← 普鲁塔克

克拉苏传

§26.1-26.6

普布利乌斯首级示众与克拉苏鼓舞士气

得知儿子陷入绝境的克拉苏决意挥师救援,安息军却挑着普布利乌斯的头颅前来展示,使罗马全军陷入恐慌。然而克拉苏强抑悲痛激励士气,告诫将士此乃其个人之悲,号召全军发扬罗马百折不挠的坚忍与勇气反击敌寇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

εἶχε δὲ τὰ κατʼ αὐτὸν οὕτως, ὡς ἐκέλευσε τόν υἱὸν ἐμβαλεῖν τοῖς Πάρθοις καί τις ἤγγειλεν αὐτῷ μακρὰν τροπὴν εἶναι καί δίωξιν ἰσχυρὰν τῶν πολεμίων, ἑώρα δὲ καί τοὺς καθʼ αὑτὸν οὐκέτι προσκειμένους ὁμοίως ἐκεῖ γὰρ ἐρρύησαν οἱ πλεῖστοι, μικρὸν ἀνεθάρρησε, καί συναγαγὼν ὑπέστειλεν ἐν χωρίοις προσάντεσι τόν στρατόν, αὐτίκα προσδοκῶν τόν υἱὸν ἐπανήξειν ἀπὸ τῆς διώξεως.

克拉苏这边的战况如下:当他命儿子向安息军发起突击,有人向他报告敌军大溃退且正在遭到猛烈追击,加之他看到当面的敌军也不再如前那般步步紧逼——因为大部分敌军都涌向了那边——他略微振作起精神,收拢部队退驻到险峻陡峭的地形上,巴望着儿子即刻追击归来。

§26.2

τῶν δὲ πεμφθέντων ὑπὸ τοῦ Ποπλίου πρὸς αὐτόν, ὡς ἐκινδύνευεν, οἱ μὲν πρῶτοι διεφθάρησαν ἐμπεσόντες εἰς τοὺς βαρβάρους, οἱ δʼ ὕστεροι μόγις διαφυγόντες ἀπήγγελλον οἴχεσθαι τόν Πόπλιον, εἰ μὴ ταχεῖα καί πολλὴ βοήθεια παρʼ ἐκείνου γένοιτο.

然而在普布利乌斯危急之际派往他处的信使中,先遣者落入蛮族之手被杀,后遣者历经艰险侥幸逃脱,报告说若非父亲火速派遣大军驰援,普布利乌斯便休矣。

§26.3

τόν δὲ Κράσσον ἅμα πολλὰ πάθη κατέσχε· καί λογισμῷ μὲν οὐδὲν ἔτι τῶν πραγμάτων ἑώρα, φόβῳ δὲ περὶ τοῦ σύμπαντος ἅμα καί πόθῳ τοῦ παιδὸς ἑλκόμενος βοηθεῖν καί μὴ βοηθεῖν,1 τέλος ὥρμησε προάγειν τὴν δύναμιν. ἐν τούτῳ δʼ οἱ πολέμιοι προσεφέροντο κλαγγῇ καί παιᾶνι φοβερώτεροι, καί πολλὰ τῶν τυμπάνων αὖθις περιεμυκᾶτο τοὺς Ῥωμαίους ἑτέρας μάχης ἀρχὴν προσδοκῶντας.

诸多情感一时齐上心头扼住了克拉苏;他已无法再用理智看待局势,在对全军安危的恐惧与对儿子的切切挂念之间拉扯,在驰援与不驰援之间摇摆不定,最终他下定决心挥师前进。此时敌军发出呐喊与凯歌,更显可怖地逼近过来,众多战鼓再次在预料新战斗即将爆发的罗马人周围隆隆作响。

§26.4

οἱ δὲ τὴν κεφαλὴν τοῦ Ποπλίου κομίζοντες ὑπὲρ αἰχμῆς ἀναπεπηγυῖαν ἐγγὺς προσελάσαντες ἀνέδειξαν, ὕβρει πυνθανόμενοι τοκέας αὐτοῦ καί γένος· οὐ γὰρ δὴ πρέπειν γε2 Κράσσου πατρὸς ἀνανδροτάτου καί κακίστου γενναῖον οὕτω παῖδα καί λαμπρὸν ἀρετῇ γενέσθαι. τοῦτο τὸ θέαμα Ῥωμαίων ὑπὲρ ἅπαντα τἆλλα δεινὰ τὰς ψυχὰς κατέκλασε καί παρέλυσεν, οὐ θυμοῦ πρὸς ἄμυναν, ὥσπερ ἦν εἰκός, ἀλλὰ φρίκης καί τρόμου πᾶσιν ἐγγενομένου.

那些将普布利乌斯的头颅挑在枪尖上的敌军策马近前展示,傲慢无礼地盘问他的父母与门第,讥称如此高贵英武、武德显赫的儿子,绝不可能出自克拉苏这样一个最懦弱卑劣的父亲。这副景象超越了其余一切惨状,击碎并瘫痪了罗马军的心魄,在所有人心中引发的并非理应产生的反抗之怒,而是无边的战栗与惊骇。

§26.5

καίτοι τόν γε Κράσσον αὑτοῦ λαμπρότατον3 ἐν τῷ τότε πάθει φανῆναι λέγουσιν· ἐβόα γὰρ ἐπιὼν τὰς τάξεις· ἐμὸν, ὦ Ῥωμαῖοι, τοῦτο τὸ πένθος ἴδιόν ἐστιν ἡ δὲ μεγάλη τύχη καί δόξα τῆς Ῥώμης ἐν ὑμῖν ἕστηκε σῳζομένοις ἄθραυστος καί ἀήττητος. εἰ δὲ καί ἐμοῦ τις οἶκτος ἀφῃρημένου παῖδα πάντων ἄριστον, ἐπιδείξασθε τοῦτο ὀργῇ πρὸς τοὺς πολεμίους, ἀφέλεσθε τὴν χαρὰν αὐτῶν, τιμωρήσασθε τὴν ὠμότητα, μὴ καταπλαγῆτε τοῖς γεγενημένοις, εἰ δεῖ τι καί παθεῖν μεγάλων ἐφιεμένους.

然而据说,克拉苏在当年的这一浩劫中展现出了他最光彩照人的一面;他在军阵巡行中高呼: “罗马同胞们,这哀痛是我个人的私悲;而罗马伟大的国运与荣耀,只要你们平安无事,便屹立不倒、坚不可摧。如果你们对我这个失去了世上最优秀儿子的人尚存同情,就请在对敌的怒火中展现出来吧,夺去他们的欢欣,惩治他们的残暴!若怀抱宏图大志者必当承受磨难,便切莫因眼前发生之事而丧胆。

§26.6

οὐδὲ Λούκουλλος Τιγράνην ἀναιμωτὶ καθεῖλεν, οὐδὲ Σκηπίων Ἀντίοχον, χιλίας δὲ ναῦς οἱ παλαιοὶ περὶ Σικελίαν ἀπώλεσαν, ἐν δʼ Ἰταλίᾳ πολλοὺς αὐτοκράτορας καί στρατηγούς, ὧν οὐδεὶς προηττηθεὶς ἐκώλυσεν αὐτοὺς κρατῆσαι τῶν νενικηκότων.4 οὐ γὰρ εὐτυχίᾳ τὰ Ῥωμαίων, ἀλλὰ τλημοσύνῃ καί ἀρετῇ πρὸς τὰ δεινὰ χωρούντων εἰς τοῦτο προῆλθε δυνάμεως.

卢库鲁斯并非未流一滴血就击溃了提格兰,西庇阿亦非未流血就平定了安条克;先辈们曾在西西里近海丧失了千艘战船,在意大利折损了诸多最高统帅与名将,然而其中未曾有一人因先前的战败而阻碍他们最终制服胜利者。因为罗马人的基业并非仰赖侥幸之福,而是凭借临难不屈的坚忍与勇气,才攀升至这般强盛之境。”

语法注4 条
  1. 26.3ἑλκόμενος βοηθεῖν καί μὴ βοηθεῖν

    分词 ἑλκόμενος(“被拉扯”、“左右为难”)直接统辖两个对立的不定式 βοηθεῖν 与 μὴ βοηθεῖν,生动刻画了克拉苏在两种相对立的致因与格(φόβῳ... ἅμα καί πόθῳ)牵引下进退维谷的内心冲突。

  2. 26.4οὐ γὰρ δὴ πρέπειν γε

    承接前文分词 πυνθανόμενοι(“质问”)中暗含的转述含义而引出的间接引语(对格不定式结构)。无人称动词不定式 πρέπειν 的逻辑主语为对格短语 γενναῖον... παῖδα,属格 Κράσσου πατρός 则用作表示来源或特征的表语性属格。

  3. 26.5αὑτοῦ λαμπρότατον

    最高级形容词与反身代词属格连用的希腊语特殊惯用表达(即“自比最高级”)。此处表达的并非与其他人的比较,而是指某人超越自身常态、“处于自己最巅峰的状态”或“超越了以往的自己”。

  4. 26.6ὧν οὐδεὶς προηττηθεὶς ἐκώλυσεν αὐτοὺς κρατῆσαι τῶν νενικηκότων

    关系代词 ὧν 的先行词为前文提及的将领统帅(αὐτοκράτορας καί στρατηγούς)。与主语 οὐδείς 一致的单数分词 προηττηθείς 具有让步意味(“即便先前曾遭败绩”),句式骨干为动词 ἐκώλυσεν 统领对格不定式(αὐτοὺς... κρατῆσαι)以及 κρατῆσαι 支配属格宾语(τῶν νενικηκότων,“战胜先前的胜利者”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:26.1-26.6