之人,有的在克拉苏周围力战阵亡,有的则立即奔回山丘。

§31.7

ἐπελθόντων δὲ τῶν Πάρθων καὶ λεγόντων ὅτι Κράσσος μέν δίκην δέδωκε, τοὺς δʼ ἄλλους κελεύει Σουρήνας κατιέναι θαρροῦντας, οἱ μέν ἐνεχείρισαν αὑτοὺς καταβάντες, οἱ δὲ τῆς νυκτὸς ἐσπάρησαν, καὶ τούτων ὀλίγοι παντάπασι διεσώθησαν· τοὺς δʼ ἄλλους ἐκθηρεύοντες οἱ Ἄραβες συνελάμβανον καὶ διέφθειρον. λέγονται δʼ οἱ πάντες δισμύριοι μέν ἀποθανεῖν, μύριοι δὲ ἁλῶναι ζῶντες.

安息人赶来宣告克拉苏已受惩伏诛,苏雷纳命令其余人放心下山,于是一部分人走下山去投降,另一部分人则在夜间四散逃逸,其中仅有极少数人得以生还;阿拉伯人四处搜捕,将余者俘获并处死。据说死者总计达两万人,一万人被生俘。

语法注4 条
  1. 31.2εἰ καὶ τόν ἐλάχιστον εἶχε τοῦ ζῆν λόγον, οὐκ ἂν εἰς χεῖρας αὐτοῖς ἦλθεν

    虚拟条件句(与过去事实相反),条件从句使用未完成过去时直陈式 εἶχε,主句使用 ἄν 配合不定过去时直陈式 ἦλθεν。冠词不定词 τοῦ ζῆν 作 λόγον 的宾格性属格,意为“对生命的顾惜”。

  2. 31.3ὡς ἑκατέρῳ πάτριόν ἐστι ποιουμένους τὴν σύνοδον

    宾格分词 ποιουμένους 照应前文间接引语中的 οὔτε αὐτὸν ... οὔτʼ ἐκεῖνον,作表示双方共同举行会晤动作的主语性修饰,意为“双方各自依祖俗举行会见”。

  3. 31.3μεταπεμπομένου δʼ ἵππον

    独立属格结构,省略了逻辑主语(克拉苏),意为“当他派人去牵马时”。

  4. 31.5ἕτερος δὲ τόν Ὀκταούϊον ἐκ τῶν ὄπισθεν πατάξας

    省略句或破格现象:分词 πατάξας(击打)之后承前省略了主要谓语动词(如“斩杀”),平行于前一句的 κτείνει τόν ἱπποκόμον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:31.1-31.7