- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:1.1-1.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述了克拉苏朴素的家庭出身与成长环境、与寡嫂的结合,以及因谋求郊外庄园而卷入与维斯塔贞女私通案并最终获释的经过。
Μᾶρκος δὲ Κράσσος ἦν τιμητικοῦ καὶ θριαμβικοῦ πατρός,1 ἐτράφη δʼ ἐν οἰκίᾳ μικρᾷ μετὰ δυοῖν ἀδελφῶν. καὶ τοῖς ἀδελφοῖς αὐτοῦ γυναῖκες ἦσαν ἔτι τῶν γονέων ζώντων, καὶ πάντες ἐπὶ τὴν αὐτὴν ἐφοίτων τράπεζαν, ὅθεν οὐχ ἥκιστα δοκεῖ καὶ διὰ τοῦτο σώφρων καὶ μέτριος γενέσθαι2 περὶ τὴν δίαιταν. ἀποθανόντος δὲ τοῦ ἑτέρου τῶν ἀδελφῶν τῇ γυναικὶ συνῴκησε καὶ τοὺς παῖδας ἐξ ἐκείνης ἔσχεν, οὐδενὸς ἧττον καὶ περὶ ταῦτα Ῥωμαίων εὔτακτος γενόμενος.
马尔库斯·克拉苏出身于一位曾任监察官并荣获凯旋式胜利的父亲,与两个兄弟一同在简朴的房舍中被抚养长大。父母尚在世时,他的兄弟们便已娶妻,全家人同桌共餐;看来尤其也是由于这一缘故,他在日常生活习惯上变得克制和适度。兄弟中的一人去世后,他与那名遗孀共同生活,并与她育有子女,在这件事情上也绝不比任何罗马人逊色地严守礼法。
καίτοι προϊὼν καθʼ ἡλικίαν αἰτίαν ἔσχε Λικιννίᾳ συνιέναι τῶν Ἑστιάδων μιᾷ παρθένων· καὶ δίκην ἔφυγεν ἡ Λικιννία Πλωτίου τινὸς διώκοντος. ἦν δὲ προάστειον αὐτῇ καλόν, ὃ βουλόμενος λαβεῖν ὀλίγης τιμῆς ὁ Κράσσος καὶ διὰ τοῦτο προσκείμενος ἀεὶ τῇ γυναικὶ καὶ θεραπεύων, εἰς τὴν ὑποψίαν ἐκείνην ἐνέπεσε καὶ τρόπον τινὰ τῇ φιλοπλουτίᾳ τὴν αἰτίαν τῆς φθορᾶς ἀπολυσάμενος3 ὑπὸ τῶν δικαστῶν ἀφείθη, τὴν δὲ Λικιννίαν οὐκ ἀνῆκε πρότερον ἢ τοῦ κτήματος κρατῆσαι.4
然而,随着年岁渐长,他受到了与维斯塔贞女之一利基妮亚私通的指控;一名叫普洛提乌斯的人提起诉讼,利基妮亚因而受审。她拥有一处优美的郊外庄园,克拉苏企图以低廉的价格买下它,为此总是殷勤纠缠于该妇人并讨其欢心,这才陷入了那场嫌疑。在某种程度上,他凭借自己的贪婪洗清了奸污的罪名,从而被法官们宣判无罪;但他直到把那处庄园据为己有,才肯放过利基妮亚。
- 1.1ἦν τιμητικοῦ καὶ θριαμβικοῦ πατρός
πατρός在此充当表示出身/渊源的属格(genitive of origin),与系动词ἦν连用,由形容词τιμητικοῦ和θριαμβικοῦ修饰,构成表语性属格,意为“出身于曾任监察官并荣获凯旋式的父亲”。
- 1.1ὅθεν οὐχ ἥκιστα δοκεῖ καὶ διὰ τοῦτο σώφρων καὶ μέτριος γενέσθαι
δοκεῖ采用以克拉苏为主语的人称构式(personal construction),后接不定词γενέσθαι,其表语形容词σώφρων καὶ μέτριος因与主语一致而呈主格。关系副词ὅθεν与介词短语καὶ διὰ τοῦτο形成双重因果强调。
- 1.2τῇ φιλοπλουτίᾳ τὴν αἰτίαν τῆς φθορᾶς ἀπολυσάμενος
与格τῇ φιλοπλουτίᾳ表示手段或理由,修饰中动相分词ἀπολυσάμενος(为自身洗脱)。直接宾语是τὴν αἰτίαν,后接限定性属格τῆς φθορᾶς(毁损贞操/通奸的罪名),展现了以承认贪财来洗脱严重宗教渎职罪责的辩护逻辑。
- 1.2οὐκ ἀνῆκε πρότερον ἢ τοῦ κτήματος κρατῆσαι
否定词οὐκ与πρότερον ἤ构成相关比较句式(“在……之前不……”即“直到……才……”),后接支配属格τοῦ κτήματος的不定词κρατῆσαι。及物动词ἀνῆκε(放过、停止纠缠)以前面的τὴν δὲ Λικιννίαν为宾语。
