← 普鲁塔克

克拉苏传

§24.1-24.6

安息军队的包围与弓箭连射

安息军展示其重装骑兵的威容并将罗马方阵重重包围,随后在远距离展开连续箭雨齐射,使罗马军队陷入束手无策的被动挨打境地。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.1

ἐκπεπληγμένων δὲ τῶν Ῥωμαίων διὰ τὸν ἦχον, ἐξαίφνης τὰ προκαλύμματα τῶν ὅπλων καταβαλόντες ὤφθησαν αὐτοί τε φλογοειδεῖς κράνεσι καὶ θώραξι, τοῦ Μαργιανοῦ σιδήρου στίλβοντος ὀξὺ καὶ περιλαμπές, οἵ θʼ ἵπποι καταπεφραγμένοι χαλκοῖς καὶ σιδηροῖς σκεπάσμασιν, ὁ δὲ Σουρήνας μέγιστος καὶ κάλλιστος αὐτός, τῇ δὲ κατʼ ἀνδρείαν δόξῃ τὴν θηλύτητα τοῦ κάλλους οὐκ ἐοικώς,1 ἀλλὰ Μηδικώτερον ἐσκευασμένος ἐντρίμμασι προσώπου καὶ κόμης διακρίσει, τῶν ἄλλων Πάρθων ἔτι Σκυθικῶς ἐπὶ τὸ φοβερὸν τῷ ἀνασίλλῳ κομώντων.

正当罗马人为这轰鸣声所震惊时,敌军猛然褪去武器的护套,现出因头盔与胸甲而如火焰般闪耀的身影;马尔吉亚那钢铁闪烁着刺眼而夺目的光辉,战马也全都披挂着青铜与铁制的护甲。苏雷纳本人身材最高大、相貌最俊美,但其容貌的阴柔却与他勇武的名声并不相称;因为他的装扮更偏向米底风尚,敷粉画脸,分梳发缝,而其余的安息人仍沿袭斯基泰风俗,将头发高高挽起以显示可怖。

§24.3

καὶ πρῶτον μὲν διενοοῦντο τοῖς κοντοῖς εἰσελαύνοντες ὠθεῖν καὶ βιάζεσθαι τοὺς προτάκτους· ὡς δʼ ἑώρων τό τε βάθος τοῦ συνασπισμοῦ καὶ τῶν ἀνδρῶν τὸ μόνιμον καὶ παρεστηκός, ἀνῆγον ὀπίσω καὶ σκίδνασθαι δοκοῦντες ἅμα καὶ διαλύειν τὴν τάξιν ἐλάνθανον ἐν κύκλῳ περιβάλλοντες τὸ πλινθίον αὐτῶν.

起初,他们打算策马用长矛冲锋,以此推挤并强行冲垮罗马军的前锋;但当他们看到那层叠密集的盾墙以及士兵们坚毅不移的阵势时,便退了回去,表面上看似四散溃乱,实际上却神不知鬼不觉地将罗马人的四角方阵团团围住。

§24.4

Κράσσου δὲ τοὺς ψιλοὺς ἐκδραμεῖν κελεύσαντος, οὗτοι μὲν οὐ πολὺ προῆλθον, ἀλλὰ πολλοῖς τοξεύμασιν ἐντυχόντες ταχὺ καὶ συμπαρέντες αὖθις ἐνεδύοντο τοῖς ὁπλίταις, καὶ παρεῖχον ἀκοσμίας ἀρχὴν καὶ δέους, ὁρῶσι τὸν τόνον τῶν ὀιστῶν2 καὶ τὴν ῥώμην ὅπλα τε ῥηγνύντων καὶ διὰ παντὸς φερομένων ὁμοίως ἀντιτύπου καὶ μαλακοῦ στεγάσματος.

克拉苏下令轻装步兵出击,但他们并未推进多远,便遭遇密集的箭雨,很快被刺穿并退回重装步兵的阵列中,使军中开始蔓延起混乱与恐惧;因为士兵们亲眼目睹了箭矢的劲道与威力,它们击碎铠甲,无论是坚硬还是柔软的护具都能毫无阻碍地一并贯穿。

§24.5

οἱ δὲ Πάρθοι διαστάντες ἐκ μήκους ἤρξαντο τοξεύειν ἅμα πανταχόθεν, οὐ τὴν ἀκριβῆ τοξείαν ἡ γὰρ συνέχεια καὶ πυκνότης τῶν Ῥωμαίων οὐδὲ τῷ βουλομένῳ διαμαρτάνειν ἀνδρὸς παρεῖχεν, εὐτόνους δὲ τὰς πληγὰς καὶ βιαίους διδόντες3 ἀπὸ τόξων κραταιῶν καὶ μεγάλων καὶ τῇ σκολιότητι τῆς καμπῆς ἠναγκασμένον τὸ βέλος ἀποστελλόντων.

安息人随后拉开距离,从四面八方同时开始射箭。他们并不刻意精准瞄准——因为罗马人排布得如此严密紧凑,哪怕存心想射偏也不可能射不中人——他们用强劲巨大的弓施加猛烈沉重的打击,那些弓以弯曲的张力将箭矢强劲地发射出去。

§24.6

ἦν οὖν αὐτόθεν ἤδη μοχθηρὰ τὰ Ῥωμαίων· καὶ γὰρ μένοντες ἐν τάξει συνετιτρώσκοντο, καὶ χωρεῖν ὁμόσε πειρώμενοι τοῦ μὲν ποιεῖν ἴσον ἀπεῖχον, ὁμοίως δʼ ἔπασχον. ὑπέφευγον γὰρ ἅμα βάλλοντες οἱ Πάρθοι, καὶ τοῦτο κράτιστα ποιοῦσι μετὰ Σκύθας· καὶ σοφώτατόν ἐστιν ἀμυνομένους ἔτι σῴζεσθαι καὶ τῆς φυγῆς ἀφαιρεῖν τὸ αἰσχρόν.

因此,罗马人的处境从一开始就陷入了绝境:若坚守阵列,便会接连中箭负伤;若试图逼近交战,又根本无法给予敌人同等的打击,反而同样受创。因为安息人一边撤退一边放箭,这种战术除了斯基泰人以外以他们运用得最为出色;而这正是极高明的策略,既能在御敌的同时保全自身,又免去了逃跑的可耻。

语法注3 条
  1. 24.2τῇ δὲ κατʼ ἀνδρείαν δόξῃ τὴν θηλύτητα τοῦ κάλλους οὐκ ἐοικώς

    分词 ἐοικώς(似、相称)支配与格 τῇ... δόξῃ(名声),而宾格 τὴν θηλύτητα(阴柔)则作为关系宾格(表所涉及的方面),意为“其容貌的女性化阴柔与其勇武的名声并不相称”。

  2. 24.4ὁρῶσι τὸν τόνον τῶν ὀιστῶν

    阳性复数与格分词 ὁρῶσι 修饰前文的 τοῖς ὁπλίταις,表示原因:重装步兵们“亲眼目睹了箭矢的威力”,因而产生了慌乱与恐惧。

  3. 24.5οὐ τὴν ἀκριβῆ τοξείαν ... εὐτόνους δὲ τὰς πληγὰς καὶ βιαίους διδόντες

    短语 οὐ τὴν ἀκριβῆ τοξείαν 是一个省略了分词(如 τοξεύοντες)的宾格结构。在插入解释性从句(ἡ γὰρ συνέχεια...)之后,后半部分通过分词结构 εὐτόνους δὲ τὰς πληγὰς ... διδόντες 形成转折与承接。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:24.1-24.6