← 普鲁塔克

克拉苏传

§29.1-29.7

向导的背叛与奥克塔维乌斯救援克拉苏

随着安息军逼近,叛徒向导安德罗马库斯故意将罗马军队引向沼泽,卡修斯脱离大队逃往叙利亚,克拉苏则身陷险境。占领辛纳卡高地的奥克塔维乌斯察觉克拉苏危在旦夕,遂率军奔下击退敌军,将统帅护在重围之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

ἡσθεὶς οὖν ὁ Σουρήνας ἐπὶ τῷ τοὺς ἄνδρας ἐνέχεσθαι τῇ πολιορκίᾳ,1 μεθʼ ἡμέραν ἐπῆγε τοὺς Πάρθους πολλὰ καθυβρίζοντας καὶ κελεύοντας, εἰ βούλονται τυχεῖν σπονδῶν Ῥωμαῖοι, Κράσσον ἐγχειρίσαι σφίσι καὶ Κάσσιον δεδεμένους.

于是苏雷纳因这些罗马人深陷重围而大喜,次日率安息军进逼,他们百般嘲弄,并下令说,罗马人若想获得停战,就必须将克拉苏与卡修斯捆绑起来交出。

§29.2

οἱ δʼ ἤχθοντο μὲν ἠπατημένοι, μακρὰς δὲ καὶ κενὰς τὰς Ἀρμενίων ἐλπίδας καταβάλλειν τῷ Κράσσῳ φράσαντες εἴχοντο δρασμοῦ· καὶ τοῦτʼ ἔδει μηδένα πρὸ καιροῦ Καρρηνῶν πυθέσθαι, πυνθάνεται δʼ ὁ πάντων ἀπιστότατος Ἀνδρόμαχος, ὑπὸ Κράσσου καὶ τοῦτο πιστευθεὶς καὶ τῆς ὁδοῦ τὴν ἡγεμονίαν. οὐδὲν οὖν ἔλαθε τοὺς Πάρθους, ἐξαγγέλλοντος τοῦ Ἀνδρομάχου καθʼ ἕκαστον.

罗马人因受骗而愤懑不已,劝告克拉苏放弃对亚美尼亚人那遥远而渺茫的指望,遂着手脱逃;此事原本不应预先让任何卡莱人知晓,然而天下最不讲信用之人安德罗马库斯却得知了此事,因为克拉苏不仅将这桩秘密托付给他,还将领路之责交给了他。因此,在安德罗马库斯逐一密报之下,安息人洞悉了一切。

§29.3

ἐπεὶ δὲ νυκτομαχεῖν οὐ πάτριον αὐτοῖς ἐστιν οὐδὲ ῥᾴδιον, ἐξῄει δὲ νύκτωρ ὁ Κράσσος, ὅπως μὴ καθυστερήσωσι πολὺ τῇ διώξει στρατηγῶν ὁ Ἀνδρόμαχος ἄλλοτε ἄλλας ὁδοὺς ὑφηγεῖτο, καὶ τέλος ἐξέτρεψεν εἰς ἕλη βαθέα καὶ χωρία τάφρων μεστὰ τὴν πορείαν, χαλεπὴν καὶ πολυπλανῆ γινομένην τοῖς ἐπισπομένοις.

然而,夜战既非安息人的旧俗,亦非易事,而克拉苏又是乘夜出发,安德罗马库斯为了设法使安息人在追击中不致落后太远,便引导〔罗马人〕时而走这条路,时而走那条路,最终将行军引向深不见底的沼泽和布满堑壕之地,使跟随他的军士步履维艰、四处迷途。

§29.4

ἐγένοντο γάρ τινες οἳ μηδὲν ὑγιὲς τὸν Ἀνδρόμαχον στρέφειν καὶ περιελίττειν εἰκάσαντες2 οὐκ ἠκολούθησαν, ἀλλὰ Κάσσιος μὲν ἐπανῆλθεν εἰς Κάρρας πάλιν, καὶ τῶν ὁδηγῶν Ἄραβες δʼ ἦσαν ἀναμένειν κελευόντων ἄχρι ἂν σελήνη παραλλάξῃ τὸν σκορπίον, ἀλλʼ ἔγωγε, εἰπών, ἔτι τοῦτον μᾶλλον φοβοῦμαι τὸν τοξότην, ἀπήλαυνεν εἰς Συρίαν μεθʼ ἱππέων πεντακοσίων·

原来有些人料想安德罗马库斯辗转盘绕绝非善意,便未加跟随;卡修斯便重返卡莱,当向导们——他们是阿拉伯人——嘱咐他等待直到月亮穿过天蝎座时,“然而就我而言,”他说道,“我更为畏惧眼前这位射手,”便率领五百名骑兵驰往叙利亚。

§29.5

ἄλλοι δὲ χρησάμενοι πιστοῖς ὁδηγοῖς ἐλάβοντο χωρίων ὀρεινῶν, ἃ καλεῖται Σίννακα, καὶ κατέστησαν ἐν ἀσφαλεῖ πρὸ ἡμέρας, οὗτοι περὶ πεντακισχιλίους ἦσαν ἡγεῖτο δʼ αὐτῶν ἀνὴρ ἀγαθὸς Ὀκταούϊος. τὸν δὲ Κράσσον ἡμέρα κατελάμβανεν ἐπιβουλευόμενον ὑπʼ Ἀνδρομάχου περὶ τὰς δυσχωρίας καὶ τὸ ἕλος.

另一些人则得力于忠诚的向导,占领了名为辛纳卡的险峻山区,并在破晓前进入安全之地;这批人约有五千之众,由一位勇武之人奥克塔维乌斯统领。然而克拉苏却在崎岖难行之地与沼泽之中,受困于安德罗马库斯的阴谋暗算,在此处迎来了破晓。

§29.6

ἦσαν δὲ τέσσαρες σπεῖραι σὺν αὐτῷ θυρεαοφόρων, ἱππεῖς δὲ παντελῶς ὀλίγοι καὶ πέντε ῥαβδοῦχοι, μεθʼ ὧν ἐπιπόνως εἰς τὴν ὁδὸν καὶ μόλις καταστάς, ἤδη τῶν πολεμίων ἐπικειμένων, ὅσον δώδεκα σταδίους ἀπολιπὼν τοῦ συμμῖξαι3 τοῖς περὶ τὸν Ὀκταούϊον ἐπʼ ἄλλον ἀναφεύγει λόφον, οὐχ οὕτω μὲν ἄφιππον οὐδʼ ὀχυρόν, ὑποκείμενον δὲ τοῖς Σιννάκοις καὶ συνηρτημένον αὐχένι μακρῷ διὰ μέσου κατατείνοντι τοῦ πεδίου πρὸς τοῦτον, ἦν οὖν ἐν ὄψει τοῖς περὶ τὸν Ὀκταούϊον ὁ κίνδυνος αὐτοῦ.

他身边只有四队持大盾的步兵、极少数骑兵和五名扈从,率领着他们历经艰难才勉强走上正道,此时敌军已然迫近,克拉苏在距与奥克塔维乌斯一行会合尚差约十二斯塔德之时,逃上了另一座丘陵;该丘陵对骑兵而言既非难以攀登,亦非坚固险要,但它位于辛纳卡下方,并通过一条穿过平原中央延伸的长岭与辛纳卡相连;因此,他的险境清晰地展现在奥克塔维乌斯一行眼前。

§29.7

καὶ πρῶτος Ὀκταούϊος ἔθει μετʼ ὀλίγων ἄνωθεν ἐπιβοηθῶν, εἶτα οἱ λοιποὶ κακίσαντες ἑαυτοὺς ἐπεφέροντο, καὶ προσπεσόντες καὶ ὠσάμενοι τοὺς πολεμίους ἀπὸ τοῦ λόφου περιέσχον ἐν μέσῳ τὸν Κράσσον καὶ προεβάλλοντο τοὺς θυρεούς, μεγαληγοροῦντες ὡς οὐκ ἔστι Πάρθοις βέλος ὃ προσπεσεῖται τῷ σώματι τοῦ αὐτοκράτορος πρὶν ἢ σφᾶς ἅπαντας ὑπὲρ αὐτοῦ μαχομένους ἀποθανεῖν.

于是奥克塔维乌斯率先率少数人自高处奔下驰援,随后其余人亦深感自惭而蜂拥直前,扑向敌军并将其逐下丘陵,将克拉苏护在中央,把盾牌挡在身前,豪迈地宣称安息人绝无任何箭矢能够射中统帅之身,除非他们全军为保卫统帅战死殆尽。

语法注3 条
  1. 29.1ἐπὶ τῷ τοὺς ἄνδρας ἐνέχεσθαι τῇ πολιορκίᾳ

    介词 ἐπί 后接中性单数与格定冠词引导的不定式短语(τῷ τοὺς ἄνδρας ἐνέχεσθαι...),用以表达情感分词 ἡσθείς(高兴)的原因或对象(“因……而高兴”)。宾格 τοὺς ἄνδρας 作不定式 ἐνέχεσθαι 的逻辑主语,此处该不定式取被动义(“被困入……”)。

  2. 29.4μηδὲν ὑγιὲς τὸν Ἀνδρόμαχον στρέφειν καὶ περιελίττειν εἰκάσαντες

    分词 εἰκάσαντες(料想、推测)支配一个“宾格加不定式”结构,其中 τὸν Ἀνδρόμαχον 为不定式的逻辑主语,στρέφειν καὶ περιελίττειν 为并列不定式。μηδὲν ὑγιές 属于惯用内宾格,意为“毫无善意、不怀好意”,直译为“推测安德罗马库斯心怀叵测而辗转盘绕”。

  3. 29.6ὅσον δώδεκα σταδίους ἀπολιπὼν τοῦ συμμῖξαι

    分词 ἀπολιπών 结合了表示空间距离的宾格短语 ὅσον δώδεκα σταδίους(约十二斯塔德)与属格定冠词不定式 τοῦ συμμῖξαι(距离会合),表示在空间上“距离与……会合尚差约十二斯塔德”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:29.1-29.7