← 普鲁塔克

克拉苏传

§28.1-28.5

安息军扫荡残兵与苏雷纳遣使打探

安息军屠杀了营地内的留守者并歼灭了一支迷路的罗马分队;苏雷纳因误报以为克拉苏已逃脱,遂派使者前往卡莱打探虚实并提议和谈。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

οἱ δὲ Πάρθοι νυκτὸς μὲν αἰσθόμενοι τὴν ἀπόδρασιν οὐκ ἐδίωκον, ἅμα δʼ ἡμέρᾳ τοὺς μὲν ἐν τῷ στρατοπέδῳ καταλειφθέντας οὐ μείους τετρακισχιλίων ἐπελθόντες ἀπέσφαξαν, ἐν δὲ τῷ πεδίῳ πλανωμένους πολλοὺς ἱππασάμενοι συνέλαβον.

安息人虽在夜间察觉到了撤退,却未予追击;但在拂晓时分,他们扑向被留在营地内的不下四千人并将其尽数屠杀,又纵马驰骋平原,俘获了许多四处流窜之人。

§28.2

τέσσαρας δʼ ὁμοῦ σπείρας, ἃς ἔτι νυκτὸς ἀπέρρηξε Βαργοντήιος ὁ πρεσβευτής, ἐκπεσούσας τῆς ὁδοῦ περισχόντες ἔν τινι λόφῳ διέφθειραν ἀμυνομένας, πλὴν ἀνδρῶν εἴκοσιν. τούτους δὲ γυμνοῖς τοῖς ξίφεσιν ὠθουμένους διʼ αὐτῶν θαυμάσαντες εἶξαν, καὶ διέξοδον ἀπιοῦσι βάδην εἰς τὰς Κάρρας ἐδίδοσαν. τῷ δὲ Σουρήνᾳ προσέπεσε ψευδὴς λόγος ἐκπεφευγέναι Κράσσον μετὰ τῶν ἀρίστων, τὸ δʼ εἰς Κάρρας συνερρυηκὸς ὄχλον εἶναι σύμμικτον οὐκ ἀξίων σπουδῆς ἀνθρώπων.

此外,副将瓦尔昆提乌斯尚在夜间时从大队分出、随后迷失道路的整整四个大队,亦被敌军包围在一座丘陵上,在拼力抵抗中全军覆没,唯有二十人幸免。敌军因惊叹于这二十人手持出鞘利剑猛冲突破的勇气,遂主动让出道路,任由他们迈着整齐的步伐安然退往卡莱。然而,苏雷纳却得到一条假情报,称克拉苏已率领精锐逃离,涌入卡莱的不过是一群不足挂齿的乌合之众。

§28.3

οἰόμενος οὖν ἀποβεβληκέναι τὸ τῆς νίκης τέλος, ἔτι δʼ ἀμφιδοξῶν καὶ μαθεῖν βουλόμενος τἀληθές, ὅπως ἢ προσμένων ἐνταῦθα πολιορκοίη Κράσσον ἢ διώκοι χαίρειν ἐάσας1 Καρρηνούς, ὑποπέμπει τινὰ τῶν παρʼ αὐτῷ διγλώττων πρὸς τὰ τείχη, κελεύσας ἱέντα Ῥωμαϊκὴν διάλεκτον καλεῖν Κράσσον αὐτὸν ἢ Κάσσιον, ὡς Σουρήνα διὰ λόγων ἐθέλοντος αὐτοῖς συγγενέσθαι.

苏雷纳因此以为自己痛失了最终的胜利战果,但他仍心存疑虑,急欲探明真相,以便决定是留在此地围困克拉苏,还是对卡莱之人置之不理而全力追击,于是派了身边一名通晓双语的人暗中前往城墙下,命他用拉丁语喊话呼叫克拉苏本人或卡修斯,表示苏雷纳愿与他们会晤和谈。

§28.4

ταῦτα τοῦ διγλώττου φράσαντος, ὡς ἀπηγγέλη τοῖς περὶ Κράσσον, ἐδέχοντο τὰς προκλήσεις· καὶ μετὰ μικρὸν ἧκον ἀπὸ τῶν βαρβάρων Ἄραβες, οἳ Κράσσον εὖ καὶ Κάσσιον ἀπʼ ὄψεως ἐγνώριζον, ἐν τῷ στρατοπέδῳ πρὸ τῆς μάχης γεγονότες. οὗτοι τὸν Κάσσιον ἰδόντες ἀπὸ τοῦ τείχους, ἔλεγον ὅτι Σουρήνας σπένδεται καὶ δίδωσιν αὐτοῖς φίλοις οὖσι βασιλέως σῴζεσθαι, Μεσοποταμίαν ἐκλιποῦσιν· τοῦτο γὰρ ὁρᾶν λυσιτελὲς ἀμφοτέροις πρὸ τῆς ἐσχάτης ἀνάγκης.2

通译说明此意后,克拉苏左右将消息传报进去,他们便接受了会晤提议;片刻之后,蛮族阵中走出一队阿拉伯人,他们曾在战前进入过罗马军营,因而对克拉苏和卡修斯的面貌十分熟悉。这队阿拉伯人看到城墙上的卡修斯,便宣称苏雷纳愿意停战立约,只要他们撤出美索不达米亚,便允许他们作为国王的朋友安全撤离;因为苏雷纳认为,在陷入绝境之前如此行事对双方皆大有裨益。

§28.5

δεξαμένου δὲ τοῦ Κασσίου, καὶ τόπον ὁρισθῆναι καὶ χρόνον ἀξιοῦντος, ἐν ᾧ συνίασι Σουρήνας καὶ Κράσσος, οὕτω φάμενοι ποιήσειν ἀπήλαυνον.

卡修斯接受了这一条件,并要求确定苏雷纳与克拉苏会晤的具体地点与时间,使者们应承必当照办后,便策马离去。

语法注2 条
  1. 28.3χαίρειν ἐάσας

    习语 χαίρειν ἐάω,意为“任由其去”、“置之不理”或“不予过问”。此处支配宾格 Καρρηνούς,表示放弃理会卡莱及其居民而专心追击克拉苏的选择。

  2. 28.4τοῦτο γὰρ ὁρᾶν λυσιτελὲς ἀμφοτέροις πρὸ τῆς ἐσχάτης ἀνάγκης

    承接前文间接引语(ἔλεγον ὅτι...)的解释性从句(γάρ 从句)中,句式脱离了 ὅτι 引导的限定动词,转为“宾格加不定词”结构:逻辑主语为苏雷纳(承前省略),不定词为 ὁρᾶν,其后带有宾语短语 τοῦτο... λυσιτελές(省略了不定词 εἶναι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:28.1-28.5