- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:25.1-25.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
看到安息人利用骆驼持续补给箭矢后,克拉苏命儿子普布利乌斯率部突击;普布利乌斯中计追击伪退之敌,最终被包围在沙丘上全军覆没并拔剑自刎。
ἄχρι μὲν οὖν ἤλπιζον αὐτοὺς ἐκχεαμένους τὰ βέλη σχήσεσθαι μάχης1 ἢ συνάψειν εἰς χεῖράς, ἐκαρτέρουν· ὡς δʼ ἔγνωσαν ὅτι πολλαὶ κάμηλοι παρεστᾶσι τοξευμάτων πλήρεις, ἀφʼ ὧν περιελαύνοντες οἱ πρῶτοι λαμβάνουσιν, οὐδὲν πέρας ὁρῶν ὁ Κράσσος ἠθύμει, καὶ σκοπεῖν ἐκέλευεν, ἀγγέλους πέμψας πρὸς τὸν υἱόν, ὅπως προσμῖξαι βιάσεται τοῖς ἐναντίοις πρὶν ἢ κυκλωθῆναι. μάλιστα γὰρ ἐκείνῳ προσέπιπτον καὶ περιίππευον τὸ κέρας ὡς κατὰ νώτου γενησόμενοι.
因此,只要罗马士兵还抱有敌军射尽箭矢便会停止战斗或转入肉搏的希望,他们便一直坚持着。然而,当他们获悉有许多载满箭矢的骆驼随军待命,外圈巡回驰骋的前哨部队正从那里补充箭支时,克拉苏看不到战局的尽头,顿时灰心丧气,遂派遣信使前往儿子处,命他想方设法在被彻底包围之前强行向敌军发起突击。因为安息人正集中兵力向他猛扑,并绕着侧翼驰骋,企图绕到他的后方。
λαβὼν οὖν ὁ νεανίας ἱππεῖς τε χιλίους τριακοσίους, ὧν οἱ χίλιοι παρὰ Καίσαρος ἦσαν, καὶ τοξότας πεντακοσίους καὶ τῶν ἔγγιστα θυρεοφόρων ὀκτὼ σπείρας συνήγαγεν εἰς ἐμβολήν. τῶν δὲ Πάρθων οἱ περιελαύνοντες, εἴτε τέλμασιν ἐντυχόντες, ὡς ἔνιοί φασιν, εἴτε λαβεῖν τὸν Κράσσον ἀπωτάτω τοῦ πατρὸς στρατηγοῦντες, ὀπίσω στρέψαντες ἐδίωκον.
于是这位年轻人率领了一千三百名骑兵(其中一千名由恺撒提供)、五百名弓兵,以及最近处的八个大盾步兵队,整队准备突击。然而那些环绕包围的安息骑兵,不知是如某些人所说是遇到了沼泽,还是为了运用战术将克拉苏诱引到距其父尽可能远的地方,竟掉转马头败退而去。
ὁ δὲ βοήσας ὡς οὐ μένουσιν οἱ ἄνδρες, ἤλαυνε, καὶ σὺν αὐτῷ Κηνσωρῖνός τε καὶ Μεγάβακχος, ὁ μὲν εὐψυχίᾳ καὶ ῥώμῃ διαφέρων, Κηνσωρῖνος δὲ βουλευτικὸν ἔχων ἀξίωμα καὶ δεινὸς εἰπεῖν, ἑταῖροι δὲ Κράσσου καὶ παραπλήσιοι καθʼ ἡλικίαν.ἐπισπομένων δὲ τῶν ἱππέων οὐδὲ τὸ πεζὸν ἀπελείπετο προθυμίᾳ καὶ χαρᾷ τῆς ἐλπίδος· νικᾶν γὰρ ᾤοντο καὶ διώκειν, ἄχρι οὗ πολὺ προελθόντες ᾔσθοντο τὴν ἀπάτην, μεταβαλλομένων ἅμα τῶν φεύγειν δοκούντων καὶ πλειόνων ἄλλων ἐπιφερομένων.
普布利乌斯大呼敌人不敢坚守,策马疾追;随他同行的有气魄与体魄皆出类拔萃的梅加巴克霍斯,以及拥有元老院议员显赫身份且善于辞令的森索里努斯,两人都是克拉苏的挚友,年岁相仿。随着骑兵奋勇追击,步兵也在热忱与希望的鼓舞下紧紧相随,因为他们深信自己已然得胜并正在追剿败寇,直到挺进极远之后才察觉中计——先前看似溃逃的敌军突然掉头,更有大批生力军蜂拥而至。
ἐνταῦθα ἔστησαν, οἰόμενοι συνάψειν αὐτοῖς εἰς χεῖράς ὀλίγοις οὖσι τοὺς πολεμίους, οἱ δὲ τοὺς καταφράκτους προτάξαντες ἐναντίους τοῖς Ῥωμαίοις, τὴν δʼ ἄλλην ἵππον ἄτακτον περὶ αὐτοὺς ἐλαύνοντες, καὶ συνταράττοντες τὸ πεδίον, ἀνίστασαν ἐκ βυθοῦ θῖνας ἄμμου κονιορτὸν ἐπαγούσας ἄπλετον, ὡς μήτε διορᾶν ῥᾳδίως μήτε φθέγγεσθαι τοὺς Ῥωμαίους, εἱλουμένους δὲ ἐν ὀλίγῳ καὶ συμπίπτοντας ἀλλήλοις βάλλεσθαι καὶ ἀποθνῄσκειν2 οὐ ῥᾴδιον οὐδʼ ὀξὺν θάνατον, ἀλλʼ ὑπὸ σπασμοῦ καὶ ὀδύνης δυσανασχετοῦντας καὶ κυλινδουμένους περὶ τοῖς ὀιστοῖς ἐναποθραύειν τοῖς τραύμασι, βίᾳ τε πειρωμένους ἐξέλκειν ἠγκιστρωμένας ἀκίδας καὶ δεδυκυίας διὰ φλεβῶν καὶ νεύρων προσαναρρηγνύναι καὶ λυμαίνεσθαι σφᾶς αὐτούς.
罗马军在此停下脚步,以为敌军会针对人数较少的自己展开肉搏战;然而安息人却将具装铁骑列于正面迎击罗马人,其余骑兵则以散乱的阵形在四周奔驰,搅乱原野,从深处扬起沙丘,掀起无边尘暴,使罗马人既难以辨清前方,也无法从容发声。他们被挤压在狭小空间内互相碰撞,接连被飞箭射中,所受之死既不安逸亦不速死;反而在抽搐与剧痛中痛苦挣扎,带着箭矢在地上翻滚,在伤口中断折了箭杆;他们试图强行拔出深陷于血管与筋腱中的倒钩箭镞,结果反而撕裂并严重摧残了自己的身体。
οὕτω δὲ πολλῶν ἀποθνῃσκόντων ἄπρακτοι καὶ οἱ ζῶντες ἦσαν πρὸς ἀλκήν· καὶ τοῦ Ποπλίου παρακαλοῦντος ἐμβαλεῖν εἰς τὴν κατάφρακτον, ἐπεδείκνυσαν ἑαυτῶν χεῖράς τε θυρεοῖς πεπερονημένας καὶ πόδας διαμπὰξ προσεληλαμένους πρὸς τοὔδαφος,3 ὥστε καὶ πρὸς φυγὴν ἀμηχάνους εἶναι καὶ πρὸς ἄμυναν.
在如此众多的人相继阵亡之际,幸存者也丧失了抵抗的力气。当普布利乌斯激励他们向具装铁骑突击时,他们向他展示自己的双手已被长箭刺穿钉在盾牌上,双脚也被完全钉入地面,以致无论是逃跑还是自卫都无能为力。
αὐτὸς οὖν τοὺς ἱππεῖς παρορμήσας προσέβαλε μὲν ἐρρωμένως καὶ συνῆψε τοῖς ἀνδράσιν, ἦν δὲ ἄνισος ἔν τε ταῖς πληγαῖς καὶ τῷ φυλάττεσθαι, παίων μὲν ἀσθενέσι καὶ μικροῖς δορατίοις θώρακας ὠμοβύρσους καὶ σιδηροῦς, παιόμενος δὲ κοντοῖς εἰς εὐσταλῆ καὶ γυμνὰ σώματα τῶν Γαλατῶν τούτοις γὰρ ἐθάρρει μάλιστα, καὶ μετὰ τούτων ἔργα θαυμαστὰ διεπράττετο.
于是普布利乌斯亲自激励骑兵,毅然猛烈发起冲锋,与敌军肉搏;然而无论在杀伤还是防御上,他都处于绝对劣势,只能用微弱细小的短矛刺击生牛皮与铁制的胸甲,而高卢士兵单薄赤裸的躯体却要承受长矛的重创。
τῶν τε γὰρ κοντῶν ἐπελαμβάνοντο, καὶ συμπλεκόμενοι τοὺς ἄνδρας ἀπὸ τῶν ἵππων ἐώθουν τῇ βαρύτητι τοῦ ὁπλισμοῦ δυσκινήτους ὄντας, πολλοὶ δὲ τοὺς ἑαυτῶν ἀπολείποντες ἵππους καὶ ὑποδυόμενοι τοῖς ἐκείνων ἔτυπτον εἰς τὰς γαστέρας· οἱ δʼ ἀνεσκίρτων ὑπʼ ὀδύνης, καὶ συμπατοῦντες ἐν ταὐτῷ τοὺς ἐπιβάτας καὶ τοὺς πολεμίους ἀναπεφυρμένους ἀπέθνῃσκον.
普布利乌斯最为倚重这些高卢兵,同他们一起创下了惊人的战绩: 他们徒手夺下敌人的长矛,与敌人贴身搏斗,将那些因铠甲沉重而行动迟缓的骑士推下马去;更有许多人弃下自己的战马,钻入敌马腹下刺击马腹,那些战马因剧痛而跳跃踢腾,将骑手与敌人混杂踩踏在一起,随即气绝倒毙。
ἐπίεζε δὲ τοὺς Γαλάτας μάλιστα τό τε θάλπος καὶ τὸ δίψος, ἀμφοτέρων ἀήθεις ὄντας· καὶ τῶν ἵππων ἀπολώλεισαν οἱ πλεῖστοι πρὸς ἐναντίους ἐλαυνόμενοι τοὺς κοντούς, ἐβιάσθησαν οὖν ἀναχωρῆσαι πρὸς τοὺς ὁπλίτας, ἔχοντες τὸν Πόπλιον ὑπὸ τραυμάτων ἤδη κακῶς διακείμενον. ἰδόντες δὲ θῖνα βουνώδη πλησίον ἐχώρουν ἐπʼ αὐτήν, καὶ τοὺς μὲν ἵππους ἐν μέσῳ κατέδησαν, ἔξωθεν δὲ τοῖς θυρεοῖς συγκλείσαντες ᾤοντο ῥᾷον ἀμυνεῖσθαι τοὺς βαρβάρους.
然而高卢兵饱受酷热与口渴的双重折磨,他们对这二者皆极不适应;且多数战马因直接迎撞长矛而丧失殆尽。于是他们不得不护送着已被创伤折磨得奄奄一息的普布利乌斯,撤退到重装步兵处。他们望见附近有一座沙质丘陵,便朝那里撤退,将马匹拴在中间,从外部用大盾密密合围,以为这样能更容易地抵御蛮族。
ἀπέβαινε δὲ τοὐναντίον, ἐν μὲν γὰρ τῷ ὁμαλῷ τοῖς ὄπισθεν ἁμῶς γέ πως παρέχουσιν οἱ πρότακτοι ῥᾳστώνην, ἐκεῖ δʼ ἄλλον ὑπὲρ ἄλλον διὰ τὴν ἀνωμαλίαν ἀνέχοντος τοῦ χωρίου καὶ μᾶλλον ἀεὶ τὸν κατόπιν ἐξαίροντος,4 οὐδὲν ἦν τὸ διαφεῦγον, ἀλλʼ ἐβάλλοντο πάντες ὁμαλῶς, ὀδυρόμενοι τὴν ἀκλεῆ καὶ ἄπρακτον αὑτῶν τελευτήν.
然而结果适得其反。因为在平地的前排战士尚能在某种程度上为后排提供掩护,而在那里,由于地形的起伏使士兵层层叠叠,后排的人不断被抬高暴露,因而无一人能幸免,全都无差别地中箭,悲叹自己毫无荣耀且无可奈何的末日。
ἦσαν δὲ περὶ τὸν Πόπλιον ἄνδρες Ἕλληνες δύο τῶν αὐτόθι κατοικούντων ἐν Κάρραις, Ἱερώνυμος καὶ Νικόμαχος, οἱ συνέπειθον αὐτὸν ὑπεξελθεῖν μετʼ αὑτῶν καὶ διαφεύγειν εἰς Ἴχνας, πόλιν ᾑρημένην τὰ Ῥωμαίων καὶ οὐ μακρὰν οὖσαν. ὁ δὲ φήσας οὐδένα δεινὸν οὕτως ἔσεσθαι θάνατον ὃν φοβηθεὶς Πόπλιος ἀπολείψει τοὺς ἀπολλυμένους διʼ αὑτόν, ἐκείνους μὲν ἐκέλευσε σῴζεσθαι καὶ δεξιωσάμενος ἀπέλυσεν, αὐτὸς δὲ τῇ χειρὶ χρήσασθαι μὴ δυνάμενος διελήλατο γὰρ βέλει, τὸν ὑπασπιστὴν ἐκέλευσε πατάξαι τῷ ξίφει, παρασχὼν τὸ πλευρόν.
在普布利乌斯身边有两名居住在卡莱当地的希腊人,希厄罗纽摩斯和尼科马霍斯。他们劝他同他们一起潜逃,避难至相距不远且归附罗马的伊克奈城。但普布利乌斯回答说,没有任何一种死亡会可怕到让他因畏惧而抛弃那些为他而死的人,遂命令他们保全自身,与他们握手作别。由于他自己的手已被飞箭穿透无法动弹,便露出侧肋,命其持盾侍从用剑刺穿自己。
ὁμοίως δὲ καὶ Κηνσωρῖνον ἀποθανεῖν λέγουσιν· Μεγάβακχος δʼ αὐτὸς αὑτὸν διεχρήσατο, καὶ τῶν ἄλλων οἱ δοκιμώτατοι. τοὺς δʼ ὑπολελειμμένους ἀναβαίνοντες οἱ Πάρθοι τοῖς κοντοῖς διήλαυνον μαχομένους· ζῶντας δʼ οὐ πλείονας ἁλῶναι φασι πεντακοσίων, τὰς δὲ κεφαλὰς τῶν περὶ τὸν Πόπλιον ἀποκόψαντες ἤλαυνον εὐθὺς ἐπὶ τὸν Κράσσον.
据说森索里努斯亦以同样方式死难,梅加巴克霍斯则亲手自尽,其他显要人物也纷纷效法。至于其余顽抗的官兵,安息人冲上丘陵用长矛将其一一刺透。据说生擒者不过五百人。安息人割下普布利乌斯等人的头颅,旋即策马直奔克拉苏主力。
- 25.1ἐκχεαμένους τὰ βέλη σχήσεσθαι μάχης
不定式 σχήσεσθαι(ἔχω 的将来中动式)意为“停止、中止”,支配分离属格 μάχης。过去分词 ἐκχεαμένους 与 αὐτούς 一致,表示在不定式动作之前发生的动作(“在射尽箭矢之后”)。
- 25.4ὡς μήτε διορᾶν ῥᾳδίως μήτε φθέγγεσθαι τοὺς Ῥωμαίους, εἱλουμένους δὲ ἐν ὀλίγῳ καὶ συμπίπτοντας ἀλλήλοις βάλλεσθαι καὶ ἀποθνῄσκειν
由表示结果的连词 ὡς(等同于 ὥστε)引导的一连串不定式结构。逻辑主语 τοὺς Ῥωμαίους 首先支配 μήτε διορᾶν ... μήτε φθέγγεσθαι,随后由 δέ 引出并列成分,修饰它的分词 εἱλουμένους 和 συμπίπτοντας 引向不定式 βάλλεσθαι 与 ἀποθνῄσκειν。后文的 ἐναποθραύειν、προσαναρρηγνύναι 和 λυμαίνεσθαι 同样属于这一结果从属结构。
- 25.6χεῖράς τε θυρεοῖς πεπερονημένας καὶ πόδας διαμπὰξ προσεληλαμένους πρὸς τοὔδαφος
由 ἐπεδείκνυσαν 支配的宾语短语,带有完成时被动分词:πεπερονημένας(源自 περονάω,“用针钉住、贯穿”)与 προσεληλαμένους(源自 προσελαύνω,“钉牢、打入”)。这两个分词生动展现了帕提亚强矢穿透四肢、将手与盾牌钉死、将脚彻底钉入地面的惨状。
- 25.10ἐκεῖ δʼ ἄλλον ὑπὲρ ἄλλον διὰ τὴν ἀνωμαλίαν ἀνέχοντος τοῦ χωρίου καὶ μᾶλλον ἀεὶ τὸν κατόπιν ἐξαίροντος
独立属格结构(ἀνέχοντος τοῦ χωρίου καὶ ... ἐξαίροντος),主语是 τοῦ χωρίου(地势、地形)。ἄλλον ὑπὲρ ἄλλον 意为“层层叠叠、彼此上下交错”,解释了由于地面倾斜不平(διὰ τὴν ἀνωμαλίαν),后排的人(τὸν κατόπιν)不断被托高显露出来的状态。
