← 普鲁塔克

克拉苏传

§19.1-19.6

拒绝阿尔塔巴泽斯的建议与渡河时的凶兆

亚美尼亚国王阿尔塔巴泽斯提议提供援军并建议走山路进军,但克拉苏予以拒绝并坚持穿越美索不达米亚,渡河过程中接连遭遇风暴、雷击等凶兆以及克拉苏动摇军心的失言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

οὐχ ἥκιστα δʼ αὐτὸν Ἀρταβάζης ὁ Ἀρμενίων βασιλεὺς ἐπέρρωσεν· ἦλθε γὰρ εἰς τὸ στρατόπεδον μεθʼ ἑξακισχιλίων ἱππέων. καὶ οὗτοι μὲν ἐλέγοντο φύλακες καὶ προπομποὶ βασιλέως· ἑτέρους δὲ μυρίους ὑπισχνεῖτο καταφράκτους καὶ τρισμυρίους πεζοὺς οἰκοσίτους.

亚美尼亚国王阿尔塔巴泽斯极大地鼓舞了他;国王率领六千骑兵来到了军营。据说这些人是国王的卫队和前驱,但他还许诺另外提供一万铁甲骑兵和三万自带口粮的步兵。

§19.2

ἔπειθε δὲ Κράσσον ἐμβαλεῖν διʼ Ἀρμενίας εἰς τὴν Παρθίαν· οὐ γὰρ μόνον ἐν ἀφθόνοις διάξειν τὴν στρατιὰν αὐτοῦ παρέχοντος, ἀλλὰ καὶ πορεύσεσθαι διʼ ἀσφαλείας, ὄρη πολλὰ καὶ λόφους συνεχεῖς καὶ χωρία δύσιππα πρὸς τὴν ἵππον, ἣ μόνη Πάρθων ἀλκή, προβαλλόμενον.1 ὁ δὲ τὴν προθυμίαν αὐτοῦ καὶ τὴν λαμπρότητα τῆς βοηθείας μετρίως ἠγάπησε, βαδιεῖσθαι δʼ ἔφη διὰ Μεσοποταμίας, ὅπου πολλοὺς καὶ ἀγαθοὺς Ῥωμαίων ἄνδρας ἀπέλιπεν.

他极力劝说克拉苏取道亚美尼亚攻入帕提亚;因为不仅由他阿尔塔巴泽斯供给粮饷,使军队处处充裕,而且克拉苏还能一路平安行军,以诸多山峦、连绵丘陵以及不利于骑兵通行的地势作为屏障,来防备作为帕提亚人唯一优势的骑兵。克拉苏虽然对他的热忱和所许援助的盛大感到尚为满意,却表示自己将取道美索不达米亚进军,因为他在那里留下了许多优秀的罗马兵士。

§19.3

ὁ μὲν οὖν Ἀρμένιος ἐπὶ τούτοις ἀπήλαυνεν. τῷ δὲ Κράσσῳ διαβιβάζοντι τὴν στρατιὰν κατὰ τὸ Ζεῦγμα πολλαὶ μὲν ὑπερφυεῖς βρονταὶ περιερρήγνυντο, πολλὰ δὲ καὶ ἤστραπτεν ἐναντία τῷ στρατῷ, πνεῦμα δὲ νέφει καὶ πρηστῆρι μεμιγμένον ἐρεῖσαν αὐτοῦ κατὰ τῆς σχεδίας ἀνέρρηξε πολλὰ καὶ συνέτριψεν·

于是亚美尼亚人听了这些话便策马离去。但当克拉苏在泽乌格玛渡运军队过河时,四面响起了阵阵惊天动地的巨雷,许多闪电正对着军队射来,伴随着浓云与旋风的狂风猛击在浮桥上,撕裂了许多部分并将其砸毁。

§19.4

ἐβλήθη δὲ καὶ κεραυνοῖς δυσὶν ὁ χῶρος οὗ στρατοπεδεύειν ἔμελλεν. ἵππος δὲ τῶν στρατηγικῶν ἐπιφανῶς κεκοσμημένος βίᾳ συνεπισπάσας τὸν ἡνίοχον εἰς τὸ ῥεῖθρον ὑποβρύχιος ἠφανίσθη. λέγεται δὲ καὶ τῶν ἀετῶν ὁ πρῶτος ἀρθεὶς ἀπὸ ταὐτομάτου μεταστραφῆναι.

他正打算扎营的地方也被两道霹雳击中。此外,统帅的一匹装饰华丽的坐骑硬是将驭者连带拖入急流,没入水底不见了。据说军团鹰旗中第一面被举起的,竟也自行转了过去。

§19.5

πρὸς δὲ τούτοις συνέπεσε μετὰ τὴν διάβασιν μετρουμένοις τὰ ἐπιτήδεια τοῖς στρατιώταις πρῶτα πάντων δοθῆναι φακοὺς καὶ ἅλας, ἃ νομίζουσι Ῥωμαῖοι πένθιμα καὶ προτίθενται τοῖς νέκυσιν, αὐτοῦ τε Κράσσου δημηγοροῦντος ἐξέπεσε φωνή δεινῶς συγχέασα τὸν στρατόν. ἔφη γὰρ τὸ ζεῦγμα τοῦ ποταμοῦ διαλύειν ὅπως μηδεὶς αὐτῶν ἐπανέλθῃ. καὶ δέον,2 ὡς ᾔσθετο τοῦ ῥήματος τὴν ἀτοπίαν, ἀναλαβεῖν καὶ διασαφῆσαι πρὸς τοὺς ἀποδειλιῶντας τὸ εἰρημένον, ἠμέλησεν ὑπὸ αὐθαδείας.

除这些事之外,又逢过河之后给士兵配给口粮时,首先分发的竟是扁豆和盐,而罗马人认为这些是丧葬之物,是供奉给死者的;克拉苏亲自向士兵发表集会演说时,更失口说出了一句令全军极其震惊惶惑的话。他说拆毁河上的桥梁,是为了不让他们任何一人能够返回。本来在察觉到言辞不妥之时,他理应收回前言,向惶恐退缩的士卒澄清原委,但他却出于傲慢对此置之不理。

§19.6

τέλος δὲ τὸν εἰθισμένον καθαρμὸν ἐσφαγιάζετο, καὶ τὰ σπλάγχνα τοῦ μάντεως αὐτῷ προσδόντος ἐξέβαλε τῶν χειρῶν ἐφʼ ᾧ καὶ μάλιστα δυσχεραίνοντας ἰδὼν τοὺς παρόντας ἐμειδίασε καὶ τοιοῦτον, ἔφη, τὸ γῆρας· ἀλλὰ τῶν γε ὅπλων οὐδὲν ἂν ἐκφύγοι τὰς χεῖρας.

最后,他宰杀祭牲进行例行的禳清仪式,当占卜官将祭牲内脏递给他时,他却从手中滑落。看到在场之人对此尤为感到不吉与沮丧,他微微一笑,“这就是衰老了,”他说,“但武器无论如何也绝不会从我手中滑脱的。”

语法注2 条
  1. 19.2προβαλλόμενον

    阳性单数宾格现在分词,与间接引语中不定式 πορεύσεσθαι 的逻辑主语(克拉苏)保持一致。此处作中间态,意为“将……置于自身前方作为屏障”,其直接宾语为前方的 ὄρη πολλὰ καὶ λόφους συνεχεῖς καὶ χωρία δύσιππα。

  2. 19.5καὶ δέον

    非人称动词 δεῖ 的中性单数宾格分词构成的宾格绝对独立结构(accusative absolute),表让步或转折,意为“本应当……”、“本需……”,作主句动词 ἠμέλησεν 的修饰成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:19.1-19.6