← 普鲁塔克

克拉苏传

§20.1-20.2

沿河行军与卡西乌斯提议的慎重策略

克拉苏率军沿河行进,因探报发现敌军看似撤退的马蹄印而愈发轻敌,而卡西乌斯等人则力劝其在驻军城镇休整或沿河向塞琉西亚进军。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

ἐκ τούτου παρὰ τὸν ποταμόν ἐξήλαυνεν ἑπτὰ μὲν ἔχων ὁπλιτῶν τάγματα καὶ τετρακισχιλίων ὀλίγον ἀποδέοντας ἱππεῖς, ψιλοὺς δὲ τοῖς ἱππεῦσι παραπλησίους, τῶν δὲ προδρόμων τινὲς ἀπὸ σκοπιᾶς ἐπανελθόντες ἤγγελλον ἀνθρώπων μὲν ἔρημον εἶναι τὴν χώραν, ἵππων δʼ ἐντετυχηκέναι πολλῶν ἴχνεσιν οἷον ἐκ μεταβολῆς ὀπίσω διωκομένων,1 ὅθεν αὐτός τε Κράσσος ἔτι μᾶλλον εὔελπις ἦν, καὶ τοῖς στρατιώταις παντάπασι τῶν Πάρθων παρέστη καταφρονεῖν, ὡς οὐκ ἀφιξομένων εἰς χεῖρας.2

此后,他沿着河岸行军,统领着七个重装步兵军团、略少于四千名骑兵,以及数量与骑兵相仿的轻装部队。一些前哨侦察兵侦察归来报告称,当地不见人影,但他们发现了许多马匹的足迹,仿佛是调转方向往后疾奔退去的一样;克拉苏本人因此更加满怀希望,士卒们也完全对帕提亚人产生轻蔑之意,以为他们不敢前来进行近身交战。

§20.2

ὅμως δʼ οἱ περὶ Κάσσιον αὖθις διελέγοντο τῷ Κράσσῳ, καὶ παρῄνουν μάλιστα μὲν ἐν πόλει τινὶ τῶν φρουρουμένων ἀναλαβεῖν τὴν δύναμιν, ἄχρι οὗ τι πύθηται περὶ τῶν πολεμίων βέβαιον, εἰ δὲ μή, χωρεῖν ἐπὶ Σελευκείας παρὰ τὸν ποταμόν εὐπορίαν γὰρ τὰ σιτηγὰ τῆς ἀγορᾶς παρέξειν ἅμα συγκαταίροντα πρὸς τὸ στρατόπεδον, καὶ φύλακα τοῦ μὴ κυκλωθῆναι τὸν ποταμόν ἔχοντας3 ἀπʼ ἴσης ἀεὶ πρὸς ἐναντίους μαχεῖσθαι τοὺς πολεμίους.

然而卡西乌斯及其同僚再次与克拉苏交涉,建议他最好在某座设有守备的城镇中休整兵力,直到探得有关敌军的确凿消息为止;如若不然,也应沿着河岸向塞琉西亚挺进。因为同时一同停靠至军营的运粮船队将提供充裕的给养,而以河流作为防止被合围的屏障,他们便可始终与敌军正面公平交战。

语法注3 条
  1. 20.1οἷον ἐκ μεταβολῆς ὀπίσω διωκομένων

    οἷον 搭配修饰 ἵππων πολλῶν 的属格分词。动词 διώκω 在中动或被动态下可表示“(马匹或车辆)被驱驰、飞奔”,全句意为“仿佛调转方向(ἐκ μεταβολῆς)向后疾驰撤走一般”。此处描绘了从蹄印推测出的敌军骑兵仓促退却之态。

  2. 20.1ὡς οὐκ ἀφιξομένων εἰς χεῖρας

    ὡς 搭配未来时属格分词(独立属格),表示主语(士兵们)主观上的认定或理由(“认为他们不会……”)。分词在逻辑上的主语是帕提亚敌军。成语 εἰς χεῖρας ἀφικέσθαι 意为“进行肉搏战、短兵相接”。

  3. 20.2φύλακα τοῦ μὴ κυκλωθῆναι τὸν ποταμόν ἔχοντας

    τὸν ποταμόν 是 ἔχοντας 的直接宾语,φύλακα 为宾语补足语(谓语宾格),即“以河流作为屏障/守卫”。带冠词的不定式 τοῦ μὴ κυκλωθῆναι 相当于属格动名词,修饰 φύλακα,表示目的或范围(“防止被包围的守卫”)。宾格分词 ἔχοντας 与后文不定式 μαχεῖσθαι 的逻辑主语(全军)保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:20.1-20.2