← 普鲁塔克

克拉苏传

§17.1-17.6

进军美索不达米亚与滞留叙利亚的过失

克拉苏进军美索不达米亚并取得初步战果,但随后停止推进而前往叙利亚过冬搜刮钱财,并在神庙遭遇凶兆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.1

ὁ δὲ Κράσσος εἰς Βρεντέσιον ἦλθεν. ἔτι δʼ ἀστατούσης χειμῶσι τῆς θαλάσσης οὐ περιέμεινεν, ἀλλʼ ἀνήχθη καὶ συχνὰ τῶν πλοίων ἀπέβαλε, τὴν δʼ ἄλλην ἀναλαβὼν δύναμιν ἠπείγετο πεζῇ διὰ Γαλατίας, εὑρὼν δὲ τὸν βασιλέα Δηιόταρον πάνυ μὲν ὄντα γηραιὸν ἤδη, κτίζοντα δὲ νέαν πόλιν, ἐπέσκωψεν εἰπών ὦ βασιλεῦ, δωδεκάτης ὥρας1 οἰκοδομεῖν ἄρχῃ. γελάσας δʼ ὁ Γαλάτης·

克拉苏则抵达了布伦特西翁。当时海面上仍受冬季风暴肆虐,他却不愿等待,径自扬帆起航,结果折损了许多船只;他率领余部从陆路取道加拉太匆匆前行,见到戴奥塔罗斯国王虽已极为年迈却仍在建造一座新城,便讥讽着说道: “大王,您竟在第十二刻才开始建造!” 加拉太王笑道:

§17.2

ἀλλʼ οὐδʼ αὐτός, εἶπεν, ὦ αὐτόκρατορ, ὡς ὁρῶ, πρωὶ λίαν ἐπὶ Πάρθους ἐλαύνεις. ἦν δʼ ὁ Κράσσος ἑξήκοντα μὲν ἔτη παραλλάττων, πρεσβύτερος δὲ τὴν ὄψιν ἢ καθʼ ἡλικίαν. ἀφικόμενον δʼ αὐτὸν ἐδέξατο τὰ πράγματα τῆς ἐλπίδος ἀξίως τὸ πρῶτον. καὶ γὰρ ἔζευξε ῥᾳδίως τὸν Εὐφράτην καὶ διήγαγε τὸν στρατὸν ἀσφαλῶς, καὶ πόλεις πολλὰς ἐν τῇ Μεσοποταμίᾳ κατέσχεν ἑκουσίως προσθεμένας.

“然而最高统帅阁下,您自己,”他说,“依我看,也绝非一大清早就前去讨伐帕提亚人啊。” 克拉苏当时已年过六旬,外表看上去比实际年龄更为老迈。然而他刚抵达时,局势的进展却完全符合他的期望。因为他轻易地在幼发拉底河上架桥并安全地将军队渡过河去,控制了美索不达米亚许多自愿归附的城邦。

§17.3

ἐν μιᾷ δʼ, ἧς Ἀπολλώνιός ἐτυράννει, στρατιωτῶν ἑκατὸν ἀναιρεθέντων ἐπαγαγὼν τὴν δύναμιν αὐτοῖς καὶ κρατήσας διήρπασε τὰ χρήματα καὶ τοὺς ἀνθρώπους ἀπέδοτο· Ζηνοδοτίαν ἐκάλουν τὴν πόλιν οἱ Ἕλληνες. ἐπὶ ταύτης ἁλούσης δεξάμενος αὐτοκράτωρ2 ὑπὸ τῆς στρατιᾶς ἀναγορευθῆναι πολλὴν ὦφλεν αἰσχύνην, καὶ ταπεινὸς ἐφάνη καὶ περὶ τὰ μείζονα δύσελπις οὕτω πλεονέκτημα μικρὸν ἠγαπηκώς.

但在阿波罗尼奥斯实行僭主统治的一座城邦中,因有一百名士兵遇害,克拉苏便率部进攻他们,在攻陷后掠夺了财物并将居民贩卖为奴;希腊人称这座城邦为泽诺多提亚。在这座城邦陷落之际,由于他欣然接受了军队向他呼号拥戴为最高统帅,招致了极大羞辱,且因对如此微小的战果这般沾沾自喜,显得器量狭小,对更宏大的战功缺乏信心。

§17.4

ἐμβαλὼν δὲ φρουρὰς ταῖς προσκεχωρηκυίαις πόλεσιν, ὧν ἀριθμὸς ἦν ἑπτακισχίλιοι πεζοί χίλιοι δʼ ἱππεῖς, ἀνεχώρησεν αὐτός ἐν Συρίᾳ διαχειμάσων καὶ δεξόμενος αὐτόθι τὸν υἱόν ἥκοντα παρὰ Καίσαρος ἐκ Γαλατίας αὐτόν τε κεκοσμημένον ἀριστείοις καὶ χιλίους ἱππεῖς ἐπιλέκτους ἄγοντα. τοῦτο πρῶτον ἁμαρτεῖν ἔδοξεν ὁ Κράσσος μετά γε τὴν στρατείαν αὐτήν μέγιστον ἁμάρτημα τῶν γενομένων, ὅτι πρόσω χωρεῖν δέον3 ἔχεσθαί τε Βαβυλῶνος καὶ Σελευκείας, δυσμενῶν ἀεὶ Πάρθοις πόλεων, χρόνον ἐνέδωκε τοῖς πολεμίοις παρασκευῆς.

他在归降的各城邦驻扎了守备部队(其总数为步兵七千人,骑兵一千人),自己则退回叙利亚过冬,并在那里迎接从高卢恺撒处归来的儿子,其子身佩勇敢勋章,并率领着一千名精选骑兵。这被视为克拉苏所犯下的第一个错误,若除开这次远征本身不论,这也是所发生的所有过失中最大的一项;因为他本应当继续推进,控制巴比伦和塞琉西亚这两座一向仇视帕提亚人的城邦,却反而给了敌人筹备军备的喘息之机。

§17.5

ἔπειτα τὰς ἐν Συρίᾳ διατριβὰς ᾐτιῶντο χρηματιστικὰς μᾶλλον οὔσας ἢ στρατηγικάς· οὐ γὰρ ὅπλων ἀριθμὸν ἐξετάζων οὐδὲ γυμνασιῶν ποιούμενος ἁμίλλας, ἀλλὰ προσόδους πόλεων ἐκλογιζόμενος καὶ τὰ χρήματα τῆς ἐν Ἱεραπόλει θεοῦ σταθμοῖς καὶ τρυτάναις μεταχειριζόμενος ἐπὶ πολλὰς ἡμέρας, ἐπιγράφων δὲ καὶ δήμοις καὶ δυνάσταις στρατιωτῶν καταλόγους, εἶτʼ ἀνιεὶς ἀργύριον διδόντας, ἠδόξει καὶ κατεφρονεῖτο τούτοις.

随后,人们又指责他在叙利亚的居留更像是一个逐利之徒而非一位统帅。因为他既不检阅武器数量,也不举行军事操练竞赛,反而核算各城邦的赋税收益,一连许多天用秤量器具摆弄希拉波利斯女神神庙的财宝,并向各民众共同体和领主摊派征兵名额,随后又在他们缴纳银钱后予以免除,因而因这些行径声名狼藉、为人鄙夷。

§17.6

γίνεται δὲ πρῶτον αὐτῷ σημεῖον ἀπὸ τῆς θεοῦ ταύτης, ἣν οἱ μὲν Ἀφροδίτην, οἱ δὲ Ἥραν, οἱ δὲ τὴν ἀρχὰς καὶ σπέρματα πᾶσιν ἐξ ὑγρῶν παρασχοῦσαν αἰτίαν καὶ φύσιν νομίζουσι, καὶ τὴν πάντων εἰς ἀνθρώπους ἀρχὴν ἀγαθῶν καταδείξασαν. ἐξιόντων γὰρ ἐκ τοῦ ἱεροῦ πρῶτος ἐσφάλη κατὰ τὰς πύλας ὁ νεανίας Κράσσος, εἶτʼ ἐπʼ αὐτῷ περιπεσὼν ὁ πρεσβύτερος.

而第一个凶兆正是来自这位女神——有人认为她是阿佛洛狄忒,有人认为是赫拉,还有人认为她是凭借湿气为万物赋予始基与种子的本原与自然,也是为人类开示一切福泽源头之神。因为当他们正要离开神庙时,年轻的克拉苏先是在门边失足跌倒,接着年长的克拉苏又扑倒在他身上。

语法注3 条
  1. 17.1δωδεκάτης ὥρας

    表示时间范围的属格。在古代将白昼划分为十二刻的时制中,“第十二刻”指日落前的最后时刻,此处借指风烛残年或人生的暮年。

  2. 17.3αὐτοκράτωρ

    被动不定式 ἀναγορευθῆναι 的主格表语。由于不定式逻辑上的主语与支配它的分词 δεξάμενος 的主语(克拉苏)为同一人,因此采用主格(主格带不定式结构)而非宾格 αὐτοκράτορα。

  3. 17.4δέον

    非人称动词 δεῖ 的中性单数现在分词构成的独立宾格(accusative absolute)。表示与主句事实相对立的义务或让步含义,即“本应当向前推进……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg039.humanitext-grc2:17.1-17.6