← 普鲁塔克

克拉苏传

§30.1-30.5

苏雷纳诱降与克拉苏被迫赴会

苏雷纳佯作提议和谈以诱捕克拉苏,走投无路的克拉苏在哗变军士的逼迫下无奈前往赴会。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30.1

ὁρῶν οὖν ὁ Σουρήνας τούς τε Πάρθους ἀμβλύτερον ἤδη κινδυνεύοντας, καὶ ἤν ἥ τε νὺξ ἐπίσχῃ καὶ τῶν ὀρῶν οἱ Ῥωμαῖοι λάβωνται, παντάπασιν αὐτοὺς ἐσομένους ἀλήπτους, ἐπῆγε τῷ Κράσσῳ δόλον. ἀφείθησαν μὲν γὰρ ἔνιοι τῶν αἰχμαλώτων ἀκηκοότες ἐν τῷ στρατοπέδῳ τῶν βαρβάρων πρὸς ἀλλήλους ἐπίτηδες διαλεγομένων ὡς οὐ βούλεται βασιλεὺς ἄσπονδον αὑτῷ τὸν πόλεμον εἶναι πρὸς Ῥωμαίους, τὴν δὲ φιλίαν ἀναλαβεῖν χάριτι, Κράσσῳ χρησάμενος φιλανθρώπως, ἔσχοντο δὲ μάχης οἱ βάρβαροι, Σουρήνας δὲ μετὰ τῶν ἀρίστων προσελάσας ἀτρέμα τῷ λόφῳ τοῦ μὲν τόξου τὸν τόνον ἀνῆκε, τὴν δὲ δεξιὰν προὔτεινεν, ἐκάλει δὲ τὸν Κράσσον ἐπὶ συμβάσεις, εἰπὼν ὅτι τῆς μὲν ἀνδρείας καὶ δυνάμεως ἄκοντος πεπείραται βασιλέως, πρᾳότητα δʼ αὐτοῖς καὶ φιλοφροσύνην ἑκὼν ἐπιδείκνυται σπενδόμενος ἀπιοῦσι καὶ παρέχων σῴζεσθαι.

于是苏雷纳眼见安息人冒死作战已不如前那般锐利,且一旦黑夜降临、罗马人占据山地,便将彻底无法被俘获,便对克拉苏设下圈套。原来,有些战俘被释放了,他们在营中听到了蛮族彼此间故意交谈的话语,称国王并不希望同罗马人的战争变得无可调和,而是希望以仁厚对待克拉苏,借施惠来重修友谊。蛮族随即停止了战斗,苏雷纳率领精锐静静驰向丘陵,松开了弓弦,伸出右手,邀请克拉苏前来议和,并说:〔克拉苏〕虽在国王不情愿之下见识了国王的英勇与实力,〔国王〕却乐于向他们展现温和与善意,在他们撤离之际与他们立约,容许他们保全性命。

§30.3

ταῦτα τοῦ Σουρήνα λέγοντος οἱ μὲν ἄλλοι προθύμως ἐδέξαντο καὶ περιχαρεῖς ἦσαν, ὁ δὲ Κράσσος οὐδὲν ὅ τι μὴ διʼ ἀπάτης ἐσφαλμένος1 ὑπʼ αὐτῶν, καὶ τὸ αἰφνίδιον τῆς μεταβολῆς ἄλογον ἡγούμενος, οὐχ ὑπήκουεν, ἀλλʼ ἐβουλεύετο.

在苏雷纳这番话后,其他人欣然接纳且欢喜若狂,克拉苏却因在他们手下遭受的一切无一不是出于欺诈,又认为这骤然转变不合情理,便未加顺从,而是陷入沉思。

§30.4

τῶν δὲ στρατιωτῶν βοώντων καὶ κελευόντων, εἶτα λοιδορούντων καὶ κακιζόντων ὡς προβάλλοντα μαχουμένους αὐτοὺς οἷς αὐτὸς ἀνόπλοις εἰς λόγους οὐ θαρρεῖ συνελθεῖν,2 πρῶτον μὲν ἐπειρᾶτο δεῖσθαι καὶ λέγειν ὅτι τὸ λειπόμενον μέρος τῆς ἡμέρας διακαρτερήσαντες ἐν τοῖς ὀρεινοῖς καὶ τραχέσι δύνανται διὰ νυκτὸς ἰέναι, καὶ τὴν ὁδὸν ἐδείκνυε, καὶ παρεκάλει τὴν ἐλπίδα μὴ προέσθαι τῆς σωτηρίας ἐγγὺς οὔσης.

然而将士们大声呼喊、强令逼迫,继而辱骂讥讽,怪责对方赤手空拳时他自己连前去交谈的胆量都没有,却推他们上前与对方厮杀;起初克拉苏竭力哀求,对他们说只要在崎岖山地中坚守完这白昼剩下的时光,便可在夜间行军,他指引道路,劝勉众人不可在得救已近在咫尺之时放弃希望。

§30.5

ὡς δὲ χαλεπαίνοντες αὐτῷ καὶ τὰ ὅπλα κρούοντες ἠπείλουν, φοβηθεὶς ἐχώρει, καὶ τοσοῦτον εἶπε μεταστραφείς Ὀκταούϊε καὶ Πετρώνιε καὶ ὅσοι πάρεστε Ῥωμαίων ἄρχοντες, ὑμεῖς ὁρᾶτε τῆς ἐμῆς ὁδοῦ τὴν ἀνάγκην, καὶ σύνιστε παρόντες ὡς αἰσχρὰ πάσχω καὶ βίαια τοῖς δʼ ἄλλοις ἅπασιν ἀνθρώποις λέγετε σωθέντες ὡς Κράσσος ἀπατηθεὶς ὑπὸ τῶν πολεμίων, οὐκ ἐκδοθεὶς ὑπὸ τῶν πολιτῶν ἀπώλετο.

然而当士兵们对他愈发愤怒、击打武器发出威胁时,克拉苏在惊惧中向前走去,回过身来只说了这样一席话: “奥克塔维乌斯、佩特罗尼乌斯,以及在场的各位罗马长官,你们亲眼目睹了我踏上此途的迫不得已,并在此见证了我遭受可耻而暴虐的对待;但请你们在生还之后告知世间所有的人,克拉苏是受敌人诱骗而死,绝非遭本国同胞出卖而亡。”

语法注2 条
  1. 30.3οὐδὲν ὅ τι μὴ διʼ ἀπάτης ἐσφαλμένος

    由惯用结构 οὐδὲν ὅ τι μή(“除……之外无一事物”、“完全是通过……”)与完成时分词 ἐσφαλμένος 结合而成,意为“在他们手下所遭受的挫折无一不是通过欺诈而来的”。οὐδὲν 在句中作内宾格或副词性修饰,μή 引出例外成分,从而构成对“全是欺诈”的强烈强调。

  2. 30.4ὡς προβάλλοντα μαχουμένους αὐτοὺς οἷς αὐτὸς ἀνόπλοις εἰς λόγους οὐ θαρρεῖ συνελθεῖν

    ὡς 搭配宾格分词 προβάλλοντα,用以引出将士们在辱骂嘲讽(λοιδορούντων καὶ κακιζόντων)中对克拉苏提出的主观指责内容(以克拉苏为逻辑主语的宾格分词结构)。关系代词 οἷς 为与格,支配其后动词短语 εἰς λόγους ... συνελθεῖν(“同……会谈”)。整句骨架为:“指责他正把他们(αὐτούς)推上前去作战(μαχουμένους),而对于那些人(οἷς...),在对方赤手空拳(ἀνόπλοις)时他自己连前去对话的胆量都没有”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:30.1-30.5