- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:22.1-22.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿里亚姆涅斯诱骗克拉苏率军深入无水无树的绝望荒漠;克拉苏拒绝了亚美尼亚国王的警告与联合建议,而那蛮族在嘲弄罗马士兵的困境后,借口前去扰乱敌军而离开。
τότʼ οὖν ὁ βάρβαρος, ὡς ἔπεισεν αὐτόν, ἀποσπάσας τοῦ ποταμοῦ διὰ μέσων ἦγε τῶν πεδίων ὁδὸν ἐπιεικῆ καὶ κούφην τὸ πρῶτον, εἶτα μοχθηράν, ἄμμου βαθείας ὑποδεχομένης καὶ πεδίων ἀδένδρων καὶ ἀνύδρων καὶ πρὸς οὐδὲν οὐδαμῇ πέρας ἐφικτὸν αἰσθήσει παυομένων, ὥστε μὴ μόνον δίψει καὶ χαλεπότητι τῆς πορείας ἀπαγορεύειν, ἀλλὰ καὶ τὸ τῆς ὄψεως ἀπαραμύθητον1 ἀθυμίαν παρέχειν οὐ φυτὸν ὁρῶσιν, οὐ ῥεῖθρον, οὐ προβολὴν ὄρους καθιέντος, οὐ πόαν διαβλαστάνουσαν, ἀλλʼ ἀτεχνῶς πελάγιόν τι χεῦμα θινῶν τινων ἐρήμων περιεχόντων τὸν στρατόν. ἦν μὲν οὖν καὶ ἀπὸ τούτων ὁ δόλος ὕποπτος· ἐπεὶ δὲ καὶ παρὰ Ἀρταουάσδου τοῦ Ἀρμενίου παρῆσαν ἄγγελοι2 φράζοντες ὡς πολλῷ συνέχοιτο πολέμῳ ῥυέντος ἐπʼ αὐτὸν Ὑρώδου, καὶ πέμπειν μὲν ἐκείνῳ βοήθειαν οὐ δύναται, παραινεῖ δὲ Κράσσῳ μάλιστα μὲν ἐκεῖ τραπέσθαι καὶ γενόμενον μετʼ Ἀρμενίων ὁμοῦ διαγωνίσασθαι πρὸς τὸν Ὑρώδην, εἰ δὲ μή, πορεύεσθαι καὶ στρατοπεδεύειν ἀεὶ τὰ ἱππάσιμα φεύγοντα καὶ προσχωροῦντα τοῖς ὀρεινοῖς, Κράσσος μὲν οὐδὲν ἀντιγράψας ὑπʼ ὀργῆς καὶ σκαιότητος ἀπεκρίνατο νῦν μὲν Ἀρμενίοις μὴ σχολάζειν, αὖθις δʼ ἀφίξεσθαι δίκην ἐπιθήσων Ἀρταουάσδῃ τῆς προδοσίας.
于是,那蛮族说服了克拉苏之后,诱使他离开河流,穿行于平原当中。起初道路还算平坦轻便,随后却变得恶劣不堪,接踵而至的是厚厚的流沙,以及无树、无水、在感官所及的任何地方都看不见尽头的平原,以致士兵们不仅因干渴和行军的艰难而精疲力竭,而且放眼望去令人绝望的荒凉景象也带来了沮丧:他们看不到草木,看不到溪流,看不到延绵而下的山嘴,看不到破土的青草,只见一片如汪洋大海般的荒芜沙丘完全笼罩了军队。由此,这一阴谋已令人起疑;而且亚美尼亚人阿尔塔瓦斯德斯派出的使者也赶到,告知他正陷入苦战,因为奥罗德斯已向他汹涌杀来,他无法向克拉苏派遣援兵,但建议克拉苏最好转向那边,与亚美尼亚人会合,共同抗击奥罗德斯,如果不能如此,也应始终避开适于骑兵驰骋之处,贴近山地行军和扎营。然而克拉苏出于愤怒和执拗,根本不作书面回复,只是答复说,眼下他无暇顾及亚美尼亚人,但日后必将前来,惩处阿尔塔瓦斯德斯的背叛。
οἱ δὲ περὶ Κάσσιον αὖθις ἠγανάκτουν, καὶ Κράσσον μὲν ἀχθόμενον αὐτοῖς ἐπαύσαντο νουθετοῦντες, ἰδίᾳ δὲ τὸν βάρβαρον ἐλοιδόρουν· τίς σε δαίμων πονηρός, ὦ κάκιστε ἀνθρώπων, ἤγαγε πρὸς ἡμᾶς; τίσι δὲ φαρμάκοις καὶ γοητείαις ἔπεισας Κράσσον εἰς ἐρημίαν ἀχανῆ καὶ βύθιον ἐκχέαντα τὴν στρατιὰν ὁδὸν ὁδεύειν Νομάδι λῃστάρχῃ μᾶλλον ἢ Ῥωμαίων αὐτοκράτορι προσήκουσαν;3
卡西乌斯左右的人再次大为愤慨,既然克拉苏厌烦他们,他们便不再劝谏,却私下痛骂那蛮族: “你这恶劣至极的家伙,究竟是哪路恶魔把你带到我们面前的?你究竟用了什么魔药和幻术说服了克拉苏,将大军倾泻进这无边无际、深渊一般的荒漠,走上一条更适合游牧劫匪头目而非罗马统帅的道路?”
ὁ δὲ βάρβαρος ἀνὴρ ὢν ποικίλος ἐκείνους μὲν ὑποπίπτων ἐθάρρυνε καὶ παρεκάλει μικρὸν ἔτι καρτερῆσαι, τοὺς δὲ στρατιώτας ἅμα συμπαραθέων καὶ παραβοηθῶν ἐπέσκωπτε μετὰ γέλωτος· ὑμεῖς δὲ διὰ Καμπανίας ὁδεύειν οἴεσθε κρήνας καὶ νάματα καὶ σκιὰς καὶ λουτρὰ δηλαδὴ καὶ πανδοκεῖα ποθοῦντες; οὐ μέμνησθε δὲ τὴν Ἀράβων διεξιόντες καὶ Ἀσσυρίων μεθορίαν;
然而那蛮族是个狡黠多诈的人,他一面在他们面前低头奉承,给他们打气,恳求他们再坚持片刻;一面在士兵之间穿梭助阵,伴随着笑声讥讽道: “你们莫非以为自己是在穿行坎帕尼亚,竟然渴望起泉水、溪流、绿荫、浴室和客栈来了吗?你们难道忘了自己正在越过阿拉伯人和亚述人的边境吗?”
οὕτω μὲν ὁ βάρβαρος διεπαιδαγώγησε4 τοὺς Ῥωμαίους, καὶ πρὶν ἢ γενέσθαι φανερὸς ἐξαπατῶν ἀφίππευσεν, οὐ λαθὼν τὸν Κράσσον, ἀλλὰ καὶ τοῦτο πείσας, ὡς ὑπεργάσεται καὶ διαταράξει τὰ τῶν πολεμίων.
就这样,那蛮族将罗马人玩弄于股掌之间,在自己行骗败露之前策马离去;这并非背着克拉苏,而是连此事也说服了他:说他要去敌营卧底,扰乱敌人的部署。
- 22.2τὸ τῆς ὄψεως ἀπαραμύθητον
带中性定冠词的形容词 τὸ ἀπαραμύθητον 作抽象名词使用,意为“视野之令人绝望/无可慰藉”。它充当 ὥστε 结果从句中不定式 παρέχειν 的主语,随后的与格分词 ὁρῶσιν 指代承受这种沮丧心境的军中士兵。
- 22.2ἐπεὶ δὲ καὶ παρὰ Ἀρταουάσδου τοῦ Ἀρμενίου παρῆσαν ἄγγελοι
本长句的框架是由 ἐπεὶ δὲ... 引导的从句开端,引出使者带来的间接引语报告(φράζοντες ὡς... δύναται, παραινεῖ δὲ...),直至主句 Κράσσος μὲν οὐδὲν ἀντιγράψας... ἀπεκρίνατο 才得以收束。句式结构严整,将亚美尼亚的合理建议与克拉苏的蛮横回复形成鲜明对照。
- 22.4ὁδὸν ὁδεύειν Νομάδι λῃστάρχῃ μᾶλλον ἢ Ῥωμαίων αὐτοκράτορι προσήκουσαν
此处包含同源宾格结构(ὁδὸν ὁδεύειν,“踏上一条道路”),后接分词短语 προσήκουσαν(修饰阴性单数宾格 ὁδόν)。与格 Νομάδι λῃστάρχῃ 与 Ῥωμαίων αὐτοκράτορι 由 προσήκουσαν 支配,表示“适合于……”。
- 22.6διεπαιδαγώγησε
该动词由 παιδαγωγέω(“作为侍童/学仆引导、管教”)派生而来,在此带有强烈的讽刺意味,比喻性地表示“玩弄于股掌之间”、“牵着鼻子走”或“像摆弄稚童一样愚弄操纵”。
