- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:27.1-27.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在安息骑兵的合围猛攻下罗马军损失惨重陷入绝境,克拉苏悲恸绝望倒地不起,副将们遂决议夜撤卡莱。脱逃的骑兵提前向守将科普尼乌斯报信,科普尼乌斯迅速整军接应,将溃退而来的残军迎入城中。
τοιαῦτα λέγων καὶ παραθαρσύνων ὁ Κράσσος οὐ πολλοὺς ἑώρα προθύμως ὑπακούοντας, ἀλλὰ καὶ συναλαλάξαι κελεύσας ἤλεγξε τοῦ στρατοῦ τήν κατήφειαν, ὡς ἀσθενῆ καὶ ὀλίγην καὶ ἀνώμαλον κραυγὴν ἐποιήσαντο· ἡ δὲ παρὰ τῶν βαρβάρων λαμπρὰ καὶ θρασεῖα κατεῖχεν. τραπομένων δὲ πρὸς ἔργον οἱ μὲν ἱππόται πλάγιοι περιελαύνοντες ἐτόξευον, αὐτοὶ δὲ τοῖς κοντοῖς οἱ πρότακτοι χρώμενοι συνέστελλον εἰς ὀλίγον τοὺς Ῥωμαίους, πλὴν ὅσοι τὸν ὑπὸ τῶν τοξευμάτων φεύγοντες θάνατον ἀπετόλμων παραβόλως εἰς αὐτοὺς φέρεσθαι, μικρὰ μὲν βλάπτοντες, ὀξέως δὲ θνῄσκοντες ὑπὸ τραυμάτων μεγάλων καὶ καιρίων, παχὺν ἐπωθούντων τῷ σιδήρῳ τὸν κοντόν εἰς τοὺς ἵππους,1 πολλάκις δὲ καὶ διὰ δυεῖν ἀνδρῶν ὑπὸ ῥύμης διαπορευόμενον. οὕτω δὲ ἀγωνισάμενοι νυκτὸς ἐπιούσης ἀπηλλάγησαν, εἰπόντες ὅτι Κράσσῳ χαρίζονται νύκτα μίαν ἀποθρηνῆσαι τὸν υἱόν, ἢν ἄρα μὴ βέλτιον ὑπὲρ ἑαυτοῦ σκεψάμενος ἐλθεῖν μᾶλλον ἐθελήσῃ πρὸς Ἀρσάκην ἢ κομισθῆναι.
克拉苏一边说着这番话鼓舞士气,一边却看到响应者寥寥无几;不仅如此,当他下令全军齐声高呼战号时,反倒暴露了军队的沮丧之气,因为士兵们发出的呼喊微弱、稀疏且杂乱不齐,而蛮族那边的战吼却嘹亮勇烈、压倒全场。及至交手,敌方骑兵自侧翼包抄放箭,前列持长矛者则亲自动用长矛将罗马人逼挤到狭小的空间内,唯有那些为了躲避箭雨死亡而拼死向敌军猛冲的人例外;然而这些人造成的伤害微乎其微,旋即在深重而致命的创伤中迅速殒命,因为敌军将粗重且装有铁尖的长矛猛刺入战马,其冲力往往一击贯穿两人。如此激战之后,敌军乘着夜幕降临退去,声称赐给克拉苏一整夜的时间来哀悼儿子,除非他能为自己做出更为明智的考虑,宁愿主动前往阿尔萨息处,而非被押送前去。
οὗτοι μὲν οὖν ἐπαυλισάμενοι πλησίον ἐν ἐλπίσι μεγάλαις ἦσαν νὺξ δὲ χαλεπὴ τοὺς Ῥωμαίους κατελάμβανεν, οὔτε ταφῆς τῶν κειμένων οὔτε θεραπείας τῶν τετρωμένων καὶ ψυχορραγούντων ποιουμένους λόγον, ἑκάστου δʼ ἑαυτὸν ἀποκλαίοντος. ἄφυκτα γὰρ ἐφαίνετο τήν τε ἡμέραν αὐτοῦ προσμείνασι καὶ νύκτωρ εἰς πεδίον ἀχανὲς ἐμβαλοῦσιν·2 οἵ τε τραυματίαι πολλὴν ἀπορίαν παρεῖχον, καὶ κομίζειν, ἐμποδὼν τῷ τάχει τῆς φυγῆς ἐσόμενοι, καὶ ἀπολείπειν, βοῇ τήν ἀπόδρασιν ἐξαγγελοῦντες.3
于是蛮族在近旁安营扎寨,满怀巨大的希望;然而痛苦漫长的黑夜笼罩了罗马人,他们既不顾及掩埋阵亡者,也不照料负伤濒死者,每个人都只在为自己的命运哀泣。因为无论是在原地等待天明,还是在夜色中突入辽阔无际的原野,在他们看来都已无路可逃;而伤员更带来了巨大的困境:若带着他们,必将阻碍逃生的速度;若舍弃他们,他们的哀号又会将逃亡行踪走漏给敌人。
τοῦ δὲ Κράσσου, καίπερ αἴτιον ἁπάντων νομίζοντες, ἐπόθουν ὅμως τήν τε ὄψιν καὶ τήν φωνήν. ὁ δὲ καθʼ ἑαυτὸν ἐγκεκαλυμμένος ὑπὸ σκότους ἔκειτο, παράδειγμα τοῖς πολλοῖς τύχης, τοῖς δʼ εὖ φρονοῦσιν ἀβουλίας καὶ φιλοτιμίας, διʼ ἣν οὐκ ἠγάπα πρῶτος ὢν καὶ μέγιστος ἐν μυριάσιν ἀνθρώπων τοσαύταις, ἀλλʼ ὅτι δυεῖν μόνον ἀνδρῶν ὕστερος ἐκρίνετο, τοῦ παντὸς ἀποδεῖν νομίζων.
尽管将士们认为克拉苏是一切灾祸的罪魁祸首,却依然渴望见到他的身影、听到他的声音。但他却独自一人蒙头躺在黑暗中,对常人而言这是命运无常的昭示,对明哲之人而言则是愚蠢与野心的鉴戒——正是因为这种野心,他虽在千万人中位列第一、至高无上,却仍不满足,只因被评定仅居于二人之下,便自以为失去了一切。
τότε δʼ οὖν αὑτὸν Ὀκταούϊος ὁ πρεσβευτὴς καὶ Κάσσιος ἀνίστασαν καὶ παρεθάρρυνον, ὡς δʼ ἀπηγορεύκει παντάπασιν, αὐτοὶ συγκαλέσαντες ἑκατοντάρχας καὶ λοχαγούς, ὡς ἔδοξε βουλευομένοις μὴ μένειν, ἀνίστασαν τὸν στρατὸν ἄνευ σάλπιγγος καὶ διʼ ἡσυχίας τὸ πρῶτον· εἶτʼ αἰσθομένων ὡς ἀπελείποντο τῶν ἀδυνάτων, ἀκοσμία δεινὴ καὶ σύγχυσις μετʼ οἰμωγῆς καὶ βοῆς τὸ στρατόπεδον κατεῖχεν.
彼时,副将奥克塔维乌斯与卡修斯试图将他搀起并予以劝慰;但见他已彻底心灰意冷,他们便亲自召集百夫长与各级军官,经商议认定不可留守之后,起初在不鸣军号且一片寂静中调动军队拔营;随后,伤残无力者察觉到自己正被遗弃,营地内顿时被伴随着哀嚎与悲呼的极度混乱与骚动所吞噬。
ἐκ τούτου δὲ ταραχὴ καὶ πτοία προϊόντας αὐτοὺς ὑπελάμβανεν, ὡς ἐπιφερομένων τῶν πολεμίων, καὶ πολλάκις μὲν ἐκτρεπόμενοι, πολλάκις δὲ εἰς τάξιν καθιστάμενοι, τῶν δὲ τραυματιῶν ὅσοι παρηκολούθουν τοὺς μὲν ἀναλαμβάνοντες, τοὺς δὲ ἀποτιθέμενοι, διατριβὴν εἶχον, πλὴν τριακοσίων ἱππέων, οὓς Ἰγνάτιος ἔχων προσέμιξε ταῖς Κάρραις περὶ μέσας νύκτας.
由此,行进中的部队陷入了惊慌与恐惧,误以为敌军正扑杀而来,他们屡次偏离路线,屡次整编战阵,对尾随而来的伤员或抬或弃,耽搁了大量时间;唯有伊格纳提乌斯率领的三百名骑兵除外,他们在午夜前后赶到了卡莱。
φθεγξάμενος δὲ Ῥωμαϊστὶ τοῖς τειχοφυλακοῦσιν, ὡς ὑπήκουσαν, ἐκέλευσε Κοπωνίῳ τῷ ἄρχοντι φράζειν ὅτι γέγονε μάχη μεγάλη Κράσσῳ πρὸς Πάρθους, ἄλλο δʼ οὐδὲν εἰπὼν οὐδʼ αὑτὸν ὅστις ἦν ἀπήλαυνεν ἐπὶ τὸ Ζεῦγμα, καὶ διέσωσε μὲν τοὺς σὺν αὑτῷ, κακῶς δʼ ἤκουσε καταλιπὼν τὸν στρατηγόν.
他用拉丁语向城墙守卫喊话,待对方应答后,命他们转告长官科普尼乌斯:克拉苏与安息军爆发了一场大战;说完未再多吐一字,亦未说明自己是谁,便策马奔向泽乌格玛;他虽保全了随行人员,却因弃主将而去而背负恶名。
οὐ μὴν ἀλλʼ ὤνησέ γε τὸν Κράσσον ἡ προσριφεῖσα τότε τῷ Κοπωνίῳ φωνή· συμφρονήσας γὰρ ὅτι οὐδὲν χρηστὸν ἀγγέλλειν ἔχοντός ἐστι τὸ τάχος καὶ τὸ συγκεχυμένον τοῦ λόγου, παρήγγειλεν εὐθὺς ἐξοπλίζεσθαι τοὺς στρατιώτας· καὶ ἅμα τῷ πρῶτον αἰσθέσθαι τὸν Κράσσον ἐν ὁδῷ γεγενημένον ἀπαντήσας ἀνελάμβανε καὶ παρέπεμπε τήν στρατιὰν εἰς τήν πόλιν.
然而,当时向科普尼乌斯抛出的那句话终究对克拉苏大有裨益;因为科普尼乌斯领悟到,这般仓促慌乱的言辞绝非报捷者之态,遂立即命令士兵全副武装;当他一得知克拉苏已在路上,便出城迎候,接应并护送这支残军进入城中。
- 27.2παχὺν ἐπωθούντων τῷ σιδήρῳ τὸν κοντόν εἰς τοὺς ἵππους
ἐπωθούντων 为属格绝对结构,省略了逻辑主语(承前指代安息前列骑兵 οἱ πρότακτοι),以伴随状况说明猛冲的罗马士兵遭受致命创伤的具体情状。
- 27.3ἄφυκτα γὰρ ἐφαίνετο τήν τε ἡμέραν αὐτοῦ προσμείνασι καὶ νύκτωρ εἰς πεδίον ἀχανὲς ἐμβαλοῦσιν
与格分词 προσμείνασι 与 ἐμβαλοῦσιν 作关系/关涉与格,带有假设条件色彩,修饰非人称表述 ἄφυκτα [ὄντα] ἐφαίνετο,表示无论他们留在原地等待天明,还是在夜间突入平原,灾祸都看似在所难免。
- 27.3καὶ κομίζειν, ἐμποδὼν τῷ τάχει τῆς φυγῆς ἐσόμενοι, καὶ ἀπολείπειν, βοῇ τήν ἀπόδρασιν ἐξαγγελοῦντες
不定词 κομίζειν 与 ἀπολείπειν 作 πολλὴν ἀπορίαν παρεῖχον 的同位/说明性状语,阐述两难困境的双重面向;随后的将来分词 ἐσόμενοι 与 ἐξαγγελοῦντες 为阳性主格复数,在句意上与前述主语 οἵ τε τραυματίαι 保持一致(伤员既会成为阻碍,又会叫嚷泄露撤退)。
