← 普鲁塔克

克拉苏传

§23.1-23.7

布设四角方阵与遭遇安息军

克拉苏无视不祥预兆急行军,获悉敌军大举逼近后布下四角方阵。他拒绝在巴利苏斯河畔宿营休整的建议,强令全军即刻进击,结果遭遇了安息军的伪装与摄人心魄的战鼓轰鸣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

λέγεται δὲ τῆς ἡμέρας ἐκείνης τὸν Κράσσον οὐχ ὥσπερ ἔθος ἐστὶ Ῥωμαίων στρατηγοῖς ἐν φοινικίδι προελθεῖν, ἀλλʼ ἐν ἱματίῳ μέλανι, καὶ τοῦτο μὲν εὐθὺς ἀλλάξαι προνοήσαντα, τῶν δὲ σημαιῶν ἐνίας μόλις ὥσπερ πεπηγυίας πολλὰ παθόντας ἀνελέσθαι τοὺς φέροντας.

据说在那一天,克拉苏并没有像罗马将领的惯例那样身披猩红斗篷走出,而是穿了一件黑色的罩袍;他一发觉便立即换了下来,但军旗中有几面仿佛牢牢钉住了一般,旗手们历尽艰辛才勉强将其拔起。

§23.2

ὧν ὁ Κράσσος καταγελῶν ἐπετάχυνε τὴν πορείαν, προσβιαζόμενος ἀκολουθεῖν τὴν φάλαγγα τοῖς ἱππεῦσι, πρίν γε δὴ τῶν ἐπὶ κατασκοπὴν ἀποσταλέντων ὀλίγοι προσπελάσαντες ἀπήγγειλαν ἀπολωλέναι τοὺς ἄλλους ὑπὸ τῶν πολεμίων, αὐτοὺς δὲ μόλις ἐκφυγεῖν, ἐπιέναι δὲ μαχουμένους πλήθει πολλῷ καὶ θάρσει τοὺς ἄνδρας.

克拉苏嘲笑着这些凶兆,催促军队加快行军,强令步兵方阵跟上骑兵的步伐;直到被派去侦察的哨兵中有少数几人归来,报告说其余人都已被敌军歼灭,他们自己也仅以身免,而敌军正以浩大的兵力和旺盛的士气前来迎战。

§23.3

ἅπαντες μὲν οὖν ἐθορυβήθησαν, ὁ δὲ Κράσσος ἐξεπλάγη παντάπασι καὶ διὰ σπουδῆς οὐ πάνυ καθεστηκὼς παρέταττε, πρῶτον μέν, ὡς οἱ περὶ Κάσσιον ἠξίουν, ἀραιὰν τὴν φάλαγγα τῶν ὁπλιτῶν ἐπὶ πλεῖστον ἀνάγων τοῦ πεδίου πρὸς τὰς κυκλώσεις, τοὺς δʼ ἱππεῖς διανέμων τοῖς κέρασιν ἔπειτα μετέδοξε, καὶ συναγαγὼν ἀμφίστομον ἐποίησε καὶ βαθὺ πλινθίον ἐν δώδεκα σπείραις προερχομένης τῶν πλευρῶν ἑκάστης.1

于是众人都陷入了慌乱,克拉苏更是彻底张皇失措,在心神未定之下匆忙排兵布阵。起初,正如卡西乌斯等人所主张的那样,他将重装步兵方阵在平原上尽可能拉长展开,以防被合围,并将骑兵分配至两翼;但随后他又改变了主意,将部队收拢,组成了一个前后皆能御敌且纵深宽广的四角方阵,其四面各由十二个步兵大队展开推进。

§23.4

παρὰ δὲ σπεῖραν ἴλην ἱππέων ἔταξεν, ὡς μηδὲν ἔχοι μέρος ἐνδεὲς ἱππικῆς βοηθείας, ἀλλὰ πανταχόθεν ὁμαλῶς προσφέροιτο πεφραγμένος. τῶν δὲ κεράτων τὸ μὲν Κασσίῳ, τὸ δὲ τῷ νέῳ Κράσσῳ παρέδωκεν, αὐτὸς δʼ εἰς μέσον κατέστη. καὶ προάγοντες οὕτως ἐπὶ ῥεῖθρον ἦλθον ὃ καλεῖται Βάλισσος, οὐ πολὺ μὲν ἄλλως οὐδὲ ἄφθονον, ἀσμένοις δὲ τότε τοῖς στρατιώταις φανὲν ἐν αὐχμῷ καὶ καύματι καὶ παρὰ τὴν ἄλλην ἐπίπονον καὶ ἄνυδρον πορείαν.

他在每个步兵大队旁配置了一队骑兵,以便使任何部位都不致缺乏骑兵的支援,而是四面都严密防护、均衡并进。他将两翼的一翼交给卡西乌斯,另一翼交给年轻的克拉苏,自己则坐镇中央。他们如此推进,来到了一条名为巴利苏斯的溪流边;这股水流本不宽阔,水量也不丰沛,但在干旱酷热之中,经过此前艰辛而缺水的行军之后,对于士兵们来说却犹如甘霖。

§23.5

οἱ μὲν οὖν πλεῖστοι τῶν ἡγεμόνων ᾤοντο δεῖν ἐνταῦθα καταυλισαμένους καὶ νυκτερεύσαντας καὶ πυθομένους, ἐφʼ ὅσον οἷόν τε, πλῆθος καὶ τάξιν τῶν πολεμίων, ἅμʼ ἡμέρᾳ χωρεῖν ἐπʼ αὐτούς· Κράσσος δὲ τῷ παιδὶ καὶ τοῖς περὶ αὐτὸν ἱππεῦσιν ἐγκελευομένοις ἄγειν καὶ συνάπτειν ἐπαρθείς ἐκέλευσεν ἑστῶτας ἐν τάξει φαγεῖν καὶ πιεῖν τοὺς δεομένους.

大多数将领都认为应当在此扎营过夜,在尽可能探明敌军的人数与阵形之后,于拂晓时分再向其进发;然而克拉苏受到其子及左右骑兵的怂恿——他们极力催促他进军交战——遂下令让有需要的人保持阵列站着进食饮水。

§23.6

καὶ πρὶν ἢ τοῦτο διὰ πάντων γενέσθαι καλῶς, ἦγεν οὐ σχέδην οὐδʼ ὡς ἐπὶ μάχην διαναπαύων, ἀλλʼ ὀξείᾳ καὶ συντόνῳ χρώμενος τῇ πορείᾳ μέχρι οὗ κατώφθησαν οἱ πολέμιοι, παρὰ δόξαν οὔτε πολλοὶ φανέντες οὔτε σοβαροὶ τοῖς Ῥωμαίοις. τὸ μὲν γὰρ πλῆθος ὑπέστειλε τοῖς προτάκτοις Σουρήνας, τὴν δὲ λαμπρότητα κατέκρυβε τῶν ὅπλων ἱμάτια καὶ διφθέρας προίσχεσθαι κελεύσας. ὡς δʼ ἐγγὺς ἐγένοντο καὶ σημεῖον ἤρθη παρὰ τοῦ στρατηγοῦ, πρῶτον μὲν ἐπίμπλαντο φθογγῆς βαρείας καὶ βρόμου φρικώδους τὸ πεδίον.2

这道命令尚未在全军完全落实,他便率军前进,既不放慢步伐,也不为了备战而让士兵稍事歇息,而是急速紧张地行军,直至看见了敌军;出乎意料的是,在罗马人眼中,敌军既不显得人数众多,也不显得声势逼人。因为苏雷纳将主力隐蔽在先锋之后,并下令让他们用斗篷和兽皮遮盖,隐蔽了武器的寒光。然而,当两军临近、主将发出信号时,首先整个平原上充斥着低沉的声响和令人毛骨悚然的轰鸣。

§23.7

Πάρθοι γὰρ οὐ κέρασιν οὐδὲ σάλπιγξιν ἐποτρύνουσιν ἑαυτοὺς εἰς μάχην, ἀλλὰ ῥόπτρα βυρσοπαγῆ καὶ κοῖλα περιτείναντες ἠχείοις χαλκοῖς3 ἅμα πολλαχόθεν ἐπιδουποῦσι, τὰ δὲ φθέγγεται βύθιόν τι καὶ δεινόν, ὠρυγῇ θηριώδει καὶ τραχύτητι βροντῆς μεμιγμένον, εὖ πως συνεωρακότες ὅτι τῶν αἰσθητηρίων ἀκοὴ ταρακτικώτατόν ἐστὶ τῆς ψυχῆς καὶ τὰ περὶ ταύτην πάθη τάχιστα κινεῖ καὶ μάλιστα ἐξίστησι τὴν διάνοιαν.

原来安息人并不用号角或小号来激励自己投入战斗,而是在装有青铜响器的空心鼓上蒙上生皮,从四面八方一齐敲击;这些鼓发出深沉而可怖的声音,夹杂着野兽般的嚎叫与雷霆的暴烈;因为他们深知,在各种感官之中,听觉对心灵的震慑最大,最能迅速激起与之相关的情感,也最能彻底使人神智错乱。

语法注3 条
  1. 23.3ἀμφίστομον ἐποίησε καὶ βαθὺ πλινθίον ἐν δώδεκα σπείραις προερχομένης τῶν πλευρῶν ἑκάστης

    ἀμφίστομον(前后两面御敌的)与 βαθὺ(具有纵深的)皆修饰名词 πλινθίον(四角方阵)。后半句 ἐν δώδεκα σπείραις προερχομένης τῶν πλευρῶν ἑκάστης 为独立属格结构,其中 ἑκάστης τῶν πλευρῶν 作逻辑主语,分词 προερχομένης(单数阴性)与 ἑκάστη 保持一致,意为“四面中的每一面各以十二个大队推进”,表明该空心方阵共由四十八个大队组成。

  2. 23.6πρῶτον μὲν ἐπίμπλαντο φθογγῆς βαρείας καὶ βρόμου φρικώδους τὸ πεδίον

    动词 ἐπίμπλαντο 为中被动态未完成过去时第三人称复数,而句中主语显然是中性单数名词 τὸ πεδίον。这构成了语法上动词复数与单数主语的错配(或由于把平原视为包含众多声响场所的集合性理解)。尽管存在数的不一致,句意明确为“平原充斥着低沉的声音与可怕的轰鸣”。

  3. 23.7ῥόπτρα βυρσοπαγῆ καὶ κοῖλα περιτείναντες ἠχείοις χαλκοῖς

    分词 περιτείναντες(蒙上、拉紧)以 ῥόπτρα(鼓、打击乐器)为直接宾语,形容词 βυρσοπαγῆ(蒙皮的)与 κοῖλα(空心的)修饰 ῥόπτρα。ἠχείοις χαλκοῖς 为与格,表示“在青铜共鸣器/铃铛周围”。此句描绘了安息人特有的战鼓构造,即在附有青铜响器的中空鼓身周围紧紧蒙上厚皮。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:23.1-23.7