- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:21.1-21.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿拉伯部落首长阿里亚姆涅斯受帕提亚人指派诱骗克拉苏深入平原,而帕提亚国王奥罗德斯留守后方,将抗击罗马人的任务交由文武双全的贵族苏雷纳。
ταῦτα τοῦ Κράσσου διασκοποῦντος ἔτι καὶ βουλευομένου παραγίνεται φύλαρχος Ἀράβων, Ἀριάμνης ὄνομα, δολερὸς καὶ παλίμβολος ἀνὴρ καὶ πάντων ὅσα συνήνεγκεν εἰς ὄλεθρον ἡ τύχη κακὰ, μέγιστον αὐτοῖς καὶ τελειότατον γενόμενος·
正当克拉苏仍在斟酌并商议这些事情时,一位名叫阿里亚姆涅斯的阿拉伯部落首长来到了他面前。此人狡诈多变,在命运为他们的毁灭所聚集的所有灾祸中,成了对他们而言最大且最致命的一个。
τοῦτον δʼ ᾔδεσαν ἔνιοι τῶν Πομπηΐῳ συνεστρατευμένων ἀπολαύσαντά τι τῆς ἐκείνου φιλανθρωπίας καὶ δόξαντα φιλορρώμαιον εἶναι· τότε δʼ ὑφεῖτο τῷ Κράσσῳ μετὰ γνώμης τῶν βασιλέως στρατηγῶν, εἰ δύναιτο παρατρέψας αὐτὸν ἀπωτάτω τοῦ ποταμοῦ καὶ τῶν ὑπωρειῶν εἰς πεδίον ἐκβαλεῖν ἀχανὲς καὶ περιελαυνόμενον.1 πάντα γὰρ διενοοῦντο μᾶλλον ἢ κατὰ στόμα προσφέρεσθαι Ῥωμαίοις.
曾随庞培出征的人中有几位知道,此人曾受惠于庞培的恩惠,并被认为亲近罗马人;然而此时他是在帕提亚国王的将领们的授意下被派往克拉苏那里的,意图设法诱使他尽可能远离河流与山麓,将他引向开阔且便于骑兵驰骋迂回的无垠平原。因为比起与罗马人正面交锋,他们宁愿采取任何其他手段。
ἐλθὼν οὖν πρὸς τὸν Κράσσον ὁ βάρβαρος ἦν δὲ καὶ πιθανὸς εἰπεῖν Πομπήϊον μὲν ὡς εὐεργέτην ἐπῄνει, Κράσσον δὲ, τῆς δυνάμεως μακαρίσας ἐμέμφετο τῆς διατριβῆς μέλλοντα καὶ παρασκευαζόμενον, ὥσπερ ὅπλων αὐτῷ δεῆσον,2 οὐ χειρῶν οὐδὲ ποδῶν τῶν ταχίστων ἐπʼ ἀνθρώπους οἳ πάλαι ζητοῦσιν ἁρπάσαντες τὰ τιμιώτατα τῶν χρημάτων καὶ σωμάτων εἰς Σκύθας ἢ Ὑρκανοὺς ἀναπτέσθαι.
于是这蛮族来到克拉苏面前——他言辞颇具说服力——盛赞庞培是其恩人,对克拉苏的大军表示祝贺,却斥责他犹豫不决与忙于整备的拖延,仿佛对付那些早想携带着最珍贵的财物和家眷逃往斯基泰人或希尔卡尼亚人那里的敌人,所需要的竟然是武器,而不是最敏捷的手脚似的。
καίτοι μάχεσθαι μέλλοντας, ἔφη, σπεύδειν ἔδει, πρὶν ἅπασαν ἐν ταὐτῷ γενέσθαι τὴν δύναμιν ἀναθαρσήσαντος βασιλέως· ἐπεὶ νῦν γε Σουρήνας ὑμῖν προβέβληται καὶ Σιλλάκης ἐφʼ αὑτοὺς ἀναδεξάμενοι τὴν δίωξιν, ὁ δʼ οὐδαμῇ φανερός ἐστιν.
“况且,”他说,“如果你们准备作战,就应当赶在国王重振士气并将全军集结于一处之前迅速行动;因为眼下只是苏雷纳与西拉克斯被推到你们面前吸引追击,而国王本人则杳无踪影。”
ταῦτα δὲ ἦν ψευδῆ πάντα, διχῇ γὰρ εὐθὺς Ὑρώδης διελὼν τὴν δύναμιν αὐτὸς μὲν Ἀρμενίαν ἐπόρθει τιννύμενος Ἀρταουάσδην, Σουρήναν δʼ ἀφῆκεν ἐπὶ Ῥωμαίους, οὐχ ὑπερφροσύνῃ χρώμενος, ὡς ἔνιοί φασιν· οὐ γὰρ ἦν τοῦ αὐτοῦ3 Κράσσον μὲν ἀπαξιοῦν ἀνταγωνιστήν, ἄνδρα Ῥωμαίων πρῶτον, Ἀρταουάσδῃ δὲ προσπολεμεῖν καὶ ταῖς Ἀρμενίων ἐπιόντα κώμαις ἐξαιρεῖν ἀλλὰ καὶ πάνυ δοκεῖ καταδείσας τὸν κίνδυνον αὐτὸς μὲν ἐφεδρεύειν καὶ καραδοκεῖν τὸ μέλλον, Σουρήναν δὲ προκαθεῖναι πειρασόμενον μάχης καὶ περιέλξοντα τοὺς πολεμίους.
然而这些全属谎言。因为奥罗德斯立即将部队一分为二:他亲自蹂躏亚美尼亚以惩处阿尔塔瓦斯德斯,而派苏雷纳去对付罗马人,但这并非如某些人所说的那样是出于傲慢;因为轻视罗马第一人克拉苏而不屑将其视作对手,却去同阿尔塔瓦斯德斯交战、逐一攻拔亚美尼亚村落,绝非出于同一种心性。相反,极可能是因为他深畏其险,自己留作预备以静观其变,而派苏雷纳先行出击以试探交战并牵制敌军。
οὐδὲ γὰρ ἦν τῶν τυχόντων ὁ Σουρήνας, ἀλλὰ πλούτῳ μὲν καὶ γένει καὶ δόξῃ μετὰ βασιλέα δεύτερος, ἀνδρείᾳ δὲ καὶ δεινότητι τῶν καθʼ αὑτὸν ἐν Πάρθοις πρῶτος ἔτι δὲ μεγέθει καὶ κάλλει σώματος ὡς οὐδεὶς ἕτερος, ἐξήλαυνε δὲ καθʼ ἑαυτὸν ἀεὶ χιλίαις σκευοφορούμενος καμήλοις, καὶ διακοσίας ἀπήνας ἐπήγετο παλλακίδων, ἱππεῖς δὲ κατάφρακτοι χίλιοι, πλείονες δὲ τῶν κούφων παρέπεμπον, εἶχε δὲ τοὺς σύμπαντας ἱππεῖς ὁμοῦ πελάτας τε καὶ δούλους μυρίων οὐκ ἀποδέοντας.
因为苏雷纳绝非寻常之人:论财富、门第与声望,他在国王之下屈居第二;论同辈帕提亚人中的勇武与谋略,他首屈一指;而在身躯的魁梧与俊美上更是无人能出其右。他每次独自出巡,常有上千头负重骆驼相随,随带两百辆载有侍妾的马车,一千名具装重骑兵以及更多的轻装骑兵护卫左右;他麾下包括门客与奴隶在内的骑兵总数不少于一万人。
κατὰ γένος μὲν οὖν ἐξ ἀρχῆς ἐκέκτητο βασιλεῖ γενομένῳ Πάρθων ἐπιτιθέναι τὸ διάδημα πρῶτος, Ὑρώδην δὲ τοῦτον αὐτὸν ἐξεληλαμένον εἰς Πάρθους κατήγαγε, καὶ Σελεύκειαν αὐτῷ τὴν μεγάλην εἷλε πρῶτος ἐπιβὰς τοῦ τείχους καὶ τρεψάμενος ἰδίᾳ χειρὶ τοὺς ἀντιστάντας. οὔπω δὲ γεγονὼς ἔτη τριάκοντα κατʼ ἐκεῖνον τὸν χρόνον εὐβουλίας καὶ συνέσεως δόξαν εἶχε μεγίστην, οἷς οὐχ ἥκιστα καὶ τὸν Κράσσον ἔσφηλε, διὰ θάρσος καὶ φρόνημα πρῶτον, εἶτα ὑπὸ δέους καὶ συμφορῶν ταῖς ἀπάταις εὐχείρωτον γενόμενον.
按照家族传统,他自始便享有在任何成为帕提亚国王之人登基时最先为其加冕的特权;正是他将曾被驱逐的这位奥罗德斯迎回帕提亚重登王位,并为他攻克了大塞琉西亚——他是第一个登上城墙的人,并亲手击溃了抵抗者。在那时他虽年未满三十,却享有极高的深谋远虑与明智之誉,正是凭借这些,他更极大地击溃了克拉苏:克拉苏起初因自信与傲慢,随后又因恐惧与灾厄,变得极易落入圈套而被摆布。
- 21.2εἰς πεδίον ἐκβαλεῖν ἀχανὲς καὶ περιελαυνόμενον
περιελαυνόμενον 是动词 περιελαύνω 的现在被动态分词,修饰 πεδίον,形容地势“可从四面策马驰骋的”,即极适宜骑兵迂回包抄的平原地势。
- 21.3ὥσπερ ὅπλων αὐτῷ δεῆσον
由 ὥσπερ 引导的无人称动词 δεῖ 的中性单数将来分词构成的绝对宾格结构,表示主观认定的假托理由:“仿佛他将需要武器似的”。
- 21.5οὐ γὰρ ἦν τοῦ αὐτοῦ
属格 τοῦ αὐτοῦ 为表示特征或属性的表语属格(“这并非同一人应有的行为/心性”),后接两个并列的不定词短语(Κράσσον μὲν ἀπαξιοῦν... Ἀρταουάσδῃ δὲ προσπολεμεῖν...)充当句子的实际主语。
