← 普鲁塔克

克拉苏传

§18.1-18.5

帕提亚使节交涉决裂与敌情报告

帕提亚使节指责克拉苏出于私利开战导致谈判决裂,随后罗马逃兵带回有关敌军强盛装备的骇人报告,使军心产生动摇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

ἤδη δὲ τὰς δυνάμεις ἐκ τῶν χειμαδίων συναθροίζοντος αὐτοῦ πρέσβεις ἀφίκοντο παρʼ Ἀρσάκου βραχύν τινα λόγον κομίζοντες, ἔφασαν γάρ, εἰ μὲν ὑπὸ Ῥωμαίων ὁ στρατὸς ἀπέσταλται, πόλεμον ἄσπονδον εἶναι καί ἀδιάλλακτον, εἰ δὲ τῆς πατρίδος ἀκούσης, ὡς πυνθάνονται, Κράσσος ἰδίων ἕνεκα κερδῶν ὅπλα Πάρθοις ἐπενήνοχε καί χώραν κατείληφε, μετριάζειν Ἀρσάκην καὶ τὸ μὲν Κράσσου γῆρας οἰκτείρειν, ἀφιέναι δὲ Ῥωμαίοις τοὺς ἄνδρας, οὓς ἔχει φρουρουμένους μᾶλλον ἢ φρουροῦντας·1

当克拉苏已经在从冬季营地集结部队时,阿尔萨息斯遣使而至,带来一段简短的话。使者们宣称,如果这支军队是由罗马人派出的,那么战争将是不讲休战、不可调解的;但若如他们所探知的那样,克拉苏是违背本国意愿、为一己私利而对帕提亚人动武并侵占土地,阿尔萨息斯则愿行克制,怜悯克拉苏年迈,并将他手中那些与其说是在守备、不如说是被监禁的人归还给罗马人。

§18.2

πρὸς ταῦτα Κράσσου κομπάσαντος ὡς ἐν Σελευκείᾳ δώσει τὰς ἀποκρίσεις, γελάσας ὁ πρεσβύτατος τῶν πρέσβεων Οὐαγίσης καί τῆς χειρὸς ὑπτίας δείξας τὸ μέσον ἐντεῦθεν, εἶπεν, ὦ Κράσσε, φύσονται τρίχες πρότερον ἢ σὺ ὄψει Σελεύκειαν. οὗτοι μὲν οὖν ἀπήλαυνον ὡς βασιλέα Ὑρώδην πολεμητέα φράσοντες, ἐκ δὲ τῶν πόλεων ἃς ἐφρούρουν Ῥωμαῖοι τῆς Μεσοποταμίας, παραβόλως τινὲς διεκπεσόντες ἄξια φροντίδων ἀνήγγελλον, αὐτόπται μὲν γεγονότες τοῦ τε πλήθους τῶν πολεμίων καί τῶν ἀγώνων ὧν ἠγωνίσαντο προσμαχόμενοι ταῖς πόλεσιν, οἷα δὲ φιλεῖ πάντα πρὸς τὸ δεινότερον ἐξαγγέλλοντες, ὡς ἄφυκτοι μὲν οἱ ἄνδρες διώκοντες, ἄληπτοι δὲ φεύγοντες, βέλη δὲ καινὰ προθέοντα τῆς ὄψεως καί πρὶν ὀφθῆναι τὸν βάλλοντα χωροῦντα διὰ τοῦ προστυχόντος, τῶν δὲ καταφράκτων ὅπλα τὰ μὲν διὰ παντὸς ὠθεῖσθαι, τὰ δὲ πρὸς μηδὲν ἐνδιδόναι πεποιημένα.2

对此,克拉苏夸口称自己将在塞琉西亚给出答复,使团中最年长者瓦吉塞斯听后大笑,指着自己摊开的手掌心: “克拉苏啊,”他说,“这里长出毛发,都会比你见到塞琉西亚更快。” 于是这些使者疾驰而去,向许罗德斯国王禀报必须应战。与此同时,从罗马人在美索不达米亚驻守的各城邦中,一些历经凶险逃出的人带回了令人深感忧虑的消息。他们亲眼目睹了敌军的庞大人数以及攻城时所进行的激战,并且一如常情,把一切都描绘得更为可怖:这些敌人在追击时令人无法逃脱,在退却时令人无法捕捉;其新式的箭矢快得超越视线,在射手尚未被看见之前就已穿透所触及的一切;而铁甲骑兵的装备中,有的制造成能穿透一切,有的则绝不向任何攻击退让妥协。

§18.4

ταῦτα τῶν στρατιωτῶν ἀκουόντων τὸ θράσος ὑπέπιπτεν. πεπεισμένοι γὰρ οὐδὲν Ἀρμενίων διαφέρειν Πάρθους οὐδὲ Καππαδοκῶν, οὓς ἄγων καί φέρων Λούκουλλος ἀπεῖπε,3 καί τοῦ πολέμου τὸ χαλεπώτατον ἡγούμενοι μακρὰν ὁδὸν ἔσεσθαι καὶ δίωξιν ἀνθρώπων εἰς χεῖρας οὐκ ἀφιξομένων, παρʼ ἐλπίδας ἀγῶνα καί κίνδυνον μέγαν προσεδόκων, ὥστε καί τῶν ἐν τέλει τινὰς οἴεσθαι δεῖν ἐπισχόντα τὸν Κράσσον αὖθις ὑπὲρ τῶν ὅλων γνώμην προθέσθαι. τούτων ἦν Κάσσιος ὁ ταμίας.

士兵们听闻这些消息,锐气顿挫。因为他们原先深信帕提亚人与亚美尼亚人、卡帕多细亚人并无二致——卢库鲁斯当年掳掠劫掠那些民族甚至到了厌烦罢手的地步——并且以为这场战争中最艰苦的不过是长途行军和追击那些不敢正面交锋的敌人,如今却出乎意料地预计会有巨大的争战与危险,以至于连某些长官也认为克拉苏应当停下脚步,就大局重新提交商议。财务官卡西乌斯便在其中。

§18.5

ἡσυχῇ δὲ παρεδήλουν καί οἱ μάντεις ὡς ἀεὶ πονηρὰ σημεῖα καί δυσέκθυτα προφαίνοιτο τῷ Κράσσῳ διὰ τῶν ἱερῶν, ἀλλʼ οὔτε τούτοις προσεῖχεν οὔτε τοῖς ἕτερόν τι πλὴν ἐπείγεσθαι παραινοῦσιν.

占卜官们也在暗中表示,祭牲的征兆屡屡向克拉苏显现出凶险且难以禳解的兆头;但他既不理会这些预兆,也不理会那些劝他除了急进之外别作他策的人。

语法注3 条
  1. 18.1φρουρουμένους μᾶλλον ἢ φρουροῦντας

    被动态分词 φρουρουμένους 与主动态分词 φρουροῦντας 形成鲜明对比,二者作 ἔχει 所支配宾语 τοὺς ἄνδρας 的宾语补足语。这一语态转变带有强烈的讽刺意味:罗马人名义上作为守备驻军(主动),实际上反被敌人团团围困如同囚徒(被动)。

  2. 18.3τῶν δὲ καταφράκτων ὅπλα τὰ μὲν διὰ παντὸς ὠθεῖσθαι, τὰ δὲ πρὸς μηδὲν ἐνδιδόναι πεποιημένα

    名词 ὅπλα(装备)通过部分同位语分解为 τὰ μέν(进攻性武器,即骑枪)和 τὰ δέ(防御性铠甲),二者均受完成时被动态分词 πεποιημένα(制造成……的)修饰。不定词 ὠθεῖσθαι(中动/被动态,“穿透、刺入”)与 ἐνδιδόναι(主动态,“屈服、退让”)依附于 πεποιημένα,表示功用与目的。

  3. 18.4οὓς ἄγων καί φέρων Λούκουλλος ἀπεῖπε

    ἄγων καὶ φέρων 是希腊语中表示“彻底劫掠”(字面为驱赶牲畜并劫走财物)的成语惯用语。动词 ἀπεῖπε(ἀπαγορεύω 的不定过去时)带补充性分词,意为“对做某事感到厌倦、疲惫”,生动表现了卢库鲁斯掠夺这些民族已到了肆意乃至厌倦的程度。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:18.1-18.5