← 普鲁塔克

克拉苏传

§2.1-2.8

克拉苏的敛财手段与财富观

本段叙述了克拉苏如何利用苏拉的公敌宣告与罗马城频发的火灾敛财,以及他对高技能奴隶的精细培养,并将他唯有能供养军队者方为富人的主张与马略安于所得的言论进行了对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

Ῥωμαῖοι μὲν οὖν λέγουσι πολλαῖς ἀρεταῖς τοῦ Κράσσου κακίαν μόνην ἐπισκοτῆσαι τὴν φιλοπλουτίαν· ἔοικε δὲ μία πασῶν ἐρρωμενεστέρα τῶν ἐν αὐτῷ κακιῶν γενομένη τὰς ἄλλας ἀμαυρῶσαι.1 τεκμήρια δὲ τῆς φιλοπλουτίας αὑτοῦ μέγιστα ποιοῦνται τόν τε τρόπον τοῦ πορισμοῦ καὶ τῆς οὐσίας τὸ μέγεθος.

罗马人说,克拉苏所具有的诸多美德,唯独被贪财这一项恶德所遮蔽;但事情看来毋宁说是,这项恶德因比他身上的所有其他恶德都更为强固,从而掩盖了其余恶德。人们将他聚敛财富的方式以及家产的庞大规模,视为他贪财的最大明证。

§2.2

τριακοσίων γὰρ οὐ πλείω κεκτημένος ἐν ἀρχῇ ταλάντων, εἶτα παρὰ τὴν ὑπατείαν ἀποθύσας μὲν τῷ Ἡρακλεῖ τὴν δεκάτην καὶ τόν δῆμον ἑστιάσας, τρεῖς δὲ μῆνας ἑκάστῳ Ῥωμαίων σιτηρέσιον ἐκ τῶν αὑτοῦ παρασχών, ὅμως πρὸ τῆς ἐπὶ Πάρθους στρατείας αὐτὸς αὐτῷ θέμενος ἐκλογισμὸν τῆς οὐσίας εὗρεν ἑκατὸν ταλάντων τίμημα πρὸς ἑπτακισχιλίοις.

因为他起初拥有的资财不过三百塔兰同,其后他在担任执政官期间,不仅将所得的十分之一献祭给赫拉克勒斯,宴请民众,还自费为每个罗马人提供三个月的口粮,然而在远征帕提亚之前,他亲自核算家产时,却发现其估值已达七千一百塔兰同之巨。

§2.3

τὰ δὲ πλεῖστα τούτων, εἰ δεῖ μετὰ βλασφημίας εἰπεῖν τὸ ἀληθές, ἐκ πυρὸς συνήγαγε καὶ πολέμου, ταῖς κοιναῖς ἀτυχίαις προσόδῳ τῇ μεγίστῃ χρησάμενος. ὅτε γὰρ Σύλλας ἑλὼν τὴν πόλιν ἐπώλει τὰς οὐσίας τῶν ἀνῃρημένων ὑπʼ αὐτοῦ, λάφυρα καὶ νομίζων καὶ ὀνομάζων, καὶ βουλόμενος ὅτι πλείστοις καὶ κρατίστοις προσομόρξασθαι τὸ ἄγος,2 οὔτε λαμβάνων οὔτʼ ὠνούμενος ἀπεῖπε.3

而这些资产中的绝大部分,若是不避责难地说出真相,实则是他从大火与战争中搜刮而来的,他将公众的灾难化作了自己最大的财源。盖因当苏拉攻占罗马城并变卖被他处决之人的财产时,既将这些财产视为且称作战利品,又企图将这份罪愆污名尽量沾染给最多且最有权势的人,而克拉苏在接受或竞购这些财产时,未尝有过半点回绝。

§2.4

πρὸς δὲ τούτοις ὁρῶν τὰς συγγενεῖς καὶ συνοίκους τῆς Ῥώμης κῆρας ἐμπρησμοὺς καὶ συνιζήσεις διὰ βάρος καὶ πλῆθος οἰκοδομημάτων, ἐωνεῖτο δούλους ἀρχιτέκτονας καὶ οἰκοδόμους, εἶτʼ ἔχων τούτους ὑπὲρ πεντακοσίους ὄντας, ἐξηγόραζε τὰ καιόμενα καὶ γειτνιῶντα τοῖς καιομένοις, διὰ φόβον καὶ ἀδηλότητα τῶν δεσποτῶν ἀπʼ ὀλίγης τιμῆς προϊεμένων, ὥστε τῆς Ῥώμης τὸ πλεῖστον μέρος ὑπʼ αὐτῷ γενέσθαι.

除此以外,他看到因房屋之沉重与密布而成为罗马城固有的同住灾祸——火灾与坍塌,便买下身为建筑师与营造工的奴隶;及至这批奴隶的人数超过五百人,他就趁着起火时买下正在燃烧的房屋以及与火场毗连的房产,房主们因恐惧与前途未卜而贱价抛售,以致罗马城的大半部分都归入了他的掌握之中。

§2.5

τοσούτους δὲ κεκτημένος τεχνίτας οὐδὲν ᾠκοδόμησεν αὐτὸς ἢ τὴν ἰδίαν οἰκίαν, ἀλλʼ ἔλεγε τοὺς φιλοικοδόμους αὐτοὺς ὑφʼ ἑαυτῶν καταλύεσθαι χωρὶς ἀνταγωνιστῶν, ὄντων δʼ αὐτῷ παμπόλλων ἀργυρείων, πολυτιμήτου δὲ χώρας καὶ τῶν ἐργαζομένων ἐν αὐτῇ, ὅμως ἄν τις ἡγήσαιτο μηδὲν εἶναι ταῦτα πάντα πρὸς τὴν τῶν οἰκετῶν τιμήν· τοσούτους ἐκέκτητο καὶ τοιούτους, ἀναγνώστας, ὑπογραφεῖς, ἀργυρογνώμονας, διοικητάς, τραπεζοκόμους, αὐτὸς ἐπιστατῶν μανθάνουσι καὶ προσέχων καὶ διδάσκων καὶ ὅλως νομίζων τῷ δεσπότῃ προσήκειν μάλιστα τὴν περὶ τοὺς οἰκέτας ἐπιμέλειαν ὡς ὄργανα ἔμψυχα τῆς οἰκονομικῆς.

然而,他虽然拥有如此众多的工匠,自己除了私邸之外却未曾建造过任何房屋,反而常说那些耽于营造之徒无需任何竞争对手便会自取灭亡。虽然他拥有极多的银矿、价值巨万的田产以及在其中劳作的奴隶,但人们仍会认为,这一切的总和比起他那些家奴的价值来根本算不得什么;他所拥有的家奴数量如此之多,质素如此之高——有朗读者、文书、金银估价师、管家、侍膳奴仆——他在他们学习时亲自监督,留心指点,加以训导,概而言之,他认为身为主人,最应当关心的便是照管家奴,因家奴乃是家政管理中有生命的工具。

§2.7

καὶ τοῦτο μὲν ὀρθῶς ὁ Κράσσος, εἴπερ, ὡς ἔλεγεν, ἡγεῖτο τὰ μὲν ἄλλα διὰ τῶν οἰκετῶν χρῆναι,4 τοὺς δὲ οἰκέτας διʼ αὑτοῦ κυβερνᾶν τὴν γὰρ οἰκονομικήν ἐν ἀψύχοις χρηματιστικὴν οὖσαν, ἐν ἀνθρώποις πολιτικὴν γιγνομένην ὁρῶμεν ἐκεῖνο δὲ οὐκ εὖ, τὸ μηδένα νομίζειν μηδὲ φάσκειν εἶναι πλούσιον, ὃς οὐ δύναται τρέφειν ἀπὸ τῆς οὐσίας στρατόπεδον (ὁ γὰρ πόλεμος οὐ τεταγμένα σιτεῖται, κατὰ τόν Ἀρχίδαμον, ὥσθʼ ὁ πρὸς πόλεμον πλοῦτος ἀόριστος), καὶ πολὺ τῆς Μαρίου γνώμης ἀπηρτημένως. ἐκεῖνος γὰρ, ἐπεὶ κατʼ ἄνδρα νείμας ἑκάστῳ δέκα καὶ τέσσαρα πλέθρα γῆς ἔγνω πλέον ἐπιζητοῦντας, μηδείς, ἔφη, γένοιτο Ῥωμαίων ὀλίγην ἡγούμενος τὴν τρέφειν ἀρκοῦσαν.

克拉苏的这种做法是正确的,倘若他确如其所言,认为其余事务应当通过家奴来料理,但家奴本身则应当由自己亲自掌管;因为我们看到,家政管理在对待无生命之物时是营利之术,而在对待人时则成了治理之术。但他所持有的另一条见解却不甚妥当,即他认为且声称,凡不能凭自身财产养活一支军队的人,皆不得称为富豪(正如阿基达莫斯所言,战争并非按定量进食,因此用于战争的财富是无止境的),而且这与马略的主张大相径庭。因为马略在按人头给每人分发了十四普勒特龙土地之后,得知人们还想要更多,便说道: “但愿没有任何罗马人, 会认为足以养活自己的土地, 是微不足道的。”

语法注4 条
  1. 2.1ἔοικε δὲ μία πασῶν ἐρρωμενεστέρα τῶν ἐν αὐτῷ κακιῶν γενομένη τὰς ἄλλας ἀμαυρῶσαι

    此处为动词 ἔοικε(看来、似乎)带有主格主语 μία [κακία] 并支配不定式 ἀμαυρῶσαι(使暗淡)的人称构词(personal construction);分词 γενομένη 表达原因或伴随状态,意为“那单一的恶德因比他身上的其他恶德都更为强固,从而掩盖了其余恶德”。

  2. 2.3προσομόρξασθαι τὸ ἄγος

    动词 προσομόργνυμι(擦上、涂抹、转嫁)的间接中动态不定式。其直接宾语为 τὸ ἄγος(罪愆、污秽),与其搭配的与格为 ὅτι πλείστοις καὶ κρατίστοις(尽可能多且有权势之人),意指苏拉出于自身目的企图将处决政敌的血腥罪责强行分摊、沾染给众人。

  3. 2.3οὔτε λαμβάνων οὔτʼ ὠνούμενος ἀπεῖπε

    动词 ἀπεῖπε(拒绝、厌倦而止)与分词 λαμβάνων 及 ὠνούμενος 连用,主语为克拉苏,表示他在接受白送的财产或出资竞购时,“未曾拒绝”或“乐此不疲”。

  4. 2.7τὰ μὲν ἄλλα διὰ τῶν οἰκετῶν χρῆναι

    在无人称动词 χρῆναι(应当)之后,在语境中省略了与后文 κυβερνᾶν(统御、掌管)相对立的表示料理或执行的动词(如 διοικεῖν 或 πράττειν)。前后形成“其余事务应当通过奴隶[料理],但奴隶本身则应当由自己掌管”的对称结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:2.1-2.8